Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 31
ΚΑΤΗΧΗΣΙΣ ΛΑ΄.
Περὶ τῆς κοιμήσεως τοῦ ὁσίου πατρὸς ἡμῶν Θεοδώρου.
Περὶ τῆς μελλούσης κρίσεως, καὶ ὅτι ὁ παρὼν πόλεμος, οἷς μὲν καθέστηκεν ἀρετῆς, οἷς δὲ κακίας.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἠσθένησα, καὶ πάλιν εὐχαῖς ἡμῶν ἀνακέκλημαι· ἀλλ᾽ ἕως ποτε μέλλομεν ἔρχεσθαι ἐπὶ τὸ πάλιν; Ἐλεύσεται δὴ πάντως ἡ ἐπιθανάτιος ἡμέρα, ὅτε οὐχ ἔξει χώραν τὸ πάλιν, χωρίζουσά με ἀφ᾽ ὑμῶν καὶ ἀναπέμπουσα ἐκ τῶν ἐνθένδε. Οὐ μὴν διὰ τοῦτο λογιστέον ὀρφανίας· ἀψευδὴς γὰρ ὁ εἰπὼν — Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἄλλως τε ὅτι καὶ ὀψόμεθα ἀλλήλους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἀλλ᾽ εἴη εἰπεῖν ἐν χαρᾷ ἀνεκλαλήτῳ καὶ ζωῇ ἀτελευτήτῳ.
Ὃ δὲ πέπονθα ἐν τῇ ἀσθενείᾳ ἴσθε. Πῶς ὑπὸ ῥίγους συσχεθεὶς ἀνυπόστατον κλόνον ὑπέστην. Εἶτα πῶς θᾶττον ἐβλήθην ὑπὸ διακαοῦς πυρετοῦ ὅλην τὴν ἡμέραν· Ἐνεθυμήθην εἰς ἐμαυτὸν πάσχων, ὅτι μήποτε καὶ ἐν τῇ μελλούσῃ κρίσει ἀπὸ τῆς τῶν ταρτάρων τιμωρίας ἐστι μεταπίπτειν εἰς τὴν γέενναν τοῦ πυρὸς, καὶ δυοῖν τυχὼν τιμωριῶν ἢ καὶ πλειόνων ὑπεύθυνος εἴη ὁ ταλαίπωρος ἄνθρωπος, πλὴν ἤτε μιᾶς εἴτε δυοῖν τεκμαίρεσθαί ἐστιν ἐκ τῶν ἐνταῦθα ἀλγεινῶν, τὴν ἀνυπόστατον ἐπὶ τοῖς ἁμαρτωλοῖς ὀργὴν τοῦ θεοῦ· καὶ φόβῳ πολλῷ καὶ τρόμῳ συνέχεσθαι ἐντεῦθεν εἰς τὸ μὴ ἐμπεσεῖν εἰς τὰς ἀνυποίστους κολάσεις ἐκείνας.
Τοὶ γὰρ οὖν ὁ παρὼν διωγμὸς, οἷς μὲν ὕλη ἀρετῆς εὑρέθη, ἐν ᾧ ἐξέλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα· ἐμοὶ δὲ, εἰ θέμις εἰπεῖν, εἰς ἡμέραν Χριστοῦ. Τί οὖν καλὸν μὴ ἐργασάμενοι, εἰς οἵαν δὲ βελτίωσιν οὐ προελθόντες; ὅτι καὶ ἑαυτοὺς καὶ ἔσωσαν καὶ σώζουσιν ἐγγυμνασθέντες τοῖς πειρασμοῖς πυρωθέντες ταῖς θλίψεσι χρυσοειδῶς, ἄλλους τε προσιέμενοι, καὶ σωτῆρες πολλῶν ὀφθέντες ὁμοταγῶν τε καὶ ἑτεροταγῶν. Μεθ᾽ ὧν εἴη μοι μερὶς, καὶ εἰ τίνι φίλον ἐμοὶ συντάττεσθαι! Οἷς δὲ καὶ τούτοις ὀλιγοστοῖς, ὕλη κακίας, τῇ αὐθαιρέτῳ ζωῇ καὶ οἱονεὶ ἀπονοσφίσει τῆς ὑποταγῆς ἐνεργήσασι τὰς ἑαυτῶν αἰσχύνας. Ὅθεν γραφικῶς εὔκαιρον· — Ἐσκότασε τὸ εἶδος τοῦ προσώπου αὐτῶν ὡς ἡ ἀσβολή· πρὸς οὓς καὶ βοήσομαι· Υἱοὶ ἄνομοι ἐγκαταλίπετε τὸν κύριον, ἠλλάξατε νόμιμα τῆς μοναδικῆς διαβιώσεως· τροχιὰς ὀρθὰς οὐκ ἔχετε· ἀλλ᾽ ὡς χωλοὶ ἐκτρέπεσθε ὦδε κἀκεῖσε φερόμενοι· ἀποδιίστασθε τῶν συνοδιῶν ὑμῶν· φιλογυνιάζετε, οἱ μὲν μεμονωμένοι τυγχάνοντες, οἱ δὲ ἔτι δούλους ὠνούμενοι· ἔνιοι ἐμπορικὴν ζωὴν διαμείβοντες διὰ τὴν φιλάργυρον γνώμην. Οὐ φοβεῖ ὑμᾶς οὔ τε ἄρα προφητικὴ, οὐ τε ἀποστολικὴ ἀπειλὴ, οὐ τε τῆς ἐμῆς ταπεινώσεως ἡ παραίνεσις.
Ὡς δὲ μεμάθηκα, ὅτι καί τις τῶν τοιούτων καὶ κόρῃ συμφιλιάσας πρὸς αὐτὴν τῇ ἁρπαγῇ καὶ τῇ ἀθετήσει τοῦ θεοῦ τοὺς πόδας εὐτρέπισε. Τί λέγεις, ὦ ἄθλιε, καὶ ταλαίπωρε; Ποσάκις ἔψαλες· — Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Φιλιάζειν ὅλως ἤχθης μετὰ τοῦ ὄφεως τοῦ ἠπατηκότος τὴν Εὔαν καὶ ἐκβαλόντος ἐκ τοῦ παραδείσου Ἀδὰμ τὸν προπάτορα ἡμῶν. Ἐνθυμεῖ ὡς ἀρνήσασθαι, ᾧ ἡρμόσθης Χριστῷ, διὰ τοῦ παρθενικοῦ ἐπαγγέλματος, καὶ συναρῆναι τῇ ἁμαρτίᾳ, δι᾽ ἧς θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Οὐκ ἀκούσεις τῆς φωνῆς βοώσης περὶ τῶν οὕτως πραττόντων· — Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; — Οὐκ ἐπακούεις τοῦ ἀποστόλου λέγοντος — Πόρνους καὶ μοίχους κρινεῖ ὁ θεός; — Τί εὑρήσεις ἐν τῷ συντελέσαι τὴν ἁμαρτίαν; Οὐχὶ σκότος καὶ μάχαιραν τέμνουσάν σου τὴν καρδίαν; οὐχὶ ὑπογνώεις βόθρον, οὐκ αὐτὸν τὸν ἠπατηκότα σε σατανᾶν τὴν ἀγχόνην σε καταπνείγοντα ἀσπάσασθαι, καθάπερ τὸν Ἰούδαν ποτέ; Ἀνάνηψον ὁ ἐσκοτισμένος, φεῦγε τὴν παγίδα τοῦ θανάτου ὁ ἐσκελισμένος, μὴ ἁλὼς εἰς πέταυρον ἄδου, ὑφ᾽ οὗ κἀνταῦθα τοῦ Καΐν τὴν ζωὴν ζήσεις τρέμων καὶ στένων καὶ ἀποφεύγων παρὰ προσώπου γνωρίμου ἐν τε τῷ μέλλοντι αἰῶνι καταδικαζόμενος ἐν τῇ γεέννῃ τοῦ πυρός. Τί οὖν ἄλλο ποιήσω ὁ τάλας περιορισμένος ἐν ἑνὶ τόπῳ πρὸς ἅπαντας προειρημένους, τί ἕτερον ἢ τὸ στένειν καὶ διαμαρτύρασθαι καὶ τὴν ἐρχομένην ῥομφαίαν ἀναγγέλλειν; Καὶ οἱ μὲν ἐπακούσοιεν καὶ ἐπιστρέψαιεν ἀπὸ τῆς πεπλανημένης αὐτῶν ὁδοῦ καὶ φερούσης εἰς ὄλεθρον ἑαυτοῖς ἔσονται σωτήριοι, καὶ τῇ ἐμῇ ταπεινώσει; Οἱ δὲ μὴ, μόνοι ἀντλήσονται τὰ κακὰ, μόνοι πορεύσονται εἰς ἐξέκαυσιν, μόνοι τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου τῆς δόξης τῆς ἰσχύος αὐτοῦ· ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς οὐρανοῖς αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς κατὰ τὰς ἐντολὰς αὐτοῦ πορευθεῖσιν· αὐτοῖς μὲν ἀποδιδοὺς τὰ ἄξια γέρα, τοῖς δὲ ἐναντίοις τὰς ἡτοιμασμένας αὐτοῖς ἀτελευτήτους κολάσεις.
Ὑμεῖς δὲ, ὦ ἀδελφοί μου, εὖ πορεύοισθε παρακαλῶ, ἀφ᾽ ἡμῶν ἐξηχούμενος ὁ λόγος τῆς ἀρετῆς καὶ ἐπὶ τοὺς ἀτασθάλους, ἀγάγοιεν τούτους εἰς ἐπίγνωσιν τῆς ἀληθείας, πάντα στέργοντες, πάντα πιστεύοντες, πάντα ὑπομένοντες, ἵνα πάντες ἐν πᾶσιν εὐαρεστήσαντες κυρίῳ φύγοιμεν κολάσεως καὶ τὴν οὐράνιον βασιλείαν κληρονομήσωμεν ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.