Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 36
ΚΑΤΗΧΗΣΙΣ Λϛ΄.
Μετὰ τὰ Φῶτα.
Περὶ τοῦ ἐῤῥεισμένους εἶναι ἐν τῇ ὁμολογίᾳ ἡμῶν, καὶ περὶ τῆς κοιμήσεως τοῦ ἀδελφοῦ Θεοδούλου.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐν τοῖς προλαβοῦσιν ἔτεσιν ἑορτάσαντες, οὐδέπω οὕτως, ὡς ἐν τῷ νῦν καιρῷ, ἑορτάσαμεν τῷ θεῷ καὶ κυρίῳ ἡμῶν· ὅτι καὶ ἐν ναῷ ἁγίῳ καὶ ἐν πλείοσιν ἀδελφοῖς ἐπισυναχθεῖσιν. Ἑωράκατε γὰρ καὶ τοὺς χοροὺς μείζονας καὶ τὰς τραπέζας πλείονας. Καὶ ταῦτα ἐν ἐξορίᾳ διαβιοῦντες. Ἐφ᾽ ᾧ καὶ χαίρειν ἐστι καὶ τρέμειν, τὸ μὲν διὰ τὴν ἔκβασιν τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, τὸ δὲ διὰ τὴν ἀναξιότητα τῆς ὑποδοχῆς, μήποτε ἀναισθησίᾳ τῶν τιμῶν παροξύνωμεν τὸν εὐεργέτην ὑποστῆλαι τὴν ἐπισκοπὴν αὐτοῦ ἐξ ἡμῶν. Ὡς εἴγε εὐαισθήτως δεχώμεθα τὰς χάριτας ἐν φόβῳ καὶ τρόμῳ δουλεύοντες αὐτῷ. Τάδε λέγει κύριος. — Οὐκ ἐκλείψει ἡ ὑδρία τοῦ ἀλεύρου, καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει.
Βλέπετε, ἀδελφοὶ, ὅτι καὶ αἱ ἑορταὶ παρατρέχουσιν καὶ αἱ πανηγύρεις διαλύονται, καὶ αἱ ἡμέραι ἡμῶν διαμείβονται, καὶ εἶς ἕκαστος τῶν ἐνθένδε μεθίσταται. Παρῆλθεν ἤδη καὶ ὁ ἀδελφὸς ἡμῶν Θεοδοῦλος, καὶ οὗτος τῶν καλλίστων· ὅτι καὶ κατὰ τὴν ὑποταγὴν δόκιμος, καὶ κατὰ τὴν ὁμολογίαν βέβαιος, πληγὰς ὑποίσας διὰ Χριστὸν φυλακήν τε, καὶ ἐν διωγμῷ τετελεκὼς τὸν βίον. Οὗ τί ἂν ἦν χαρίστρον, τοσούτους ἀδελφοὺς ἡμῶν, μέχρι γὰρ ἑκατοντάδος καὶ πρὸς ὁ ἀριθμὸς πρόεισιν δίκην ἀστέρων διαλάμψαντας, ἐφ᾽ οἷς τόποις περιεῤῥίφησαν, ἐκεῖσε καταλελοιπέναι τοῖς τε νῦν καὶ τοῖς μετέπειτα εἰς μαρτύριον ὀρθοδοξίας τὰ ἑαυτῶν ἱερὰ σώματα. Καί οὔ τι που λέγω περὶ τοῦ πληρώματος τῆς ἀδελφότητος ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἐξ ἑτέρων μονῶν δεδιωγμένως τετελειωμένων. Μὴ δὲ γὰρ συναριθμήσαιμι τοὺς ἐν ταῖς οἰκείαις μοναῖς, ὡς φυξηλίδας στρατιῶτας ὑποστρέψαντας πρὸ καιροῦ τῆς συστολῆς τοῦ διωγμοῦ. Ἐπεὶ γέγραπται — Εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη. Καὶ ὅπου σε εὑρῶ, ἐκεῖ σὲ κρινῶ.
Τοῦτο οὖν, τοῦτο μέγιστον ἑδραίωμα τῆς ἐκκλησίας τοῦ θεοῦ, τοσοῦτον νέφος μαρτύρων ἐπὶ τῇ προσκυνητῇ εἰκόνι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς θεοτόκου καὶ τῶν ἁπάντων αὐτοῦ ἁγίων ἐσχηκέναι· ὥστε εἰ καὶ μή τι ἄλλο ἦν ἐνέχυρον. Ἱκανὸν τοῦτο μόνον εἰς ἔνδειξιν ἀληθείας τοῖς νοῦν ἔχουσιν.
Οὐκοῦν αἰσχυνέσθωσαν οἱ τῆς ἑτεροδοξίας ἀντίπαλοι. Τίς γὰρ ἐν ἐκείνοις, εἰπέ μοι, τῆς οἰκείας θρησκείας ὑπερμαχῶν εἵλετό ποτε τοιαῦτα παθήματα; Οὐ μὲν οὖν. Ἀλλὰ καθάπερ νυκτόνυμα ζῶα ἐν νυκτὶ τῆς αἱρέσεως πτερίσσονται, καὶ παῤῥησιάζονται· ἐπειδ᾽ ἂν δὲ διαυγάσῃ ἡμέρα καὶ φωσφόρος ἀνατείλῃ ὀρθοδοξίας εἰς τὰς οἰκείας τρωγλὰς, εἰς σηράγγας ἑαυτῶν πονηρὰς διανοίας ἀποκρύβονται. Ἀλλ᾽ ἐκεῖνοι μὲν πορεύονται τῷ φωτὶ τοῦ πυρὸς καὶ τῇ φλογὶ ᾗ ἐξέκαυσαν.
Ἡμεῖς, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, τῶν τε θεοφόρων πατέρων ἡμῶν ἐρηρεισμένοι ὦμεν, καὶ πρὸς τοῖς ἑξῆς μηδ᾽ ὅλως ὑποχαυνούμενοι τοῖς ἀνθρωπίνοις φοβερισμοῖς. Εἴη δ᾽ ἂν ἡμῖν τὸ ἄχαυνον· οὐ περ κατὰ τὸ ἀποστολικὸν διάταγμα, χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους ἐποικοδομοῦμεν, οὐ μὴ ξύλα καὶ χόρτον καὶ καλάμην, τὰ τοῦ πυρὸς ὑπεκκαύματα. Τὸ γὰρ οὕτως ἡδραιωμένον οὐδὲ τὸ μετακινῆσαι δυνάμενον οἰκοδομούμενον ἀπὸ τῆς ἐν κυρίῳ πεποιθήσεως.
Καί γε αἰδεσθῶμεν, ἀδελφοὶ, τὸ τῆς ἑορτῆς μυστήριον ὃ ἑορτάσαμεν. Χριστὸς ἡμᾶς ἐξήγαγεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καθὼς γέγραπται. Μηκέτι οὖν ἐπικατάρατοι γενώμεθα· Χριστὸς ἡμᾶς ἔλουσεν ἐν τῷ αἵματι αὐτοῦ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου. Μηκέτι ὑπονοστήσωμεν πρὸς ἃ ἀπειπάμεθα ἔργα τῆς αἰσχύνης· μὴ δὲ ῥεῖ ἡμῖν τυχὸν ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως αὐτοῦ τοιάδε· Ἐποίησα ἡμᾶς συσσώμους τε καὶ συμμόρφους, ὑμεῖς δὲ πεποιήκατέ μου τὰ μέλη, πόρνης μέλη· ἔλουσα ὑμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν μὴ ἔχοντας σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων· ὑμεῖς δὲ εἴλασθε πάλιν ἀναδέξασθαι τὴν δυσωδίαν τῶν παθῶν, καὶ τῷ ῥύπῳ τῶν ἁμαρτιῶν ἠσχολᾶσθε. Ἐποίησα ὑμᾶς ὀλβίους φωτὸς διὰ Πνεύματος ἁγίου κατὰ διάνοιαν· ὑμεῖς δὲ αὖτε δείξασθαι τὸν νοῦν ὑμῶν οἰκητήριον ληστευόντων παθῶν. Ἐποίησα ὑμᾶς κληρονόμους τῶν αἰωνίων ἀγαθῶν· ὑμεῖς δὲ ἀνθείλασθε τὸν ἀντίδικόν μου συγκληρονόμον κτήσασθαι. Πορεύεσθε λοιπὸν ἀπ᾽ ἐμοῦ οἱ καθηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Ἀλλὰ μήποτε ἀκούσαιμεν, ὦ ἀδιλφοὶ, τῆς ἀπευκταίας ταύτης φωνῆς καὶ ἀνυποστάτου ὀργῆς. Διὸ πάσῃ σπουδῇ σπουδάσωμεν ἐχόμενα τῶν προλαβόντων πολιτεύεσθαι, καθαρότητα ἀσπαζόμενοι, δάκρυα προχέοντες, κατάνυξιν πηγάζοντες ἐν καρδίᾳ, τὰς ἀνὰ χεῖρα διακονίας πληροφοροῦντες, γρηγοροῦντες ἐν τῷ ἔργῳ τοῦ θεοῦ ἀνολιγώρως νύκτωρ τε καὶ καθ᾽ ἡμέραν, μήποτε εἰσδύσας ὁ ἐχθρὸς ῥάξῃ τὴν ἀμελοῦσαν ψυχήν. Ὄφελον γὰρ καὶ γρηγοροῦντας ἡμᾶς διαφυγεῖν τὸν δράκοντα, μὴ ὅ τι γε μὴ μικρὸν ἀπονυστάξαντες. Ὀλίγωρος ἡ φύσις· καὶ εὐόλισθος· εἴποι τις ἄν. Σύμφημι κἀγὼ ὡς ὑπὸ τὴν αὐτὴν φύσιν τελῶν. Ἀλλ᾽ ὁσάκις τοῦτο γένηται, τοσαυτάκις ἡ μεταμέλεια, ἡ ἐξαγόρευσις, ἡ συντριβὴ τῆς καρδίας, ἡ ἀνάνηψις, καὶ ἡ εἰς τὴν προτέραν στάσεως ἀναδρομὴν γοργότης· καὶ τοῦτο ποιοῦντες καθημέραν τὸ ζητούμενον καταλάβωμεν· καὶ καταλαβόντες τὸ ζητούμενον τῆς εὐκταίας φωνῆς ἀκουσώμεθα ἐν Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.