Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 15
ΚΑΤΗΧΗΣΙΣ ΙΕ΄.
Μετὰ τὴν μνήμην τοῦ Προδρόμου.
Δογματικὴ περὶ τιμῆς καὶ προσκυνήσεως τῶν ἁγίων εἰκόνων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Χθὲς ἐπειδὴ ἑορτάσαμεν τὴν μνήμην τοῦ Προδρόμου συνεισῆλθεν ἡμῖν πάντως καὶ ἡ μνήμη τῆς ἐν τῷ μοναστηρίῳ διαγωγῆς· πῶς μὲν ἦμεν τηνικαῦτα πάντες ὁμοῦ ἐν τῷ οἴκῳ τοῦ θεοῦ πορευόμενοι ἐν ὁμονοίᾳ· πῶς δὲ νῦν ἦμεν διεσπαρμένοι, ἄλλος ἀλλαχοῦ κατὰ διαφόρους τόπους καὶ χώρας; ἀλλ᾽ ὅτι διὰ τὸν λόγον τοῦ θεοῦ ἡ διασπορὰ, χαίρειν ὀφείλομεν κατὰ τὴν κελεύουσαν ἐντολήν. Χαίρετε, γάρ φησι, καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· ἔπειτα ὅτι καὶ ὁμοιούμεθα τῷ δεσπότῃ εἰρηκότι. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν· ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου· ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Ἐπ᾽ ἀληθείας γὰρ ὥσπερ οἱ Ἰουδαῖοι οὐκ οἴδασι τὸν πατέρα μὴ τὸν Υἱὸν προσδεξάμενοι· οὕτως καὶ οἱ εἰκονομάχοι οὐκ ἴσασι τὸν Χριστὸν μὴ τὴν εἰκόνα αὐτοῦ προσιέμενοι. Καὶ ἡ μὲν ἀλήθεια ἐμφανὴς, οἱ δὲ συνιέντες εἷς ἀπὸ χιλιάδων.
Ὁρᾶτε δὲ αὐτῶν τὸ πονηρὸν φρόνημα διχῶς διαιρούμενον· πὴ μὲν εἰς τὸ μηδ᾽ ὅλως ἀναστηλοῦν τὴν εἰκόνα Χριστοῦ, πὴ δὲ εἰς τὸ ἀνιστοροῦν μὲν ἶσα δὲ τοῖς κατὰ πόλεμον καὶ θήραν ἱστορουμένοις. Καθ᾽ ὃ δὲ φασὶν οὐδὲ δεῖν αὐτὴν προσκυνεῖσθαι· ὅτι μὴ δὲ ἢ βοὸς, ἢ κυνὸς, ἢ λέοντος ἢ παρδάλεως, ἢ ὄφεως, ἢ πετηνοῦ, ἢ ἰχθύος εἰκὼν προσκυνεῖται. Ἐφ᾽ οἷς τίς ἔχων αἴσθησιν οὐ στενάξαι; τίς δὲ οὐ καταγάγοι δάκρυα; ὅτι τὴν εἰκόνα Χριστοῦ, ἦν αἰδοῦνται μὲν ἄγγελοι, φρίσσουσι δὲ δαίμονες, οὐκ ἐρυθριῶσιν θηρίοις τε, καὶ τετραπόδοις, ἑρπετοῖς τε, καὶ πετεινοῖς, καὶ ἐναλίοις συντάσσειν καὶ συνατιμάζειν; Ὦ φοβεροῦ ἐννοήματος! καὶ φοβερωτέρου τολμήματος!
Εἶτα τί; Τὴν μὲν εἰκόνα τοῦ ἀνθρώπου ἄνθρωπον ὀνομάζουσιν, καὶ τὴν τοῦ βοὸς βοῦν, καὶ τὴν τοῦ ὄνου ὄνον, καὶ τὴν τῆς καμήλου κάμηλον, καὶ τὴν τῆς πέρδικος πέρδικα, καὶ τῶν ἄλλων ὁμοειδῶν τε καὶ ἑτεροειδῶν ὡσαύτως, εἴτε ζώων, εἴτε φυτῶν· Χριστοῦ δὲ ἤ τῆς Θεοτόκου, ἢ τινος οὖν τῶν ἁπάντων ἁγίων οὐδαμᾶς, οὔτε κατὰ τὸ πρωτότυπον, οὔτε κατὰ τὸ παράγωγον ὀνομάζειν ἀνέχονται. Ἀλλὰ ἁπλῶς εἰκόνας φασὶ, τὸ τίνος μὴ προστιθέντες· ὡς ἂν μὴ ἐντεῦθεν εἰρχθῶσιν· οὕτω εἰσιν ἀλογίας τε καὶ βλασφημίας ἐπίμεστοι.
Ὑμεῖς δὲ, ἀδελφοὶ, σχολάσατε καὶ γνῶτε ἔτι πρὸς τοῖς εἰρημένοις παρά τε τῶν ἁγίων πατέρων ἡμῶν καὶ ἡμῶν τῶν ταπεινῶν· ὅτι εἰ οἱ τόποι ἐφ᾽ οἷς Χριστὸς ἐγεννήθη ἅγιοι καὶ προκυνητοί εἰσί τε καὶ ὀνομάζονται· καὶ εἴ τις ἐκεῖθεν χοῦν λάβοι ἢ λίθον, περιέπει ὡς κειμήλιον ἱερόν· πόσῳ γε μᾶλλον τὴν εἰκόνα Χριστοῦ τιμητέον καὶ προσκυνητέον, ἐφ᾽ ᾗ ὡς ἐν εσόπτρῳ αὐτός ἐστιν ὁ ἐκφαινόμενός τε καὶ προσκυνούμενος; Φύσις γὰρ αὕτη εἰκόνος, τὸ ἐξεικονιζόμενον κατ᾽ εἶδος φέρειν· Μανθάνω δὲ ὅτι ἐν Ῥώμῃ τὰς κλεῖδας τοῦ Κορυφαίου τῶν ἀποστόλων Πέτρου διὰ τιμῆς ἄγουσιν· καίτοι γε ὁ Κύριος αὐτῷ οὐ κλεῖδας αὐτὰς δίδωσιν αἰσθητάς· ἀλλὰ τὰς διὰ λόγου εἰς τὸ δεσμεῖν καὶ λύειν. Οἱ δὲ ἀργυρᾶς πεποιηκότες ταύτας προστιθέασιν εἰς τὸ προσκυνεῖν. Τοσαύτη οὖν αὐτῶν ἔστιν ἡ πίστις. Κἀκεῖ ἡ ἀῤῥαγὴς πέτρα τῆς πίστεως τεθεμελιωμένη, κατὰ τὸν λόγον τοῦ Κυρίου. Ἐνταῦθα δὲ ὥσπερ δοκεῖ, πλεονάζουσα ἡ ἀπιστία καὶ ἡ ἀνομία. Διὰ τοῦτο ὁ ταπεινὸς ἐγὼ ἀλγυνόμενος τὴν καρδίαν καὶ δεδιὼς τὸ τῆς σιωπῆς κρῖμα ἐξ ἀναγκαίου φθέγγομαι, ἃ φθέγγομαι βράχια καὶ ὀλίγοστα. Εἰ γὰρ οἱ ἑτερόδοξοι οὐ παύονται ἰδίᾳ τε καὶ δημοσίᾳ, ἐγγράφως τε καὶ ἀγράφως γλῶσσαν βλάσφημον κεινεῖν κατὰ Χριστοῦ· ἡμεῖς οὐ δὲ οἴκοι καθήμενοι ὁμιλήσωμεν πρὸς ἀλλήλους τὰ προσήκοντα; Καὶ πῶς οἴσομεν τὴν ὀργὴν Κυρίου; Πῶς δὲ μιμησόμεθα τοὺς Πατέρας ἡμῶν, οἱ ἐν τοῖς ὁμοίοις καιροῖς τὸ ὑποσιωπᾶν καὶ ὑποστέλλεσθαι προδοσίαν ἀληθείας ἔφασαν εἶναι. Οὐκοῦν λαλητέον, καὶ ἀκουστέον, καὶ προσεκτέον λόγῳ τε καὶ ἔργῳ.
Καὶ γὰρ οἱ μακάριοι ἀπόστολοι οὔπω θείῳ κηρύγματι μόνον, ἀλλὰ τῷ ἀλήπτῳ βίῳ περιεγένοντο τῆς οἰκουμένης φωτίζοντες τοὺς ἐσκοτισμένους· ἁλίζοντες τοὺς μεμωραμμένους, πῆραν καὶ ῥάβδον μόνον ἐπιφερόμενοι.
Οὓς μιμούμενοι, ἀδελφοὶ, καταμφότερα εὐδοκιμῶμεν, ἀρκούμενοι τοῖς παροῦσιν, μὴ φιλαργυροῦντες, ἀλλὰ ἀκτημονοῦντες. Τοῦτο δὲ οὐ δι᾽ ἡμᾶς, ἀλλὰ διὰ τοὺς πόῤῥωθεν εἴρηται, μὴ ποιούμενοι προσόδους παρὰ καιρὶν, μὴ συναυλιζόμενοι γυναιξὶν, ἐξ ὧν ἐστι ὁ θάνατος. Καίγε εἰ οὕτως ἀναστρεφόμεθα, δοξασθεῖται ὁ θεὸς ἐν ἡμῖν, μεγαλυνθήσεται ἡ προκειμένη ὁμολογία, αἰδεσθήσονται καὶ οἱ ἐναντίοι ὅσον ὅσον πρὸς ἐπιστροφήν. Εἰ δὲ μὴ οὕτως· δέος μὴ ἀντὶ μακαρισμοῦ, κατάκριμα ἀπενεγκοίμεθα αἰώνιον. Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης, ὁ μεταποιῶν πάντα καὶ μετασκευάζων πρὸς τὸ βέλτιστον, εἰρηνεύσειεν τὴν ἐκκλησίαν αὐτοῦ, ὑμᾶς δὲ συνετίσειεν, καὶ πάντας σώσειεν εἰς τὴν βασιλείαν τὴν ἐπουράνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.