Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 17
ΚΑΤΗΧΗΣΙΣ ΙΖ΄.
Εἰς τὸ θέρος.
Περὶ τοῦ πνευματικοῦ θερισμοῦ καὶ τῆς ἐπιτεταγμένης ἀσκήσεως τῶν τοῦ Χριστοῦ θεραπόντων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Θέρους ὥρα, καθὼς ὁρᾶτε· καὶ ἕκαστος γεωργὸς συνανίσταται εἰς συγκομιδὴν τῶν σπερμάτων. Καὶ οὔτε ἥλιος ἐπικαίων δαμάζει τὸν ἐργάτην, ἀλλ᾽ ἕωθεν μέχρις ἐσπέρας διαγωνίζεται· πὴ μὲν κυρτούμενος, πὴ δὲ ὑψούμενος ἕως ἂν συντελέσῃ τὸ προκείμενον ἔργον. Τί οὖν ἡμεῖς οἱ τοῦ Χριστοῦ θεραπευταὶ ὀνομαζόμενοι, ἔχομεν ἄρα θέρος; Καὶ πάνυ μὲν οὖν· καὶ θέρος τοιοῦτο, οἷον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑποδείκνυσι τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· Οὐκ ὑμεῖς λέγετε, ὅτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. Ἤδη καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
Ὑποδέδεικται οὖν ἐκ τῶν εἰρημένων, ὅτι καὶ σπόρος καὶ ἄμητος ἡμῖν πρόκειται καὶ οὐχ ὡρισμένον τινὶ καιρῷ, ἀλλὰ διαπαντὸς καὶ εἰς ἀεί. Θερίσωμεν τοιγαροῦν λοιπὸν, ἀδελφοὶ, προθύμως, τουτέστιν ὁ διδάσκων τὴν διδασκαλίαν· ὁ προϊστάμενος τὴν σπουδήν· ὁ διακονῶν τὴν διακονίαν· ὁ ὑποτασσόμενος τὴν ὑπακοήν· ὁ ἡσυχάζων τὴν ἡσυχίαν· ὁ προσευχόμενος τὴν ἐπιμονήν· οἱ πάντες τὰ πάντα ἐν πᾶσι, καθ᾽ ὅσον οἶόν τε δεινὸν τοὺς σαρκικῶς ἐργαζομένους προθύμως τῶν ἔργων ἐφάπτεσθαι· ἡμᾶς δὲ ῥᾳθύμως καὶ ἐκλελυμένως προσιέναι τοῖς πνευματικοῖς σπουδάσμασι. Δεινὸν ἱδρῶτι περιῤῥεομένους ἐκείνους μὴ ἀπέχεσθαι τῶν πόνων· ἡμᾶς δὲ ἁψικόρως ἔχειν περὶ τὸν τόνον τῆς ἀσκήσεως; Οὐ βασιλεία οὐρανῶν πρόκειται; οὐ ζωὴ αἰώνιος; οὐ χαρὰ ἀνεκλάλητος; Ἔστιν ἄρα ῥαθυμίᾳ χρώμενος κτήσασθαί τι τῶν μεγίστων ἐπιθυμουμένων; Οὐδαμῶς.
Οὐκοῦν διεγερτέον πάσῃ σπουδῇ, καὶ θεριστέον οὐ φθαρτὰ τινὰ καὶ ἐπίκηρα, ἀλλ᾽ ἄφθαρτα καὶ αἰώνια· ὡς ἂν ἐξῇ καὶ περὶ ὑμῶν λέγεσθαι· Τοὺς πόνους τῶν καρπῶν σου ὅτι φάγεσαι, μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Μή τις εἴπῃ ἀσθενής εἰμι, καὶ οὐ δύναμαι θερίζειν· ἀσθενὴς εἶ τῷ σώματι· τῷ δὲ πνεύματι, εἰ βούλει, ἔῤῥωσαι κατεργάζεσθαι τὸ ἀγαθόν. Δάκρυον ἔχεις, φυλακὴν νοὸς ἔχεις, κατάνυξιν ἔχεις, εἰρήνην ἔχεις καὶ τὸν ἁγιασμὸν, ἅ τινά εἰσι φίλα τῷ θεῷ ὅτι μάλιστα. Μή τις εἴπῃ ὑπεσκίλισμαι καὶ οὐ δύναμαι ὀρθοποδῆσαι. Θέλησον δὴ μόνον, καὶ ἐγερεῖ σε ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ἀποστρέφων οὐκ ἐπιστρέφει; Καὶ ζῶ ἐγὼ, λέγει κύριος, οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Τίνα οὖν λοιπὸν πρόφασιν εὔλογον ἕξομεν; Τίνα δὲ ἀπολογίαν εὐπρόσωπον, μὴ οὐχὶ πάσῃ προθυμίᾳ ποιεῖσθαι τὰς ἐντολὰς καὶ τυχεῖν τῶν ἐν ἀπαγγελίαις ἀγαθῶν; Εἰ δὲ οἱ ἅγιοι Πατέρες ἡμῶν κεκοπιάκασιν, ἔσπειραν, ἐθέρισαν, συνήγαγον εἰς τὰς αὐτῶν ἀποθήκας ζωὴν αἰώνιον, καὶ νῦν εἰσι χαίροντες καὶ ἀναμένοντες τὴν ἀποκάλυψιν τῆς ἐσχάτης ἡμέρας, ἐν ᾗ ἐκλάμψουσιν ὡς ὁ ἥλιος,
Μὴ τοίνυν παρακαλῶ, ἀλλοτριωθῶμεν τῶν μακαρίων ἐκείνων, ἀδελφοὶ, μηδὲ μικραῖς καὶ ὀλίγαις ἡδοναῖς καὶ ἡμέραις προησώμεθα τὴν σωτηρίαν ἡμῶν, ἀθάνατα κολασθησόμενοι. Ἀλλὰ καθ᾽ ὅσον οἷόν τε ἀγωνισώμεθα κατόπιν αὐτῶν ἰέναι πάντα στέγοντες, πάντα ὑπομένοντες, ἵνα βασιλείας οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.