Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 134
ΚΑΤΗΧΗΣΙΣ ΡΛΔ΄.
Περὶ τοῦ μὴ ξενοπαθεῖν ἐν ταῖς τοῦ καθηγουμένου ἐπιπλήξεσιν· καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Τῆς θεοπνεύστου γραφῆς λόγος ἐστιν οὗτος· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσί με. Καὶ σημεῖον τῆς ἀγάπης ἐπιδείκνυσι λέγων· Ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. Ἐπεὶ οὖν κἀγὼ ὁ ταπεινὸς εἰς τοῦτο ἡμῖν κατεστάθην ἀναγκαίως ἐν τῇ προλαβούσῃ κατηχήσει ἐπέπληξα ὑμᾶς, οὐκ ἵνα λυπηθῆτε, τολμῶ τὸ τοῦ ἀποστόλου φθέγξασθαι, ἀλλ᾽ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς συλλυπούμενος ἐπὶ τῇ θλίψει καὶ συνηδόμενος ἐπὶ τῇ χαρᾷ ὑμῶν. Πρός τινα δὲ ἀπίδω ἕτερον, ἢ ὑπὲρ ὑμῶν; Ὑμεῖς γάρ μου καὶ ἀδελφοὶ καὶ τέκνα καὶ πατέρες, φίλοι καὶ συγγενεῖς, ἀγαπητοὶ καὶ ἐπιπόθητοι· χαρὰ καὶ στέφανος· Καὶ ὅτι ἂν ἄλλο ἐστὶν εἰπεῖν οἰκειότητος ὄνομα. Μαρτυρῶ δὲ ὑμᾶς ὡσαύτως ἔχειν, καὶ μήτε πρὸς γένος, μήτε πρὸς πατρίδα, μήτε πρὸς ἄλλο τι τῶν ὁρωμένων ἐπιστρέφεσθαι, ἀλλ᾽ ἢ μόνον πρὸς θεὸν, καὶ μετὰ θεὸν εἰς τὴν ἐμὴν ταπείνωσιν. Καὶ χάρις τῷ οὕτως ἡμᾶς συνάψαντι θεῷ ἐν ἁγίῳ Πνεύματι ἀγαπᾶν καὶ ἀνταγαπᾶσθαι, στέργειν καὶ ἀντιστέργεσθαι· ἓν σῶμα καὶ πνεῦμα εἶναι, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν.
Λοιπὸν χαίρωμεν, ἀδελφοὶ, καὶ συγχαίρωμεν ἀλλήλοις· ὅτι πολλάκις συμβαίνει ὑμᾶς ἐπιπλήττεσθαι ξενοπαθῶμεν· ἀλλ᾽ ὅτι ἐξ ἀγάπης καὶ πρὸς τὸ κοινῇ συμφέρον οἴσωμεν μακροθύμως τὴν παιδείαν. Γέγραπται γὰρ· Υἱὲ μὴ ὀλιγώρει παιδείας κυρίου· μὴ δὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ, κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Λέγει δὲ καὶ ὁ ἀπόστολος· Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός. Τίς γάρ ἐστιν ὁ υἱὸς, ὃν οὐ παιδεύει ὁ πατήρ; εἰ δὲ χωρὶς ἐστὲ παιδείας, ἦς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Εἶτα πλουτεῖν μὲν καὶ δυναστεύειν, εἴ τι ἄλλο τῶν ἀνθρώποις περισπουδάστων, οὐκ ἀμωγητὶ προσγίνεται· ἀλλὰ πολλῷ μόχθῳ καὶ πόνῳ, τυχεῖν δὲ θεοῦ καὶ τῶν θείων ἀμοιβῶν ῥᾶστόν τι πρᾶγμα καὶ εὔκολον ὑποληψόμεθα· καὶ οὐχὶ μυρίων πόνων καὶ ἱδρώτων γέμον, καὶ πῶς οὐκ ἂν εἴη τοῦτο τῆς ἐσχάτης εὐηθείας τεκμήριον; Τοίνυν διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀκούομεν· καὶ τὸ· Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν τὴν αἰώνιον. Δι᾽ ἣν αἰτίαν οὕτως; Ὅτι μὴ ἠθελήσαμεν ἐπιμεῖναι τῇ δοθείσῃ ἡμῖν ἀλύπῳ ζωῇ καὶ ἀπείρῳ χαρᾷ κατ᾽ ἀρχὰς ἐν παραδείσῳ· ἀλλ᾽ εἰλάμεθα ἀβουλίᾳ ἐμπεσεῖν εἰς τὸν πολύθλιπτον βίον. Καὶ οὐκ ἄλλως ἀναδράμοιμεν ἐκεῖσε, εἰ μὴ τῇ γυμνασίᾳ τῶν λυπηρῶν κατὰ μίμησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Ὃς, φησιν· ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας. Ὅμως ὅτι τὰ κατὰ θεὸν λυπηρὰ, τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν κουφιζόμενα, οὐδὲ λυπηρὰ πέφυκεν εἶναι. Καὶ διὰ τοῦτο τοῖς ἁγίοις ἑορτὴ ὁ παρὼν καιρὸς ἐνομίζετο· καὶ μαρτυρεῖ ὦδε μὲν ὁ ἅγιος Δαυῒδ λέγων· Ἀγαλλιᾶσθε δίκαιοι ἐν κυρίῳ τῆς ἀγαλλιάσεως τὸ ἀεὶ ὑποδηλώμενος. Ὦδε δὲ ὁ μακάριος ἀπόστολος ἴσα φθεγγόμενος· Χαίρετε ἐν κυρίῳ πάντοτε, καὶ πάλιν ἐρῶ, χαίρετε. Καί τοι γε πενθοῦσι καὶ κλαίουσι, ἀσκοῦσί τε καὶ ἀθλοῦσι καὶ πάσχουσι πολυτρόπως ὑπὲρ τοῦ ἀγαθοῦ ταῦτα διείλεκτο. Ἀλλ᾽ ὅμως ἡ κατὰ θεὸν λύπη εὐφροσύνης ὑπόθεσις τοῖς ἐναρέτοις λογίζεται.
Οὐκοῦν καὶ ἡμεῖς, ἀδελφοὶ, ὡς ἑορτὴν ἄγοντες καθ᾽ ἑκάστην, ἐγκαρτερῶμεν τοῖς κατὰ θεὸν λυπηροῖς, μηδαμῶς ἐκλυόμενοι ἐν ταῖς παρὰ τοῦ διαβόλου πάλαις τε καὶ μεθοδείαις. Ἀλλ᾽ εἰ καὶ ἔσθ᾽ ὅτε ἀπονυστάζειν συμβαίνει, καὶ ἔξω τι τοῦ δέοντος φέρεσθαι κατά τε νοῦν ἢ λόγον, ἢ πρᾶξιν, θᾶττον διανιστάμεθα, εἰς τὴν προτέραν κατάστασιν ἀνατρέχοντες· εἰδότες ὅτι καὶ στρατιώτης ἐκεῖνος τὰς παρὰ βασιλέων τιμὰς κομίζεται ὁ πολεμιστὴς καὶ μάχιμος, οὐ μὴν ὁ φυγὰς καὶ ἀφιλοπόλεμος· ὥστε καὶ ἡμεῖς ἐπιμένοντες ἕως ἐσχάτης ἀναπνοῆς τῷ ἀοράτῳ πολέμῳ, καὶ τὰς αἰωνίους ἀμειβὰς ἀμειψόμεθα ἐλέει θεοῦ, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.