Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 39

ΚΑΤΗΧΗΣΙΣ ΛΘ΄.
Εἰς τοὺς βίους τῶν Πατέρων.
Ὅτι δεῖ ζηλοῦν τοὺς βίους τῶν ἁγίων Πατέρων.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Οὐδὲν μακαριώτερον τοῦ βίου ἡμῶν, καὶ οὐδὲν ὑψηλότερον τῆς εὐταξίας ἡμῶν, εἴγε καθὼς ὀνομαζόμεθα πολιτευόμεθα· καὶ ἀλλὰ μὴ ἐναντίον ὀνόματι τὴν πολιτείαν ἔχομεν. Μοναχὸς γάρ ἐστιν ὁ πρὸς θεὸν μόνον βλέπων, καὶ θεοῦ μόνον ἐφιέμενος, καὶ θεῷ μόνον θεραπεύων καὶ προαιρούμενος, εἰρήνην ἔχων πρὸς θεὸν, καὶ εἰρήνης τοῖς ἄλλοις αἴτιος γινόμενος. ᾯ δὲ ταῦτα μὴ ὑπάρχῃ, τοὐναντίον δὲ καὶ ζῆλος, καὶ ἔρις, καὶ διχοστασίαι, τυφλός ἐστιν μυωπάζων, κατὰ τὸ γεγραμμένον, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν· καὶ δι᾽ ἣν αἰτίαν ταῦτα εἴρηκα, ἴστε οἱ ὑπαίτιοι.

Καὶ λέγω οὐχ ἵνα πάλιν λυπήσω, ἀλλ᾽ ἵνα ἀσφαλίσωμαι πρὸς τὸ ἑξῆς μὴ τοιούτοις ὑποπεσεῖν αἰτιάμασιν. Ἐν τοῖς πατράσιν ἡμῶν οὐ παράδεκτο ἡ καταλαλιά· ἀλλ᾽ ὁ ἀκούων τοῦ καταλαλοῦντος, ἢ τὰ ὦτα ἐπεφράσσετο, ἢ εἰς ἀγαθὸν τὴν καταλαλιὰν ἠμείβετο. Νῦν δὲ ὑπέχομεν τὰς ἀκοὰς εὐχόλως τῷ ἐνδιαβάλλοντι· καὶ μετὰ τοσαύτης προθυμίας ἀκούομεν ὑποφωνουμένης ἀναγνώσεως. Ἐν τοῖς πατράσιν ἡμῶν οὐδὲν ἀπεικῶς ἐλέγετο, ἢ πράως δὲ καὶ τεταγμένως· νῦν δὲ μετὰ ὀργῆς καὶ διαστροφῆς προσώπου. Οὗ τί ἂν γένοιτο ἀσχημονέστερον; Ἐν τοῖς πατράσιν ἡμῶν οὐκ ἦν γογγυσμός· ἀλλ᾽ ἕκαστος τὸ διδόμενον προσίετο μετ᾽ εὐχαριστείας, ὡς ἐντεῦθεν καὶ τὸ πικρὸν γλυκαίνεσθαι, καὶ τὸ ἀηδὲς ἡδύνεσθαι· νῦν δὲ γογγύζομεν τοῦτο κἀκεῖνο καταιτιώμενοι, καὶ οὐκ εἰς αὐτοὺς, ἀλλ᾽ ἑπὶ τοῦ κοινοῦ· ὡς ἂν πλείονας τοὺς συγγογγυστὰς ἀπεργασώμεθα καὶ πλεῖον τὸν θεὸν παροξύναμεν·

Οὐ χρῆ ταῦτα, ἀδελφοί μου, οὕτως γίνεσθαι· οὐ δὲ ταῦτα μοναχικῆς πολιτείας ἰδιώματα· οὐδὲ μικρὸν ἁμάρτημα τὸ τῆς λοιδορίας ἔγκλημα. Λοίδοροι, φησὶν, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι· Ἀλλ᾽ οὐδὲ τὸ γογγύζειν μικρὸν ἁμάρτημα. Μηδὲ γὰρ φησὶν, γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ἀλλ᾽ οὐδὲ τὸ εἰκαιολογεῖν μικρὸν ἔγκλημα. Πᾶς γὰρ λόγος, φησὶν, σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ πορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως — Οὐκ ὁρᾶτε τὴν ἀπειλὴν, ὅτι τὸ Πνεῦμα τοῦ θεοῦ παροργίζομεν εἰκαιολογοῦντες; Οὐ φοβούμεθα, ὅτι λόγον δώσωμεν ἐν ἡμέρᾳ κρίσεως καὶ περὶ ἀργοῦ ῥήματος, καθὼς ὁ κύριος ἀπήλησεν.

Τί οὖν λοιπὸν οὐ προσέχομεν ἑαυτοῖς; Τί δὲ οὐ παρασκευαζόμεθα πρὸς τὰ φθάζοντα εὔθετοι εὑρίσκεσθαι; Ὑβρίσθης; φέρε μακροθύμως τὴν λοιδωρίαν, πνίγων ἐν ἑαυτῷ τὸν ὀνειδισμόν. Ἐταράχθην γὰρ, φησὶν, καὶ οὐκ ἐλάλησα· καί τὸν βαριστικὸν παρῆλθεν, ἡ δὲ ἀρετή σου μένει εἰς τὸν αἰῶνα. Ἔλαβες τι βρῶμα ἢ πόμα παρὰ τὸ θέλημα; εὐχαρίστησον ἐν τοῖς φθάσασιν· ὅτι, ὃ σὺ πολλάκις ἀποκρίνεις, ὡς κακὸν ἡγούμενος, ἄλλοι ἐπιθυμοῦσιν καὶ μόνον ἀπογεύσασθαι. Καὶ εἰ μὴ ταῦτα πάρεστι, ἔν τινι λογισθῆσαι τῇ ὑποταγῇ· καὶ τί τὸ περὶ αὐτῆς καύχημα; οὔτε γὰρ ἐξ ἐγκρατείας, οὔτε ἐξ ἀγρυπνίας, οὔτε ἐκ χαμευνίας, οὔτε ἐξ ἄλλου τινὸς ἀγῶνος ἤτε ἐκ τῆς κοπῆς τοῦ θελήματος εὐδοκιμεῖν ἔχομεν. Καὶ τὸ μαρτύριον ἀποδεικνύειν τῆς ἀθλήσεως τοῦ κοινωβιακοῦ βίου.

Οὐκοῦν ἀποθέμενοι πᾶσαν κακίαν, καὶ πάντα δόλον, καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιὰς, καθὼς ὁ κορυφαῖος τῶν ἀποστόλων ἐντέλλεται, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσωμεν, ἵνα ἐν αὐτῷ αὐξηθῶμεν εἴπερ ἐγευσάμεθα. Ὅτι χρηστὸς ὁ κύριος εἴπερ ἐπιποθοῦμεν ζωῆς ἀϊδίου· Καὶ μὴ ἐπανανώμεθα νουθετούμενοι, μηδὲ ἐκκακῶμεν ἑαυτοὺς ἀνακαλούμενοι ἑκάστοτε ἐκ τῶν ὑποπτόσεων. Οὕτω γὰρ εὐδοκιμοῦντες ζωῆς αἰωνίου ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·