Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 34
ΚΑΤΗΧΗΣΙΣ ΛΔ΄.
Ἀναμέσον τῶν ἑορτῶν.
Περὶ τῆς ἐνταῦθα ἀποβιώσεως, καὶ τῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καταπαύσεως.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἰδοὺ μεταβαίνομεν ἀπὸ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν, καὶ ἀπὸ καιροῦ εἰς καιρὸν, καὶ ἀπὸ ἑορτῆς εἰς ἑορτὴν· καὶ στάσις οὐδεμία ἐν τῷ βίῳ· καὶ δεῖ ἡμᾶς πάντας λῆξαι τῇδε τῆς ζωῆς, καὶ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, εἰς τὴν κατάπαυσιν αὐτοῦ τοῦ κυρίου. Καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἱδίων, ὁ θεὸς, καθὼς γέγραπται. Τίς δέ ἐστιν ἡ κατάπαυσις; ἡ βασιλεία δηλονότι τῶν οὐρανῶν· πρὸς ἣν κατεπείγων ἡμᾶς ὁ ἀπόστολος λέγει. Σπουδάσωμεν οὖν εἰσελθεῖν, εἰς τὴν κατάπαυσιν ἐκείνην, ἵνα μή τις ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ ἀπειθείας. Τί τοῦτο λέγων; ὅτι καθάπερ τοῖς Ἰσραηλίταις ὑπέσχετο ὁ θεὸς εἰσαγαγεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἀπειθήσασι δὲ καὶ παραπικράνασιν αὐτὸν οὐκ ἐξεγένετο αὐτοὺς εἰσελθεῖν· οὕτως οὐκ ἄν ποτε οὐ δὲ ἡμεῖς ἀπειθοῦντες ταῖς ἐντολαῖς αὐτοῦ εἰσελευσύμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, φησὶ, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὥμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Κἀνταῦθα οὐ τεσσαράκοντα ἔτη, ἀλλὰ κατὰ τὴν παράπασιν τῆς ἑκάστου ζωῆς ἡ ἐπιμονή· ἐὰν οὖν μὴ σπεύσωμεν κατεργάζεσθαι πάσας τὰς ἐντολὰς θεοῦ, ἐρεῖ καὶ περὶ ἡμῶν, εἰ εἰσελεύσονται εἰς τὴν βασιλείαν μου. Κἀκείνων μὲν μὴ εἰσελθόντων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ· ἡμῶν δὲ μὴ εἰσερχομένων καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ ἐμβληθήσονται εἰς τὴν γέενναν τοῦ πυρός· ὅπερ ἐστὶ τῆς ἐκείνων καταδίκης πολὺ χαλεπώτερον. Εἴπερ γέγραπται· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Τίνα δὲ τὰ αἴτια, ἅπερ ἐκείνοις διατείχισε τὴν εἴσοδον; Ἡ ἀπιστεία δηλαδὴ, ὁ γογγυσμὸς, ἡ καταλαλιὰ, ἡ ἀντιλογία, ἡ σκληρότης, ἡ ὑπερηφανία, ἡ πορνεία. Ταῦτά ἐστιν, ἅπερ ἐκείνους ἀπώλεσαν.
Ταῦτα οὖν καὶ ἡμεῖς ὀλέθρια πάθη, ἀδελφοὶ, φύγωμεν ὡς ἀπὸ προσώπου πυρὸς, μὴ ἀπειθοῦντες τῷ θεῷ, ἐφ᾽ οἷς ὑπέσχετο· ἀλλὰ πιστεύοντες, ὅτι ἃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι. Μηδὲ γογγύζωμεν, μηδὲ καταλαλῶμεν, μηδὲ ἀντιλέγωμεν, μηδὲ σκληρυνώμεθα, μηδὲ ὑπερηφανευώμεθα· μᾶλλον δὲ γενώμεθα εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, πάντοτε παρατεταγμένοι εἰς τὸν ὑπὲρ Χριστοῦ θάνατον, ἀεὶ ἀνακαινιζόμενοι ταῖς προσευχαῖς, ταῖς δεήσεσι, τοῖς δάκρυσι, ταῖς ἀναθεωρήσεσι τῶν οὐρανίων θεαμάτων.
Οὕτω γὰρ πολιτευσάμενοι εἰσελευσόμεθα, οὐ κατὰ τοὺς πάλαι, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀλλ᾽ εἰς τὴν γῆν τῶν πραέων, ἔνθα ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, ἔνθα ἡ ὡραιότης τῆς ἄνω Ἰερουσαλὴμ, ὅπου χαρὰ καὶ ἀγαλλίασις· ἔνθα ἡ ἔλλαμψις τῆς μακαρίας καὶ ἀρχικῆς τριάδος, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.