Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 133
ΚΑΤΗΧΗΣΙΣ ΡΛΓ΄.
Περὶ τῆς σωτηριώδους ἐξαγορεύσεως· καὶ ὅτι χρὴ καθ᾽ ὃ ἕκαστος ἔλαβε χάρισμα μεταδιδεῖν ἑτέροις.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Καὶ σιωπᾶν βούλομαι, καὶ λαλεῖν ἀναγκάζομαι· τὸ μὲν διὰ τὸ μὴ λυπεῖν ὑμᾶς, τὸ δὲ διὰ τὴν κελεύουσαν ἐντολήν. Λάλει γάρ, φησι, καὶ μὴ σιωπήσῃς· διότι ἐγὼ εἰμὶ μετὰ σοῦ. Εἰ γὰρ καὶ πρὸς τὸν ἀπόστολον εἴρηται ὑπὸ τοῦ κυρίου· ἀλλ᾽ ὅμως καὶ πᾶσι τοῖς προστάττειν λαχοῦσιν ἁρμόδιος ὁ λόγος. Καὶ δὴ καὶ ἡμεῖς λαὸς κυρίου, καὶ λαὸς ἡγιασμένος, προσθείην δ᾽ ἂν, καὶ πολὺς, εἴπερ πρὸς τὴν ὅλην ἀδελφότητά ἐστιν ἀποσκοπεῖν. Ἀλλὰ τί ὅτι λελύπημαι ἐν ὑμῖν ἐν ταῖς παρούσαις ἡμέραις, καὶ λύπην οὐκ ἀνεκτήν; Ἐπιλέλοιπεν οὖν ὡς ἔοικεν ἡ ἐξαγόρευσις, τὸ μέγα καὶ σωτήριον κατόρθωμα· καὶ εἰ μὲν ἑώρων ὑμᾶς ταύτῃ βελτίους γιγνομένους, ἔχαιρον ἂν, ὡς πραγμάτων ἀπηλλαγμένος· οὐκ ὀλίγου γὰρ κόπου τὰ τῶν ἄλλων θεραπεύειν τὰ ἀῤῥωστήματα. Ἐπειδὴ βλέπω ἡμᾶς εἰς τοὐναντίον περιτρεπομένους, ἐννοῶ τὸ αἴτιον. Πόθεν γὰρ, εἰπέ μοι, ἐν ὑμῖν αἱ παῤῥησίαι, καὶ αἱ ἐντεῦθεν τικτόμεναι ἀτοπεῖαι; Οὐχὶ ἐκ τοῦ μὴ ἐξαγορεύειν, ἀλλὰ συγκρύπτειν ἑαυτῶν τοὺς ὀλεθρίους λογισμούς; Καὶ γοῦν ἀρχή τις καὶ ῥίζα τῶν ἐν ἡμῖν ἁμαρτανομένων ὁ ἔκτοπος λογισμὸς· ὃς θριαμβευόμενος μὲν ἐλέει θεοῦ φυγαδεύεται κρυπταζόμενος δὲ κατὰ μικρὸν πρόεισιν εἰς τὰ τοῦ σκότους ἔργα. Ἐντεῦθεν οἱ ψυχικοὶ θάνατοι· ἐντεῦθεν οἱ ἀπ᾽ ἀλλήλων διαχωρισμοὶ· ἐντεῦθεν οἱ προφασιστικοὶ λόγοι ἀγνοίας καὶ ἀπάτης. Μενοῦνγε, ὦ ἄνθρωπε, αὐτὰ τὰ κτήνη· οἷς οὐ πάρεστι λόγος, ἴσασιν ἀφ᾽ ἑαυτῶν διαφεύγειν τὴν βλαβερὰν ἐδωδήν; Μή ὅτι ἄνθρωπος ὁ ἐξ αὐτοῦ τοῦ ἁγίου βαπτίσματος πᾶσαν εἴδησιν ἀγαθοῦ πεπλουτηκώς; Σὺ δὲ οὐκ ἤκουσας τῆς γραφῆς λεγούσης· ὅτι ὁ θεὸς ἀρχαίου κόσμου οὐκ ἐφείσατο· ἀλλ᾽ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας; Οὐκ ἔμαθες ὅτι ὁ κύριος πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας, καταστραφῇ κατέκρινεν ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς; Οὐκ ἐπικράσω πολλάκις τοῦ ἀποστόλου βοῶντος; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ κλέπτοντες, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοιδοροὶ, οὐχ ἄρπαγες βασιλείαν τοῦ θεοῦ οὐ κληρονομήσουσι;
Πῶς οὖν ὁ ταῦτα ἀκηκοὼς λέγεις ἠγνοηκέναι τὸ κακόν; Σκῆψις ταῦτα καὶ πρόφασις. Ἀλλὰ τί πάθω καὶ πρὸς τοὺς διδασκάλους τῶν τοιούτων; Δέον νουθετεῖν καὶ ἀσφαλίζεσθαι καὶ τῇ οἰκείᾳ πείρᾳ ὑποστηρίζειν τὸν μαθητευόμενον· ὡς ἂν ἡ ἐκείνου σωτηρία διαβαίνῃ ἐπὶ τὴν τοῦ διδασκάλου δόξαν. Οἱ δὲ κενὸν ὄνομα φέρουσιν, τὴν πρᾶξιν οὐκ ἔχοντες. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, εἰς τὰ τῶν ἁγίων πατέρων ἡμῶν ὑποδείγματα, μᾶλλον δὲ ἵνα οἰκειότερον εἴπω, ἴδετε ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος τὸ λεγόμενον. Ἡλίκον ἐξειργάσατο ὁ ἀββὰς Δωρόθεος τὸν μακάριον Γρηγόριον; Ἡλίκον ὁ ἀββὰς Ἀρσένιος τὸν τρισμακάριον Θαδδαῖον; Ἡλίκον ὁ ἀββὰς Λουκιανὸς τὸν ἀοίδιμον Ἰάκωβον; Ἡλίκον οἱ λοιποὶ τοὺς λοιποὺς, ἵνα μὴ μακρὸν ἀποίσω λόγον. Τῷ ἔχοντί, φησὶ, δοθήσεται· καὶ περισσευθήσεται· ἀπὸ τοῦ μὴ ἔχοντος, καὶ ὁ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Οὐ φοβεῖσθε τὴν ἀπειλήν; Οὐ τρέμετε ὃν τρέμουσι τὰ σύμπαντα;
Διὸ παρακαλῶ καὶ δέομαι ἕκαστος, καθ᾽ ὃ ἔλαβε χάρισμα, τὴν διακονίαν αὐτοῦ πληροφορείτω· καὶ πάντα ὡς ὑπ᾽ ὄψιν κυρίου πραττέτω. Μή τις πρὸς τὸ ἑξῆς ἀνεξαγόρευτος; Μή τις ἀργὸς καὶ ἀπηρείμενος· μὴ δ᾽ αὖ ἀκρατὴς βρώματι ἢ πόματι, ἐξ ὧν τίκτονται τὰ πάθη, μήτε θορυβοποιὸς καὶ λογόμαχος· ἐξ ὧν συνταράσσεται ἡ ἀδελφότης; Τολμᾶς σὺ ὅλως μετὰ λαϊκοῦ συναίρειν λόγον μαχίμως, καὶ ἱσοπαλεῖν ἐν ταῖς πονηραῖς διαλέξεσιν; Οὐκ οὖν, οὐκ εἶ μοναχὸς, ἀλλὰ κακοποιὸς· οὐδὲ υἱὸς εἰρήνης, ἀλλὰ τέκνον ὀργῆς. Καὶ ταῦτα τινές; οἱ νέοι καὶ μὴ γρύσσειν ὄντες ἄξιοι· ὅμως ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν· ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω, εἰς τὸ ἀγαθὸν πρὸς οἰ κοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων μὲ, ἐπέπεσαν ἐπ᾽ ἐμέ. Τοίνυν ὀνειδισθῶμεν ἡμεῖς μετὰ Χριστοῦ καὶ διὰ Χριστὸν, καὶ πάντα καθ᾽ ὑποτύπωσιν τῆς ἐκείνου πολιτείας ἐπειχθῶμεν διαπράττεσθαι, ὡς ἂν εὐαρεστοῦντες ἐνώπιον τοῦ θεοῦ, τύχωμεν βασιλείας οὐρανῶν ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.