Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 30

ΚΑΤΗΧΗΣΙΣ Λ΄.
Εἰς τὸν ἅγιον Παῦλον τὸν ὁμολογητήν.
Περὶ τῆς ἀφάτου φιλανθρωπίας τοῦ δεσπότου Χριστοῦ, καὶ ἀσφαλείας τοῦ κατὰ θεὸν ἡμῶν βίου.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ.

Πολλὴ καὶ ἄφατος ἡ περὶ ἡμᾶς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπία· ὅτι οὐ μόνον ἐλθὼν εὐαγγελίσατο εἰρήνην ἡμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, καθὼς γέγραπται· ἀλλὰ καὶ ἀνελθὼν ἐν τοῖς ἁγίοις κατέλειπεν ἡμῖν τοὺς ἁγίους αὐτοῦ ἀποστόλους τὰ αὐτὰ εὐαγγελιζομένους καὶ πρεσβεύοντας. Φησὶ γὰρ ὁ μακάριος Ἀπόστολος· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ καταλλάγητε τῷ θεῷ· τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα θεοῦ δικαιοσύνην ἐν αὐτῷ. Ὦ τῆς ἀπήρου κηδεμονίας! ὦ τῆς ἀφάτου φιλανθρωπίας! Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν. Πῶς καὶ τίνι τρόπῳ οὐ τὴν διαβεβλημένην ἁμαρτίαν λέγει; Μὴ γένοιτο· — Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ — Ἀλλ᾽ ὅτι τὴν ἐξ ἁμαρτίας φθαρεῖσαν ἡμῶν φύσιν ὑπεδύσατο, καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβεν, καὶ τὰς νόσους ἐβάστασεν, καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, καὶ τὸν ἀτιμώτατον ὑπέστη θάνατον, τουτέστιν ἀμαρτίαν ἑαυτὸν ἐποίησεν. Διὰ τί; ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ. Πῶς; ἀπολυτρωθέντες τῆς διαβεβλημένης ἁμαρτίας, καὶ ἐν αὐτῷ ζῶντες καὶ κινούμενοι. Διὸ καὶ ἐπάγη λέγων· Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν; μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς.

Ὁρᾶτε πῶς παρακαλεῖ καὶ ἀσφαλίζεται· μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς; Τουτέστιν τοῦ μὴ πάλιν ὑπονοστῆσαι εἰς τὰ ὀπίσω· μὴ δὲ τοῖς αὐτοῖς πάθεσιν, οἷς ἀπειπάμεθα ἐνισχυθῆναι· μὴ δὲ παραβάτας τῶν συνθηκῶν γενέσθαι, ῶν ὑπὸ μάρτυρι θεῷ καὶ ἀγγέλοις συνεθέμεθα. Ἀλλὰ τί; ἐν καινότητι ζωῆς περιπατήσωμεν βίον καθαρὸν καὶ ἀνεπίληπτον, βίον ἐνάρετον καὶ οὐράνιον.

Βούλομαι δὲ ἐνταῦθα γενόμενος ὑποδεῖξαι ὑμῖν καί τινα λόγου δύναμιν κρυπτοτέραν· ὁ δὲ λόγος ἔστι τοιοῦτος. Ἡ ψυχὴ ἡμῶν ἐκ λογιστικοῦ καὶ θυμικοῦ καὶ ἐπιθυμητικοῦ. Διὰ μὲν τοῦ λογιστικοῦ ἵνα πιστεύωμεν ὀρθῶς εἰς τὴν ἁγίαν τριάδα, διὰ δὲ τοῦ θυμικοῦ ἵνα θυμώμεθα κατὰ τοῦ ὄφεως μὴ προσιέμενοι αὐτὸν καθόλου, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἵνα στέργωμεν καὶ ἀγαπῶμεν τὸν ποιήσαντα ἡμᾶς θεόν. Ὁ οὖν διάβολος ἀλλοιώσας καὶ ἐκτρέψας τὰς τῆς ψυχῆς δυνάμεις ἐκ τοῦ ἐσχάτου ἤρξατο τεκταίνειν τὴν καθ᾽ ἡμῶν ἀπώλειαν. Πῶς; τῷ μὲν ἐπιθυμητικῷ ἐξαπατήσας διὰ βρώσεως Ἀδὰμ τὸν προπάτορα ἡμῶν· τῷ δὲ θυμικῷ ἐπαναστήσας τὸν Καΐν ἀποκτεῖναι Ἀβὲλ τὸν ἀδελφὸν αὐτοῦ, τῷ δὲ λογιστικῷ ἐκκυλίσας εἰς εἰδωλολατρείαν ἀνθρώπινον.

Καὶ οὗτος μὲν ὁ παρὰ τοῦ ἐχθροῦ τρόπος καὶ φόνος. Ἡμεῖς δὲ, ἀδελφοὶ, μείνωμεν ἐφ᾽ ᾧ ἐκτίσθημεν, ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς ἀσφαλιζόμενοι ἑαυτοὺς καὶ ὡραϊζώμενοι τῷ πνεύματι, μὴ ἀπολέσωμεν τὴν εὐγένειαν, ἣν ἐξευγένισεν ἡμᾶς ὁ κύριος ὁ υἱοθετήσας ἡμᾶς τῷ θεῷ καὶ Πατρί· — Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. — Ἐπεὶ οὖν τέκνα θεοῦ ἐχρηματίσαμεν, μὴ γενώμεθα τέκνα ὀργῆς· καὶ ἐπειδὴ κληρονόμοι ἐπικεκλήμεθα, μὴ γενώμεθα κληρονόμοι πυρὸς ἀσβέστου· καὶ ἐπειδὴ μέλη Χριστοῦ ὠνομάσμεθα, μὴ γενώμεθα πόρνης μέλη, μὴ ἐπειδῶμεν εἰς κόσμον καὶ τὰ τοῦ κόσμου, μὴ ἀποβλέψωμεν εἰς τὰ ὡραῖα τοῦ τῇδε βίου, ἅτινά ἐστι μάταια καὶ ἀπολλύμενα· ἐστὶ γὰρ καθ᾽ ὑπόθεσιν ἐμπλησθῆναι ἡμᾶς πάσης ἐπιθυμίας σαρκὸς καὶ αἵματος, — Τίς ὀφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν.

Ἐγκύψωμεν τοῖς τάφοις, καὶ ἴδωμεν τὸ ἀποτέλεσμα τῶν ἡδονῶν. Εἰς τί περιβαλώμεθα κτήματα καὶ χρήματα; Τί οὖν; Οὐ γυμνοὶ εἰσήλθομεν εἰς τὸν κόσμον, καὶ γυμνοὶ δηλονότι ἀπελευσόμεθα, μηδὲν ἐπιφερόμενοι ἀλλ᾽ ἢ τὸ πρακτικὸν ἡμῶν, ἤτε δεξιὸν ἤτε ἀριστερόν; Διὰ τοῦτο βοᾷ ὁ ἄγιος Δαυῒδ· — Μίαν ἠτησάμην παρὰ κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Αὕτη ἡ μακαρία ζωὴ, αὕτη ἡ ἀγαθὴ μερὶς, ἣν ἐξελέξαντο οἱ ἅγιοι πατέρες ἡμῶν· ὥσπερ καὶ ὁ νῦν εὐφημηθεὶς Παῦλος ὁ μακάριος ὁμολογητὴς· οὗ ὅσα καὶ ἡλίκα τὰ ἔπαθλα καὶ οἱ ἀγῶνες ἐκ μικροῦ ἠκούσαμεν· Οὓς καὶ ἡμεῖς μιμούμενοι ἔτι, ἀδελφοὶ, ἐχώμεθα τῆς ἀσκήσεως ἡμῶν τὸν δρόμον, καὶ τοῦ διωγμοῦ, οὗ κατηξιώθημεν, καὶ τῆς ἄλλης ἡμῶν διαγωγῆς, τρέχοντες εὐτόνως, κἂν ὑποσκελισθῶμεν, θᾶττον ἐξανιστάμενοι νικῶντες τὸν ἀντίδικον ἡμῶν διάβολον· ἵνα κομισώμεθα καὶ ἡμεῖς τὸν τῆς δικαιοσύνης στέφανον σὺν πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·