Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 33

ΚΑΤΗΧΗΣΙΣ ΛΓ΄.
Μετὰ τὴν μνήμην τοῦ ὁσίου πατρὸς Πλάτωνος.
Περὶ μνήμης θανάτου καὶ κατανύξεως.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Χθὲς τὴν μνήμην τοῦ μακαρίου πατρὸς ἡμῶν ἐπετελέσαμεν ὀφειλομένως. Δεῖ γὰρ τὰ πνευματικὰ τέκνα ἀπονέμειν τὰ εἰκότα τῷ πατρί. Οὐ μὴν τοῦτο οἴεσθαι ἡμᾶς ἀρκεῖν εἰς μνήμην τὸ μόνον ψάλλαι καὶ παρακληθῆναι πνευματικῶς, ἀλλὰ καὶ τὸ πνευματικῶς εὐφρανθῆναι κατὰ τὸ γεγραμμένον· — Ἐγκωμιαζομένου δικαίου εὐφρανθήσονται λαοί. — Εὐφροσύνην δῆλον ὅτι τὴν πνευματικὴν καὶ διαμένουσαν· ἡ γὰρ σωματικὴ εὐφροσύνη μικρὸν τὴν αἴσθησιν σαίνουσα ἀφίπται· ἡ δὲ πνευματικὴ ἀκόρεστός ἐστιν καὶ ἀναφαίρετος. Εἴ τις ἡμῶν ἐδάκρυσεν, εἴ τις κατενυγῆ, εἴ τις συνετρίβη τὴν καρδίαν, εἴ τις ὑμῶν εἴλκυσε πνεῦμα καὶ ἐξέστη πάθους, οἶδεν τοῦ λόγου τὴν δύναμιν· καὶ οἶδεν οὗτος μνήμην ἐπιτελεῖν πατρὸς καὶ ἀδελφοῦ. Ἀναμνήσθητε γὰρ, ἀδελφοί, τὰς πρότερον ἡμέρας, ἐν αἷς εἴχομεν τὸν πατέρα συναστρεφόμενον, εἴτα ἀναθεωρήσωμεν νῦν, ποῦ ποτέ ἐστιν, καὶ οἷς σύνεστι· καὶ μεθ᾽ ὧν ἐμπολεύει αὐτὸς καὶ εἰς ἕκαστος τῶν ἀδελφῶν ἡμῶν. Ἄρ᾽ οὐχὶ τοῦτο καὶ ἐννοούμενον καὶ λεγόμενον καὶ ἔκτασιν τῇ ψυχῇ ἐμποιεῖν οἶδεν; Σκεψώμεθα εἰ δοκεῖ καὶ περὶ ἡμῶν αὑτῶν. Ἄρ᾽ οὐχὶ μικρὸν ὕστερον ἀποχωρήσωμεν τῶν τῇδε, καὶ ὑφ᾽ ἑτέρων μνησθησόμεθα, ὡς νῦν ἀναμιμνησκόμεθα τοὺς προλαβόντας; Ναὶ, ἀδελφοὶ, οὗτος ὁ καθ᾽ ἡμᾶς οἰκονομούμενος βίος, καὶ ἄνθρωποι ἐσμὲν θνητοὶ, οἵτινες οὐκ ἐπιστάμεθα τὸ αὔριον. Ποῖα γάρ ἐστι ἡ ζωὴ ἡμῶν; Ἀτμὶς, κατὰ τὸ γεγραμμένον, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη· ἄνθος ἐαρινὸν ἀνθοῦν τὸ πρωὶ καὶ παρ᾽ αὐτὰ ἀμαρανόμενον — Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει — Ἄνθρωπος ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν — Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἀνέτειλεν ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο.

Οὕτως μαρανθησόμεθα· οὕτω μεταβησόμεθα τῶν ἐνθένδε, ὡς ἔφησαν οἱ ἅγιοι· αὐτῶν γὰρ ἐκείνων εἰσὶ τὰ προειρημένα παραδείγματα. Ἀλλὰ μακάριος ὁ συνιῶν, μακάριος ὁ ἐκζητῶν τὸν θεὸν, μακάριος ὁ ἑαυτὸν καθεκάστην βιαζόμενος ἐν τοῖς τῆς ὑποταγῆς ἀγωνίσμασι, ὁ ἀναντίλογος, ὁ ἀγόγγυστος, ὁ εὐήκοος, ὁ πρόθυμος ἐν τοῖς ἔργοις ὁ ἀνολίγωρος κατὰ τὴν διακονίαν, ὁ κατανυκτικὸς, ὁ εὐμείλικτος, ὁ εὐπρόσιτος, ὁ προσηνὴς. Ὁ ἑτοιμαζόμενος τὰ τῆς ἐξόδου.

Ἥξει γὰρ, ἥξει, ἀδελφοὶ, τὸ τέλος καὶ οὐ χρονιεῖ. Ἥξει ἡ φοβερὰ ἡμέρα τοῦ θανάτου· ὁ ἄγγελος ὁ βασιλικὸς, οὐ κάτωθεν, ἀλλ᾽ ἐκ τῶν οὐρανῶν ἤκων καὶ ἐπιλέγων τῇ ψυχῇ· Δεῦρο, ἔξελθε, ζητεῖ σε ὁ βασιλεὺς καὶ θεὸς τῶν ἁπάντων. Ἀλλὰ γένοιτο ἡμᾶς πρεσβείαις τοῦ μακαρίου πατρὸς ἡμῶν ἐν ἑτοιμασίᾳ εὑρεθῆναι κατὰ τὴν τότε ὥραν, καὶ ἀφόβως ἐπᾶραι τῶν ἐνθένδε καὶ μετελθεῖν εἰς ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·