Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 18

ΚΑΤΗΧΗΣΙΣ ΙΗ΄.
Εἰς τὸ θέρος.
Περὶ ἀπροσπαθείας τῶν τῇδε ἡδέων, καὶ ἐφέσεως τῶν αἰωνίων ἀγαθῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἔκλυσιν ποιεῖται τοῦ σώματος ἡ ὥρα τοῦ θέρους συνεπιτιθεμένης καὶ τῆς ἀγρυπνίας· καὶ τάχα ἀποκναίομεν πρὸς τὴν ἀκρόασιν τῆς κατηχήσεως. Ἀλλ᾽ ἐπειδὴ ὡς καθ᾽ ἡμέραν ἀποθνήσκοντες ὀφείλομεν κατὰ τὴν νομοθεσίαν τοῦ ἀποστόλου· ἀποθνήσκων δέ τις ἐπιτάφια φθέγγεται, καὶ προσεκτοὺς ἀπεργάζεται τοὺς ἀκούοντας· φέρε καὶ ἡμεῖς μὴ ἀποκνήσωμεν ἀκούειν. Ἀλλ᾽ ὡς ἐπὶ διαθήκης ἀναγινωσκομένης προσίχωμεν τοῖς λεγομένοις. Διαθήκη μὲν οὖν τῶν κατὰ σάρκα, ἐπειδὴ σαρκικὴ, καὶ σαρκικὰ διαγορεύει· τουτέστι κληρονομίαν ἀφίησιν γυναικὶ, τέκνοις, ἀδελφοῖς, συγγενέσιν, εἴ τι ἄλλο ἐστιν ἔθος διαγράφεσθαι. Ἡ δὲ καθ᾽ ἡμᾶς διαθήκη οὐδὲν ὑποφαίνει τοιούτων· ἀλλὰ τί; Ὅτι ξένοι καὶ παρεπίδημοί ἐσμεν ἐπὶ τῆς γῆς, καὶ ὅτι οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενέγκειν τι δυνάμεθα· καὶ ὅτι μετατιθέμεθα ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, καὶ ἀπὸ ἀτιμίας εἰς δόξαν, καὶ ἀπὸ θνητότητος εἰς ἀθανασίαν, ὥστε οὐκ ἄν τις ἁμάρτοι, εὐαγγέλιον τὴν διαθήκην ταύτην ὀνομάζων. Ἐπεὶ καὶ ὁ ἀπόστολος ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον ἔφησεν. Καὶ ἀλλαχοῦ πάλιν· Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν· τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι· τὸν δρόμον τετέλεκα· τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὁρᾶτε ὅτι ὡς εὐαγγελιζόμενός ἐστι τὴν ἐνταῦθα μετάστασιν· οὐκοῦν ἐστιν εὐαγγέλιον ἡ καθ᾽ ἡμᾶς διαθήκη.

Ἡδέως ἀκούωμεν τῶν λεγομένων. Καὶ προθύμως ἐχώμεθα τῆς ἀσκήσεως πρὸς μηδὲν τῶν σαρκικῶν καθηκόντων ἐπιστρεφόμενοι, μὴ πρὸς γονεῖς, μὴ πρὸς ἀδελφοὺς, μὴ πρὸς συγγενεῖς. Καὶ τί λέγω τοῦτο κἀκεῖνο; ἀλλὰ γὰρ μὴ δὲ πρὸς αὐτὴν τὴν κτίσιν ἐπιστρεπτέον· Καί γε τις τῶν ἁγίων πατέρων ἡνίκα τῆς κέλλης προΐῃ, κάλυμμα ἐπὶ τὴν κεφαλὴν ἐπετίθῃ πρὸς τὸ μὴ ἀτενίσαι τὴν αὐγὴν τοῦ ἡλίου· καὶ ἐπερωτώμενος τὴν αἰτίαν ἀπεκρίνατο· Τί θέλω τοῦτο τὸ φῶς τὸ πρόσκαιρον ἰδεῖν; Οὕτως ὁ φιλόθεος ἀνὴρ πάντων ἐκστὰς, μόνης τῆς τοῦ θεοῦ ἀγάπης καὶ θεωρίας ἔχεται. Καὶ ὁρᾷ μὲν τὴν ἐπουράνιον θαυμάζων καὶ ὑμνῶν τὸν ἀριστοτέχνην θεόν· θᾶττον δὲ τῶν κατ᾽ αἴσθησιν μετελθὼν ἐν τοῖς ἀοράτοις γίνεται· ἐντεῦθεν καρπούμενος ἀγαλλίασιν καὶ εὐφροσύνῃν πνευματικὴν ἐνθεαστικώτατα. Τοιοῦτος ἦν ὁ πατριάρχης Ἀβραάμ· γέγραπται γὰρ ὅτι πίστει παρώκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ, τῶν συγκληρονόμων τῆς αὐτῆς ἐπαγγελίας· Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. Τοιοῦτος καὶ ὁ μέγας Μωσῆς· πίστει γὰρ κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Τοιοῦτοι καὶ πάντες οἱ ἅγιοι μὴ σκοποῦντες δὴ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, μὴ δὲ ὀρεγόμενοι τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώνια, κἂν τούτοις πρὸς τὴν θείαν μίμησιν ὅσον ἐφεκτὸν ἀποτυπούμενοι. Τὴν οὖν ὄρεξιν ταύτην καὶ ἡμεῖς κτησόμεθα, καὶ οὐκ ἂν ποτε ἐπιθυμήσωμεν τὰ ὡραῖα τούτου τοῦ βίου, οὐ δὲ θαυμάσομεν τοὺς σαρκικοὺς ζῶντας· μᾶλλον δὲ μέγα ἐπ᾽ αὐτοῖς στενάξομεν· ὅτι τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ ἐπηγγελμένοι κληρονομεῖν, περὶ χρυσὸν, καὶ ἄργυρον, καὶ τὰς φθοροποιοὺς ἡδονὰς ἐμματαιάζουσιν, ἑκουσίως καὶ περὶ τὰ καλὰ ἀβλεψίαν ὑπομένοντες.

Ἡμεῖς δὲ, ἀδελφοὶ, ὡς ἀποστολικῶς εἰπεῖν, ἀνεκεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὰ ἄνω ζητῶμεν, τὰ ἄνω φρονῶμεν· οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος, ὡς ἂν ἐξῇ καὶ περὶ ἡμῶν εἰρῆσθαι· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, καὶ ὑμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐν ῷ καὶ παρασταίημεν ἀκατάγνωστοι εἰς ἡμέραν ἀνταποδόσεως τῆς δικαίας κρίσεως τοῦ θεοῦ, ἐπὶ τοῦ φοβεροῦ καὶ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, τὴν εὐκταίαν φωνὴν ἀκούοντες, καὶ εἰς οὐρανῶν βασιλείαν προσλαμβανόμενοι ἐν αὐτῷ Χριστῷ Κυρίῳ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·