Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 35
ΚΑΤΗΧΗΣΙΣ ΛΕ΄.
Εἰς τὴν μνήμην τοῦ ἁγίου Βασιλείου.
Περὶ παρθενίας, καὶ τῆς ἀναχωρήσεως τοῦ ἀδελφοῦ Μέμνονος.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Οἱ ἐν σταδίῳ τρέχοντες ἅπαξ τοῦ ἐνιαυτοῦ τρέχουσιν, καὶ τοῦτο ἐν μιᾷ χρόνου ῥοπῇ· εἰθούτω ἀπολύονται τῆς ἀγωνίας ἤτε νικήσαντες ἤτε ἡττηθέντες. Οἱ δὲ τὸ στάδιον τῆς παρθενίας διανύοντες οὐκ ἐν μιᾷ ἡμέρᾳ, ἀλλὰ διὰ παντὸς τοῦ βίου τρέχουσι, καὶ δρόμον ἀόρατον, ὅτι καὶ πρὸς ἀοράτους ἐχθροὺς τὴν ἅμιλλαν ἔχουσι. Οὕτως δὴ μέγιστόν ἐστι τῆς παρθενίας κατόρθωμα ὡς καὶ αὐτῆς ἁπτομένης τῆς κορυφῆς τοῦ οὐρανοῦ. Εἰς δύο γὰρ διῃρημένου τοῦ ἀνθρωπίνον βίου, εἰς τε γάμον καὶ ἀγαμίαν, ὁ μὲν γάμος τὸν κάτω κόσμον συνίστησιν, ἢ δὲ ἀγαμία τὸν ἄνω συμπληροῖ· καὶ ὁ μὲν τῇ φθορᾷ δουλεύειν ὑπόκειται, ἡ δὲ τῇ ἀφθαρσίᾳ συναστράπτειν ἠξίωται. Καὶ ὥσπερ εἰ ἄνθρωπόν τις ὑπόπτερον ἴδοι, εἰκότως ἂν ἀποθαυμάσειεν· πῶς τὸ μὲν ἀνθρώπου, τὸ δὲ ἀγγέλου εἶδος ἔχειν; Οὕτως οὖν καὶ ὁ τὴν παρθενίαν ἀσκῶν ξένον τι θέαμα ἀγγέλοις καὶ ἀνθρώποις καθέστηκεν· ἐν σαρκί ἐστι καὶ ὑπὲρ τὴν σάρκα, ἐν κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον· καθ᾽ ὁ καὶ ἀποτετέχθαι τῷ κόσμῳ λέγεται, ὡς ὑπερκόσμιος ζῇν αἱρούμενος.
Τοῦτο οὖν καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις ἐδήλωσε λέγων· — Εἰσὶ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω. — Ὁρᾶτε πῶς ἀχώρητόν ἐστι τοῖς πολλοῖς τοῦτο τὸ δώρημα, καὶ μόνοις ἀπονενέμηται τοῖς ἐσταυρωμένοις τῷ βίῳ. Οὐκοῦν εὐφραινόμενοι συγχαίρωμεν ἀλλήλοις, ἀδελφοὶ, εὐχαριστῶμεν καὶ ὑπερευχαριστῶμεν, ὅτι προκεκλήμεθα ἀπὸ τῆς τοῦ θεοῦ φιλανθρωπίας εἰς τοῦτον ἀξίωμα, ἐν ᾧ θεὸς δοξάζεται καὶ ἄνθρωποι θαυμάζουσιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ διαβιῶμεν ἀσφαλῶς, ὅση δύναμις· ὅτι πολλοὶ τοῦδε τοῦ ὕψους πεπτώκασι πάλαι, καὶ νῦν οἱ μὲν τῇ ἐπάρσει περιπαρθέντες, οἱ δὲ διάφοροι χρησάμενοι· ἐξ ἀμφοτέρων γὰρ τὸν ὄλεθρον ἡ ψυχὴ ὑφίσταται.
Τίς οὖν ἐστιν ἡ ἀσφάλεια; τὸ πετεινὸν ἐν τῇ πτήσει τὸ ἀσφάλισμα ἔχει· ὁπηνίκα γὰρ αἴσθηται τοῦ θηρεύοντος τὴν παρουσίαν τὸ πτερὸν διάρων, ὑπερύπταται, καὶ διαφεύγει τὴν ἄγραν· οὕτως οὖν καὶ ἡμεῖς ἐπ᾽ ἂν θηρευτὴς τῶν ψυχῶν ἡμῶν διάβολος ἐπισταίη, ὡς ὑπόπτεροι τῷ πνεύματι ἀναθεωρητικῇ θεωρίᾳ τὰ ἄνω ζητῶμεν, τὰ ἄνω σκοπῶμεν· Ὑποβάλλει τοίνυν ἐκεῖνος τὸ λεῖον τῆς ἡδονῆς; ἡμεῖς αἰδεσθῶμεν τὸ εὐγενὲς τῆς ψυχῆς. Ὑποδείκνυσιν ἐκεῖνος τὴν ἐνέργειαν τῆς ἀμαρτίας; ἡμεῖς διανοώμεθα τῆς κρίσεως τὴν ἐκδίκησιν· καὶ ἀντιθέντες ταῦτα ἐκείνοις, καὶ λογισμοῖς λογισμοὺς διακρουόμενοι σωθησώμεθα ἀπὸ τοῦ παλαμναίου. Εἶτα τί τὸ τέλος τῶν ἀγώνων; Τοῖς μὲν κατὰ σάρκα δεδραμηκόσι στέφανος φθαρτὸς, ἡμῖν δὲ ἄφθαρτος. Κἀκείνοις μὲν ἐπίκηρος χαρὰ, ἡμῖν δὲ εὐφροσύνη αἰωνία. Καὶ μακάριοί ἐσμεν, ἀδελφοὶ, ἐάνπερ τῇ παῤῥησίᾳ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαῖον κατασχῶμεν·
Διὸ παρακαλῶ, ἐπιμένωμεν ταῖς διήσεσιν, ταῖς προσευχαῖς, ταῖς κατανύξεσι, τοῖς δάκρυσι, τῇ ταπεινοφροσύνῃ, τῇ ὑπακοῇ, τῇ ἐξαγορεύσει, τῇ διακονίᾳ, τοῖς λοιποῖς ἀσκητικοῖς ἀγωνίσμασιν, καὶ σὺν θεῷ ἕξωμεν κατὰ τοῦ ἐχθροῦ τὰ νικητήρια.
Ἀλλ᾽ ὁ μὲν περὶ τούτου λόγος ἱκανὸς· τὸ δὲ ἑξῆς περὶ τοῦ ἀδελφοῦ Μέμνονος· ὅτι ἐπειδὴ ὅπως δήποτε ἀνακέκληται, δεῖ ἡμᾶς προσδέξασθαι αὐτὸν, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Πλὴν ἐκεῖνο ἔχω λέγειν· ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν οὐ μόνον δοῦλός ἐστιν τῆς ἁμαρτίας, κατὰ τὸν λόγον τοῦ κυρίου, ἀλλὰ καὶ βδεληκτὸς τοῖς φιλαρέτοις· καὶ τάχα ἐρυθριῶμεν καὶ ἀσπάσασθαι αὐτὸν, ὡς μὴ κοινωθῶμεν τῆς ἁμαρτίας. Ἀλλ᾽ ἐπειδὴ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν καταδεδαπανηκότα τὸν ἑαυτοῦ βίον μετὰ τῶν πορνῶν ἄσωτον οὐκ ἀπείσατο προσερχόμενον, μηδὲ ἡμεῖς ἀποσειώμεθα· ἀλλὰ προσδεξώμεθα τὸν ἀδελφὸν ἀσμένως, καὶ εὐφρανθῶμεν ἐν τῇ ἀνακλήσει αὐτοῦ εὐχαρίστως· καὶ εὐξώμεθα αὐτῷ τὰ σωτήρια. Οὕτω γὰρ τὰ κατ᾽ ἐντολὴν πράττοντες, ὡς μαθηταὶ τοῦ λόγου, κληρονομήσωμεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.