Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 14
ΚΑΤΗΧΗΣΙΣ ΙΔ΄.
Μετὰ τὴν μνήμην τοῦ ἁγίου Θεοδώρου.
Περὶ τῆς ἐνθέου ἡμῶν πολιτείας, καὶ τοῦ μὴ ὑποπτήσειν ἐν τοῖς πειρασμοῖς.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Λαλεῖν ἡμᾶς δεῖ, ἀλλὰ μὴ σιωπᾶν ἐπὶ πολύ· ἡ γὰρ σιωπὴ ὕπνον ἐμποιεῖ τῇ ψυχῇ ὁ δὲ ὕπνος παραίτιός ἐστι θανάτου· ὅνπερ ἀπευχόμενος ὁ ἅγιος Δαυῒδ ἔλεγεν· Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον. Λόγος δὲ ἐν καρδίᾳ κινούμενος πηγή ἐστι ὕδατος ἁλλουμένου εἰς ζωὴν αἰώνιον. Οὗ τί ἂν γένοιτο ὠφελιμώτερον; Καὶ τοῦτο πάλιν εἰδὼς ὁ μακάριος ἀπόστολος ἔλεγεν· Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς. Ὁρᾷς ὅτι διδάσκει ἡμᾶς ἑαυτοὺς καὶ νουθετεῖν παρακελεύσεται, καὶ μὴ μόνον ἀρκεῖσθαι τοῖς οἰκείοις ὑπομνήμασιν. Ἐγὼ τοίνυν ὁ ταπεινὸς ὁσάκις ἂν ὑμῖν διαλέγωμαι, ὁμολογῶ ὀφελεῖσθαι. Ἀνακαλοῦμαι γὰρ ἐμαυτὸν ἀπὸ τῆς συγχύσεως τοῦ τῇδε βίου, καὶ νηφαλαιότερος γίνομαι τῶν οἰκείων πλημμελημάτων. Σύγχυσις γάρ ἐστι ἐνθάδε βίος, καὶ λόγοι πονηροὶ ἐμβάλλονται ἐν αὐτῷ καθ᾽ ἑκάστην, καὶ ἀκοαὶ μάταιαι συνεπιτιθεμένου καὶ τοῦ διαβόλου διὰ τῶν ἐναντίων λογισμῶν.
Καὶ δεῖ ἀποσκευάζειν ταῦτα ἀεὶ διὰ τὸν λόγον, καὶ καθαρὸν περιστᾶν τὸ συνειδὸς καὶ προσέχειν εἰς ὃ κείμεθα. Εἰς τί δὲ κείμεθα; Εἰς τὸ δουλεύειν τῷ θεῷ ζῶντι, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, τὸν ῥυσάμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης, καθὰ γεγραμμένον. Οὐδεὶς δοῦλος ἀναμένων δεσπότην, οὐδὲ ὑπεύθυνον κριτὴν καθεύδει καὶ ἀναπαύεται καὶ δᾳδουχεῖται· ἀλλὰ νήφει καὶ γρηγορεῖ καὶ ἀγωνιᾷ τὴν ὑπάντησιν· ἥνπερ ὑποδεικνύων πάλιν ὁ Ἀπόστολος λέγει· Ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ· καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
Ἀλλὰ τίνες; Οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ πρᾳεῖς, οἱ εἰρηνοποιοὶ, οἱ ἐλεήμονες, οἱ τὸν ζυγὸν τῆς ὑποταγῆς διανύσαντες, οἱ τὴν ὁμολογίαν ἀνεξάρνητον διαφυλάξαντες, οὗτοι συνέσονται. Οἱ δὲ τὰ φαῦλα πράττοντες, οἱ δυσήκοοι, οἱ δυσήνιοι, οἱ ἀρνηταὶ τῆς ὑποταγῆς, οἱ τῶν ἄλλων κακῶν πράττοντες, οὗτοι οὔτε ἀρθήσονται ἐν νεφέλαις, οὔτε συνέσονται τῷ Κυρίῳ. Ἀλλὰ τὸ ἐλεεινότατον, δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ· ὅπερ ἀπείη περὶ ἡμῶν καὶ λέγειν. Διὰ τοῦτο ἀνασκεπτέον καὶ φροντιστέον τὰ τῆς σωτηρίας ἡμῶν.
Ἰδοὺ γὰρ πρὸς τοὺς ἄλλους συνελήφθη καὶ ὁ τοῦ οἰκονόμου ἀδελφὸς Γρηγορίου· καὶ τί ἀποβήσεται οὐκ ἴσμεν, καὶ ὡς ἔοικεν γειτνιάζουσιν ἡμῖν οἱ πειρασμοί. Ἀλλὰ μὴ δείσωμεν, μὴ δὲ ὑποπτήξωμεν ἀπὸ τῶν ἐπανισταμένων πειρασμῶν. Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; Εἰ ἐν τοῖς προλαβοῦσι διωγμοῖς μεθ᾽ ἡμῶν, πῶς οὐχὶ καὶ ἐν τοῖς φθάσασιν ἔσται μεθ᾽ ἡμῶν τῶν ταπεινῶν ἐνισχύων καὶ ἐνδυναμῶν ἡμᾶς κατὰ τὴν ὑπόσχεσιν πρὸς ἅπαντα; Τί δὲ καὶ δράσουσιν οἱ ἀντικείμενοι; Πάλιν διώξουσιν ἡμᾶς; Ἀλλὰ τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Πάλιν φυλακίσουσιν; Ἀλλ᾽ οὐδὲν τῆς διὰ Χριστὸν φυλακῆς γλυκύτερον. Πάλιν μαστιγώσουσιν; Ἀλλὰ πλειόνων στεφάνων ἡμῖν αἴτιοι ἔσονται. Εἰ δὲ καὶ θανατώσουσιν· ἀλλὰ καὶ ὁ Κύριος ὑπὲρ ἡμῶν τεθανάτωται. Εἰ ἀπεθάνομεν, φησὶ, καὶ συζήσωμεν· εἰ ὑπομένωμεν καὶ συμβασιλεύσωμεν.
Τοιοῦτος ἦν ὁ μακάριος καὶ μέγιστος μάρτυς Θεόδωρος, οὗ νῦν καὶ τὴν μνήμην ἀπετελέσαμεν, πάντα μετὰ χαρᾶς ὑποίσας διὰ Χριστόν. Ταύτῃ τῇ πεποιθήσει καὶ ἡμεῖς οἱ ταπεινοὶ ἔτι δουλεύσωμεν τῷ Κυρίῳ· ταύτῃ τῇ ἐλπίδι ὑπομένωμεν πᾶσαν θλίψιν καὶ στενοχωρίαν τῶν συμβαινόντων· ἵνα διά τε τῆς ὑποταγῆς καὶ τῆς ὁμολογίας καταξιωθῶμεν γενέσθαι κληρονόμοι βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἀγαθῷ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.