Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 38
ΚΑΤΗΧΗΣΙΣ ΛΗ΄.
Εἰς τοὺς βίους τῶν Πατέρων.
Περὶ τοῦ μιμεῖσθαι τοὺς βίους τῶν Πατέρων, καὶ ἐμμένειν ἡμᾶς, ἐν ᾧ ἐκλήθημεν παρὰ θεῷ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Διὰ τῆς ἀναγνώσεως ἀναθεωροῦντες τοὺς βίους τῶν πατέρων ἡμῶν θαυμάζομεν, καὶ εἰκότως· θαυμαστοὶ γάρ εἴσιν, ὅτε ἐν τῇ σαρκὶ ταύτῃ ἀγγελοπρεπῶς πολιτευόμενοι, σὺν πάσῃ ἀπαθείᾳ εὐχρήσθησαν τῷ κυρίῳ. Δεῖ δὲ μὴ μόνον θαυμάζειν, ἀλλὰ μιμεῖσθαι προσηκόντως· τουτέστιν, ὑποτακτίτης ὑποτακτίτην, ἡσυχαστὴς ἡσυχαστὴν, ἐρημίτης ἐρημίτην, καθηγούμενος καθηγούμενον. Τί γὰρ ὄφελος μὴ τὸν ἐν ὁμοταγῇ, ἀλλὰ τὸν ἐν ἑτεροταγῇ μιμεῖσθαι; Ἐκ τούτων πρὸς τὸ μηδὲν ὀφελεῖσθαι, καὶ εἰς τὸ ὁμολογούμενον βλάβος ἐστὶ καταντᾶν. Ἐντεῦθεν πολλοὶ δῆθεν φιλοθείας τὰς ἑαυτῶν τάξεις καταλιπόντες καὶ οἰκείους βαθμοὺς ἀπώλεσαν, μηδὲν τῶν ἐπιθυμουμένων οὐκ ἐπέτυχον.
Καὶ ἵνα τὰ πάλαι ἱστορούμενα ἐάσω, ἐπὶ τὸν καὶ ἡμῶν καιρὸν γυμνάσωμεν τὸν λόγον. Τί ᾠφέλησε τῷ λεγομένῳ Ψαλτηρίῳ ἡ ἐπὶ τοῦ στύλου ἄνοδος; οὐχὶ ἐκεῖθεν κατηνέχθη ἐκστατικὸς, καὶ νῦν οὔτε ὑποτακτίτης, οὔτε στυλήτης; Τί ᾠφέλησε Σαπρίτῃ ὁ αὐτὸς στύλος; οὐχὶ ἐκεῖθεν κατῆλθεν δι᾽ ὀρθοδοξίαν καὶ πέπτωκεν εἰς αἴρεσιν, προδότης ἀληθείας γενόμενος; Καὶ νῦν ἐστιν διώκτης δεινότατος. Ἀλλὰ καὶ ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος ἐπιβλέψωμεν. Οὐχὶ Πέτρος ὁ ἀσκήτης καθὼς ὑποτεθημένος διὰ τῆς εὐλαβείας ἐξῆλθεν εἰς τὴν ἔρημον, καὶ ὁποῖον δέδωκε τέλος ἴστε οἱ πεπειραμένοι; Οὐχὶ καὶ Ἀμφιλόχιος ὃς ἔτι περιὼν στυλήτης γέγονε πρότερον, ἔπειτα ἔγκλειστος, καὶ νῦν ἀσχημονῆ ὧδε κακεῖσε ἀλυόμενος; Καὶ τοῦτο πεῖρα τοῦ διαβόλου τὰ ἀνοίκεια ὑποβάλλειν· ἵνα καὶ τῶν οἰκείων ἀποστερήσει.
Διὰ τοῦτο βοᾷ ὁ ἀπόστολος· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω παρὰ τῷ θεῷ· ἡσυχαστὴς ἐκλήθης· μὴ σοὶ μελέτω περὶ ὑποτακτικοῦ· ὑποτακτικὸς ἐκλήθης; μὴ σοι μελέτω περὶ ἡσυχάστου· ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι εὐαρεστείτω τῷ κυρίῳ· θάτερος ἔχει τὰ οἰκεῖα παραδείγματα, πρὸς ἃ ὀφείλει κανονίζειν τὸν ἑαυτοῦ βίον. Οὐκοῦν μίμησαι τοὺς ἐν ὑποταγῇ διαλάμποντας. Τίνας δὴ λέγω τούτους; οὐ τοὺς πάλαι μόνον ἁγίους, ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος. Ζήλωσον τὸν Δομετιανὸν, οὗ ἡ πίστις διάπυρος. Ζήλωσον τὸν μακάριον Ζωσιμᾶν, οὗ ἡ ὑπακοὴ ἀνυπόκριτος. Ζήλωσον τὸν μακάριον Μάρκον, ὃς τοὺς ὀνειδισμοὺς καὶ τὰς ἀτιμίας ὡς εὐφημίας ὑποδεχόμενος. Ζήλωσον τὸν μακάριον Τερέντιον, ὃς ἐν πολλοῖς ἔτεσιν ἐξυπηρετῶν τοῖς ἀσθενέσιν ἐν τῷ μαγειρίῳ οὐ κατολιγωρηθεὶς οὐκ ὥκλασεν· ἀλλὰ καὶ προτρεπόμενος ἐκεῖθεν μεταβαίνειν, οὐχ εἴλετο, μᾶλλον αἱρούμενος συγκακουχεῖσθαι τῇ διακονίᾳ. Ζήλωσον τοὺς ἄλλους ἀδελφοὺς πολλοὺς ὄντας, καὶ ἀριστεύσαντας ἐν ταῖς ὑποταγαῖς, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζώντων.
Τούτους ζήλου, καὶ μὴ τοὺς ἐρημικούς. Ἐχέτω οὖν ὁ πατὴρ Ἰωαννίκιος σὺν τοῖς ὑποταγέσι τὴν ἐρημίαν καὶ τὴν ὀρεινήν· σὺ στέργε τὴν ὑποταγὴν καὶ τὴν ξενίαν. Ἐκεῖνος ἐν τῷ νῦν καιρῷ οὐ δεδίωκται, σὺ δὲ δεδιωγμένος ἕνεκεν δικαιοσύνης· ἐκεῖνος οὐ πεφυλάκισται σὺ δὲ ἐφυλακίσθης διὰ κύριον· ἐκεῖνος οὐ τύπτεται, σὺ δὲ ἐτύφθης διὰ Χριστόν. Πόσῳ ταῦτα ἐκείνων βελτιώτερα! Εἴπω τι καὶ περὶ ἐμαυτοῦ ὁ ταπεινὸς, ἐπειδὴ ἀναξίως εἰς κεφαλὴν ἡμῶν καθεστάθην· καταλείπω, τὴν προστασίαν καὶ ἀποχωρήσιν πρὸς τὴν ἐρημίαν, ἢ πρὸς ἄλλην τινὰ βίωσιν ὑποβαλλομένην. Ἀλλ᾽ οὐ κεφαλῆς τοῦτο, οὐδὲ ποιμένος, τὴν ψυχὴν ὀφείλοντος τιθέναι ὑπὲρ τῶν προβάτων. Οὐκ οὖν οὐδὲ ὑμῖν προσήκει παρ᾽ ὃ ἐστὲ ἄλλο τι διανοεῖσθαι ἢ διαπράττειν· ἐντεῦθεν γὰρ ἡ ἀκαρπία καὶ ἡ ἀσυστροφία τοῦ προκειμένου βίου· ἐκεῖθεν δὲ ἡ καρποφορία τῆς ἐπιζητουμένης ὑποταγῆς. Διὰ τοῦτο ὡς ἑκάστῳ ὁ θεὸς ἐμέρισεν. Ἕκαστος, ὡς κέκληκεν ὁ κύριος, οὕτως περιπατείτω, καὶ οὕτως πολιτευέσθω· καὶ οὕτως εὐαρεστείτω τῷ κυρίῳ ἵνα καταξιωθῇ ἀκοῦσαι· Εὐ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.