Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

2. Dogmatic Definitions according to the Church’s Tradition

ΚΕΦΑΛ. Β΄. Σὺν Θεῷ. Ὅροι διάφοροι· κατὰ παράδοσιν, καὶ πίστιν τῆς ἁγίας καθολικῆς Ἐκκλησίας λεγόμενοι, συλλεγέντες ἀπό τε Κλήμεντος, καὶ ὁσίων Πατέρων· οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματος ἐκστηθίζειν τὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ προΐστασθαι τοῦ λόγου τῆς εὐσεβείας βουλόμενον.

Πρὸς δὲ ἀκριβεστέραν παράδοσιν, κἀκεῖνο εἰδέναι ἐχρῆν, ὅτιπερ πᾶν τὸ οἷον οὖν ζήτημα, ἢ ἐρώτημα, τρεῖς τινας ἐρωτήσεις, καὶ ἐξετάσεις ἔχει. Οὕτως ἀπορούμενον παρ᾽ ἡμῶν πρὸς τοὺς ἀντιδίκους· Οἷον. τί ἐστι Θεός; Καὶ κατὰ τί εἴρηται Θεός; Καὶ ὁσαχῶς νοεῖται Θεός; Καὶ ὅτε μὲν ἐρωτῶμεν λέγοντες, Τί ἐστι Θεός; πρόδηλον, ὅτι τὸν ὅρον τοῦ πράγματος ζητοῦμεν. Ὅτε δὲ λέγομεν, Κατὰ τί Θεὸς εἴρηται; τὴν ἐτυμολογίαν αὐτὴν τοῦ ὀνόματος ἀπαιτοῦμεν. Ἡνίκα δὲ πάλιν λέγομεν, ὅτι Ὁσαχῶς νοεῖται ἡ Θεοῦ προσηγορία; πρόδηλον, ὅτι τὸ κατὰ πόσους τρόπους εἴρηται Θεὸς, εἰπεῖν ἡμῖν αὐτοὺς εἰσπράττομεν. Ὁ γοῦν ἐκτὸς εἰδήσεως τῶν ὅρων, δογματίζειν ἐπιχειρῶν, οὐδὲν διαφέρει τυφλοῦ ὁδοιπόρου, ὧδε κἀκεῖσε πελαζομένου. Ἀρκτέον τοίνυν τῷ προειρημένῳ τρόπῳ, τριχῶς ποιεῖσθαι τὰς ἐξετάσεις τῶν ὅρων, τί ἐστιν ὅρος, καὶ κατὰ τί εἴρηται ὅρος, καὶ ὁσαχῶς νοεῖται ὁ ὅρος.

Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς ὑποκειμένης οὐσίας τῷ πράγματι. Ὅροι δὲ λέγονται, ὡς ὁράσεις, καὶ ὀφθαλμοὶ τῶν πραγμάτων ὑπάρχοντες. Ἤτοι περιλέγοντες συντόμως τὴν τοῦ νοήματος δύναμιν, οἷον, ἀνθρώπου λέγομεν, ὅτι « Ἄνθρωπός ἐστιν οὐσία ἔνσαρκος, καὶ ψυχῆς, καὶ λόγου, καὶ αἵματος, καὶ στοιχείων, καὶ ἑτέρων πλειόνων. » Περιορίζομεν ταῦτα διὰ τοῦ ὅρου λέγοντες, ὅτι « Ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. » Πολλοὶ μὲν οὖν εἰσι καὶ ἀναρίθμητοι ὅροι περὶ παντὸς πράγματος. Ἐκ πολλῶν δὲ ὀλίγους τοὺς κυριωτέρους ἐντάττομεν διὰ τὸ ῥάθυμον τῶν νῦν ἀνθρώπων.

Πλὴν τοῦτο γνωστέον, καὶ πιστευτέον, ὅτι ὁ φιλοπόνως πράττων τοὺς ὅρους, ῥήτορας, καὶ δεινοὺς πολυλόγους δυνήσεται εὐχερῶς ἐν ταῖς διαλέξεσιν ἐπιστομίζειν. Ἐπὰν γὰρ ἐρωτηθῇ, τί ἐστι λόγος· καὶ κατὰ τί εἴρηται λόγος, ὁσαχῶς ὁ λόγος, καὶ ἀπορήσει εἰπεῖν τοὺς ὅρους ὁ δι᾽ ἐναντίας· καὶ ἐν τοῖς λοιποῖς λοιπὸν καταισχύνεται ὡς μηδὲν ἐπιστάμενος.

Ὅρος τῶν ὅρων ἐστὶν, ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ὁριζόμενος. Ὅστις ἐστὶν ὁ μόνος ὅρος τῶν ὅρων Θεός. Ἀόριστόν ἐστι τὸ κατ᾽ οὐσίαν ἀσήμαντον Θεός. Δυσόριστόν ἐστι τὸ, μὴ καθόλου, ἀλλ᾽ ἐκ μέρους γινωσκόμενον· οἷον, τὸ ξύλον τῆς ζωῆς. Τρία ἐστὶ κατ᾽ οὐσίαν ἀνθρώποις ἄγνωστα, καὶ ἄρρητα, Θεὸς, καὶ ἄγγελος, καὶ ψυχὴ, μόνῳ τῷ Θεῷ γνωριζόμενα κατ᾽ οὐσίαν. Λοιπὸν ὁ καλῶς διαπορῶν πρὸς τὸν δι᾽ ἐναντίας, οὕτω λέγει· Τί ὅρος; καὶ τί τὸ ἀόριστον; καὶ τί τὸ δυσόριστον; καὶ οἷον εὐόριστον; Εὐόριστον δέ ἐστι τὸ ψηλαφώμενον, καὶ φθειρόμενον, οἷον, ὁ ἄρτος, καὶ τὰ ὅμοια. Ὅριόν ἐστιν ἀνυπέρβατος στάσις. Ἀόριστον δέ ἐστι τὸ μόνον ἄκτιστον, Θεός. Δυσόριστον δὲ τὸ κτιστὸν, καὶ ἀόριστον· οἷον, ἄγγελος, ψυχὴ, δαίμων.

Τί Θεός; καὶ κατὰ τί Θεός; καὶ ὁσαχῶς εἴρηται τὸ, Θεός;

Καὶ Θεὸς μέν ἐστιν οὐσία ἀναίτιος, αἰτία παναλκὴς, πάσης αἰτίας αἰτία τις ὑπερούσιος. Θεός ἐστιν ἀνώνυμος, καὶ ἀσήμαντος παρ᾽ ἀνθρώποις ὕπαρξις, πάσης ὑπάρξεως ποιητική. « Ἀκοινώνητον γὰρ ὄνομα, » εἶπεν ὁ Σολομῶν, εἶναι τὸν Θεόν. Ἀκοινώνητον δὲ ὄνομά ἐστι, τὸ μήτε ἀνθρώποις, μήτε ἀγγέλοις ἀκουσθὲν, ἢ ἐννοηθέν. Ὁσαχῶς ἡ, Θεὸς, προσηγορία εἴρηται ἐν τῇ Γραφῇ; καὶ δῆλον, ὅτι διττῶς. Φύσει, καὶ σχέσει· φύσει μὲν ὁ Ποιητής· σχέσει δὲ, καὶ χάριτι καὶ οἱ δίκαιοι λέγονται θεοί.

Ἐρώτησις. Ἡ, Θεὸς, προσηγορία, πότερον οὐσιώδης, ἢ προσωπικὴ, ἢ ἐνεργητικὴ, ἢ τοπικὴ καθέστηκε, καὶ μεταφορική; Ἀπόκρισις. Καὶ πρόδηλον, ὅτι ἐνεργητικὴ τυγχάνει· οὐ γὰρ αὐτὴν τοῦ Θεοῦ οὐσίαν ἡμῖν παρίστησιν· ἀδύνατον γὰρ ταύτην γνῶναι, ἀλλὰ μόνην τὴν θεωρητικὴν αὐτοῦ ἐνέργειαν δηλοῖ τὸ, Θεός.

Περὶ πατρότητος.

Τί Πατήρ; καὶ κατὰ τί εἴρηται Πατήρ; καὶ ὀσαχῶς ἐπὶ Θεοῦ ἡ Πατρότης; Πατὴρ μὲν οὖν κυρίως εἴρηται ἀναίτιος ὑπόστασις, γενητικὴ, ἀγένητος. Εἶρηται δὲ Πατὴρ, ἢ, ὡς τὰ πάντα τηρῶν, ἢ ὡς τοὺς οἰκείους παῖδας τηρῶν, οἷον πατήρ. Διττῶς δὲ λέγεται Πατὴρ ὁ Θεὸς, φύσει, καὶ χάριτι. Φύσει μὲν, τοῦ ἰδίου, καὶ ὁμοουσίου Θεοῦ Λόγου· χάριτι δὲ καὶ ἡμῶν, ὡς τὸ, « Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. »

Περὶ υἱότητος.

Τί Υἱός; καὶ κατὰ τί εἴρηται Υἱός; καὶ ὁσαχῶς ὁ Υἱὸς νοεῖται; Καὶ υἱὸς μὲν κυρίως ἐστὶ δευτερότης ὑποστάσεως ἐν ταυτότητι φύσεως, ἢ αὔξησις προσώπων ὁμογενής· ἢ πρόοδος φύσεως εἰς συγγένειαν γνωριζομένη. Υἱὸς δὲ κυρίως εἴρηται, ὡς ἂν εἴποις οἷος. Οἷος γὰρ ὁ Πατὴρ τὴν οὐσίαν, τοιοῦτος ὁ μονογενὴς, καὶ ὁ Υἱὸς εἴτε ἐξ ἀκτίστου ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητὸς, καὶ βροτοῦ βροτός. Κατὰ δύο δὲ τρόπους πάλιν εἴρηται ἐπὶ Θεοῦ ἡ υἱότης· φύσει, καὶ χάριτι· φύσει, Υἱὸς ὁ Θεὸς Λόγος, χάριτι δὲ, οἱ δίκαιοι.

Περὶ Πνεύματος.

Τί πνεῦμα; κατὰ τί εἴρηται Πνεῦμα; καὶ ὁσαχῶς λέγεται ἐν τῇ Γραφῇ τὸ Πνεῦμα; Καὶ πνεῦμα μέν ἐστι λεπτὴ, καὶ ἄϋλος, καὶ ἀσχημάτιστος ἐκπορευτὴ ὕπαρξις. Πνεῦμα δὲ εἴρηται, ὡσανεὶ πᾶν νεῦμα· δι᾽ αὐτὸ, ὡς νεῦμα, ὀξέως παντὶ νεῦον, καὶ κινούμενον. Εἴρηται δὲ τὸ πνεῦμα ἐν τῇ Γραφῇ τετραχῶς· τὸ Πνεῦμα τὸ ἅγιον· πνεῦμα ὁ ἄγγελος· πνεῦμα ἡ ψυχή· Πνεῦμα καὶ ὁ ἄνεμος. Ἔστι δὲ ὅτε καὶ ὁ νοῦς εἴρηται πνεῦμα. Τριάς ἐστι κατὰ μὲν τὴν φυσικὴν ἀκολουθίαν, μονάδων σύνθεσις· κατὰ δὲ τὴν θεϊκὴν οὐσίαν ὑπεράριθμος ὕπαρξις.

Περὶ ἀϊδιότητος.

Ἀΐδιόν ἐστι τὸ ἀεὶ διὸν, ἤγουν τὸ μηδέποτε ἀρξάμενον, οὐδὲ λῆγον. Οὐ πᾶν ἀτελεύτητον, πάντως καὶ ἄναρχον. Οἱ γὰρ ἄγγελοι, καὶ αἱ ψυχαὶ, ἀρχὴν μὲν εἶχον εἶναι, τέλος δὲ οὐκ ἔχουσι.

Περὶ ἰδιώματος.

Ἰδίωμα λέγεται τὸ κυρίως ἔν τινι φύσει γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ οὐσίᾳ μηδαμῶς ὑπάρχον· ὥσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν. Οὐ γάρ ἐστι γέλως ἐν ἄλλῃ οἷα δήποτε φύσει.

Περὶ φύσεως.

Τί φύσις; καὶ ὁσαχῶς ἡ φύσις; καὶ κατὰ τί εἶρηται φύσις; Καὶ φύσις μέν ἐστι κατὰ τὸ φρόνημα τῆς Ἐκκλησίας, ἀληθὴς πράγματος ὕπαρξις. Κατὰ δὲ Ἀριστοτέλην, καὶ τοὺς λοιποὺς Ἕλληνας, πολυτρόπως ἡ φύσις ὁρίζεται· οὕστινας ὅρους οἱ ἀπὸ Σευήρου κρατοῦντες, ἀπεπλανήθησαν. Φύσις ἐστὶ κατὰ τὸν θεῖον Ἀπόστολον, πᾶν τὸ ἐν ἀληθείᾳ ὅν· ἀλλ᾽ οὐκ ἐν φαντασίᾳ λεγόμενον, καθὰ πλατύτερον λέξομεν ἑξῆς. Φύσιν λέγει ἡ Ἐκκλησία τὴν τῶν ὑπαρχόντων ἀλήθειαν, ἤγουν τὸ τούτων ἐνούσιον. Φύσις δὲ εἴρηται διὰ τὸ πεφυκέναι, καὶ εἶναι, ὥσπερ καὶ οὐσία, ὡς οὖσα, καὶ ἐν ἀληθείᾳ γνωριζομένη. Φύσις, καὶ οὐσία, καὶ γένος, καὶ μορφὴ, ἓν καὶ τὸ αὐτό εἰσιν ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν· ὥσπερ ὁ ἄρτος, καὶ τὸ ψωμίον, καὶ τὸ βουκίν. Διὸ καὶ τὸ ἔμφυτον, καὶ τὸ ἐνούσιον ταυτόν τί ἐστι.

Τετραχῶς δὲ εἴρηται ἡ φύσις, ὡς προεῖπον· οὐσία, καὶ φύσις, καὶ γένος, καὶ μορφή. Εἴρηται τοίνυν τῷ σοφῷ Σολομῶντι περὶ τῶν ἀσεβῶν ἀνθρώπων, ὅτι « Μάταιοι πάντες ἄνθρωποι φύσει· οἱ ἔχοντες ἀγνωσίαν Θεοῦ. » Καὶ πάλιν εἴρηται τῷ θείῳ Ἀποστόλῳ περὶ ἡμῶν τῶν ἐθνῶν, ὅτι « Ἦμέν ποτε τέκνα φύσει ὀργῆς. » Ἐὰν οὖν φυσικῶς, ἤτοι αὐτοφυῶς εἰσιν οἱ ἀσεβεῖς μάταιοι, ἀνέγκλητοί εἰσι. Τὰ γὰρ ἐκ φύσεως φυσικῶς ἡμῖν ἐνυπάρχοντα, ἀδιάβλητα καὶ ἀκατάγνωστά εἰσιν, ὡς φυσικῶς ἐν ἡμῖν ὑπὸ Θεοῦ δημιουργηθέντα, ὥσπερ τὸ ἀναπνεῖν, καὶ τὸ ἐσθίειν, καὶ τὸ καθεύδειν. Καὶ εὑρεθήσεται ὁ Θεὸς φυσικῶς δημιουργήσας ἐν ἀνθρώποις τὴν ματαιότητα. Ὡσαύτως καὶ ἐὰν φύσει ἐσμὲν τέκνα ὀργῆς, εἰς Θεὸν ἡ αἰτία ἀνατρέχει. Τὸ φύσει γὰρ, τὸ οὐσιωδῶς οὕτως ὑπάρχον, εἴρηται, ὥσπερ φύσει εἰς τὸ φωτίζειν ἡ τοῦ φωτὸς φύσις γέγονεν. Καὶ φύσει εἰς τὸ καίειν τὸ πῦρ ἐδημιουργήθη· καὶ φύσει ἡ γῆ εἰς τὸ βλαστάνειν διεπλάσθη. Οὐκοῦν πρόκειται τοῖς αἱρετικοῖς ἓν ἐκ τῶν δύο εἰπεῖν· ἢ ὅτι ματαιότητος, καὶ ὀργῆς φύσεις ὁ Θεὸς ἐποίησεν· ἢ ὅτι τὸ φύσει οὐδὲν ἕτερον δηλοῖ, εἰ μὴ τὸ ἐν ἀληθείᾳ ὅν. Καὶ λοιπὸν ἀνέγκλητοί ἐσμεν λέγοντες φύσει Θεὸν τὸν Χριστὸν, καὶ φύσει ἄνθρωπον, τουτέστι, τὸν κατὰ ἀλήθειαν Θεὸν καὶ κατὰ ἀλήθειαν ἄνθρωπον. Ταύτην δὲ τὴν παράδοσιν, καὶ τὸν ὅρον, τὸν περὶ φύσεως τοῦτον, ὃν νῦν ἐκ Παλαιᾶς, καὶ Καινῆς Διαθήκης παρηγάγομεν, οὔτε διδάσκαλος, ἐξ οὐρανοῦ καινοτομῆσαι, ἢ ἀνατρέψαι δύναται εἰς τὸν αἰῶνα.

Περὶ ὑποστάσεως.

Τί ὑπόστασις; καὶ κατὰ τί ὑπόστασις, καὶ ὁσαχῶς ἡ ὑπόστασις εἴρηται; Ὑπόστασις οὖν ἐστι κατὰ τὴν ἐκκλησιαστικὴν καὶ ἀποστολικὴν παράδοσιν, τὸ πρόσωπον, ἤγουν ὁ χαρακτὴρ, καθά φησιν ὁ Παῦλος τὸν Υἱὸν, « Ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, » τουτέστιν πρόσωπον ὁμοούσιον, τοῦ χαρακτῆρος τῆς ὑποστάσεως τοῦ Πατρός. Πρόσωπον δὲ καὶ χαρακτῆρα λέγομεν ἐπὶ Θεοῦ, ἀσώματα, καὶ ἀπερίγραπτα, καὶ ἀσχημάτιστα· Πρόσωπον ἤγουν ὑπόστασίς ἐστι κατὰ τοὺς ἁγίους Πατέρας, τὸ ἰδικὸν παρὰ τὸ κοινόν. Κοινότης γάρ ἐστιν ἡ φύσις ἑκάστου πράγματος· ἴδια δέ εἰσιν αἱ ὑποστάσεις, οἷόν τι λέγω· φύσις ἐστὶν ἤγουν οὐσία μία, ἡ θεότης, ὑποστάσεις δὲ τρεῖς, Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα· τρία πρόσωπα, ἤγουν χαρακτῆρες, μία δὲ οὐσία, καὶ τὸ γένος.

Ἐὰν οὖν εἴπῃς, ὅτι Φυλάξει ἡμᾶς ἡ θεότης, ὅλην τὴν ἁγίαν Τριάδα ἐσήμανας. Εἰ δὲ εἴπῃς, Μεθ᾽ ἡμῶν ὁ Υἱὸς τοῦ Θεοῦ, μίαν τῶν τριῶν ὑποστάσεων εἶπας, καὶ ὅλην τὴν θεότητα. Καὶ πάλιν περὶ τῶν αὐτῶν ἄκουσον· Ἡ Θεότης· ἰδοὺ κοινὸν, καὶ ὁλοτελὲς τῆς οὐσίας. Λοιπὸν ἡ Πατρότης· ἰδοὺ, ἓν πρόσωπον, ἤτοι ὑπόστασις. Ἡ Υἱότης· ἰδοὺ ἄλλη ὑπόστασις· τὸ Πνεῦμα τὸ ἅγιον· ἰδοὺ, ἄλλη ὑπόστασις. Τρεῖς ὑποστατικαὶ ἰδιότητές εἰσιν ἐπὶ τῆς θεότητος. Τὸ ἀγέννητον τοῦ Πατρός· καὶ τὸ γεννητὸν τοῦ Υἱοῦ· καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου Πνεύματος. Οὐδὲ γεννητός ἐστιν ὁ Πατὴρ, οὐδὲ ἐκπορευτός ἐστιν ὁ Υἱὸς, οὐδὲ γεννητὸν τὸ Πνεῦμα τὸ ἅγιον. Πενταχῶς δὲ εἴρηται ἡ ὑπόστασις· ὑπόστασις, καὶ πρόσωπον, καὶ χαρακτὴρ, καὶ ἴδιον, καὶ ἄτομον.

Πάλιν περὶ φύσεως.

Φύσις λέγεται ἡ ἀγγελιότης· ὑπόστασις δὲ αἱ ἰδικαὶ ἑκάστου ἀγγέλου προσηγορίαι· Γαβριὴλ, Μιχαὴλ, Οὐριὴλ, Ῥαφαήλ. Καὶ πάλιν, φύσις ἐστὶ μία, καὶ κοινή· (ὡς) ἡ ἀνθρωπότης· ὑπόστασις δὲ, Πέτρος, Παῦλος, Θωμᾶς, καὶ τὰ λοιπὰ πρόσωπα, καὶ οἱ χαρακτῆρες. Ἡ οὖν φύσις ἐστὶν ἡ κυρία, καὶ αἰτία, καὶ γεννητικὴ τῶν ὑποστάσεων τῶν ἐν αὐτῇ· καὶ διὰ τοῦτο ὑποστάσεις λέγονται, ὡς ὑπὸ τὴν φύσιν ἱστάμεναι (κατὰ) τὴν αὐτὴν πηγήν.

Καὶ πάλιν περὶ τοῦ αὐτοῦ ἐροῦμεν. Ἐὰν εἴπῃς, Καλὴ φύσις ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν αὐτῶν ἐσήμανας. Εἰ δὲ εἴπῃς, Μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων εἶπες. Ὁ ἄνθρωπος ἐλεεινός· ἰδοὺ ὅλη ἡ οὐσία. Ὁ δὲ Κώνων, καὶ ὁ Σίμων, καὶ ὁ Φίλων ὑποστάσεις εἰσί. Καὶ πάλιν· ἐὰν εἴπῃς, ὅτι τὸ πετεινὸν ἐλαφρόν· ἰδοὺ ὅλη οὐσία· ἡ δὲ περιστερὰ, ἡ τρυγὼν, ἡ ἀηδὼν, ὁ ταὼν, ὁ κύκνος· ἰδοὺ αὗται ὑποστάσεις. Τὸ κτῆνος· ἰδοὺ πᾶσα ἡ κτηνώδης οὐσία. Ὁ δὲ ἵππος, καὶ ὁ λέων, καὶ ὁ κύων· ἰδοὺ αὗται ὑποστάσεις, καὶ χαρακτῆρες, καὶ πρόσωπα λέγονται. Οὐ μόνον δὲ ἐπὶ νοερῶν καὶ λογικῶν, καὶ ἐμψύχων ὁ αὐτὸς κανὼν τῶν ὅρων ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ πάσης ἀψύχου, καὶ ἀναισθήτου, καὶ ἀκινήτου φύσεως.

Οἷόν τι λέγω· Ἐὰν εἴπωμεν, ὅτι ἐποίησεν ὁ Θεὸς τὸ φῶς. Ἰδοὺ τὴν οὐσίαν τῶν φωστήρων πᾶσαν ἐσημάναμεν. Αὕτη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς. Ὑποστάσεις δὲ φύσεως τοῦ φωτός εἰσι· σελήνη, καὶ ἄστρα, Ὠρίων, Ἕσπερος, Ἄρκτος, Ἑωσφόρος, Καρκῖνος, καὶ τὰ λοιπά. Ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν εἴπῃς, πνεῦμα, πᾶσαν τὴν φύσιν τῶν ἀνέμων ἐσήμανας. Εἰ δὲ εἴπῃς, Νότος, ἢ Βοῤῥᾶς, ἢ Λίψ, αὕται ὑποστάσεις εἰσίν. Ὡσαύτως τὸ πῦρ· μία οὐσία ἐστίν. Τέμνεται δὲ εἰς ὑποστάσεις, ἤγουν λύχνους, καὶ κηροὺς, καὶ λαμπάδας, καὶ κλιβάνους, καὶ καμίνους, ὁμοίως γοῦν, ὡς προεῖπον. Καὶ ἀνθρωπότης πᾶσα μία οὐσία ἐστίν· πολλὰ δὲ πρόσωπα.

Τὴν οὖν ἁγίαν σάρκα τοῦ Χριστοῦ οὐ λέγομεν πρόσωπον, ἀλλ᾽ οὐσίαν. Ἵνα σημάνωμεν ὅτι ὅλην τὴν φύσιν ἡμῶν ἔλαβε, καὶ ἔσωσεν· εἰ γὰρ εἴπομεν αὐτὴν ὑπόστασιν, ἕνα τινὰ ἄνθρωπον εὑρισκόμεθα λέγοντες, ὅτι ἀνέλαβε, καὶ ἔσωσεν ὁ Χριστός. Πλὴν οὔτε δύναται λέγεσθαι ὑπόστασις, ἐφ᾽ ὅσον ἀχώριστός ἐστιν τοῦ Θεοῦ Λόγου ἡ σάρξ. Ὑπόστασις γὰρ τὸ κεχωρισμένον πρόσωπον λέγεται.

Ἐνυπόστατον μέντοι αὐτὴν λέγομεν, οὐ μὴν ὑπόστασιν. Τὸ γὰρ ἐνυπόστατον, τὸ ὑπάρχον ἐστίν. Ὥσπερ ἀνυπόστατον πάλιν, τὸ μὴ ἔχον ὕπαρξιν, ἤτοι οὐσίαν· οἷόν ἐστι τὸ ἐνύπνιον, ἀνούσιον, καὶ ἀνυπόστατον, καὶ φαντασιῶδες.

Καὶ ὅπως ὁριστικῶς εἴπομεν, ἀνυπόστατον, καὶ ἀνύπαρκτον, καὶ ἀνούσιόν ἐστι· τὸ ῥήματι μὲν πολλάκις λεγόμενον, ἐν οὐσίᾳ δὲ ἢ ὑποστάσει γνωριζόμενον, οἷον, ὁ ἄδης, ὁ θάνατος, ἢ νόσος. Πάλιν ἐνούσιον λέγομεν, ἢ αὐτὸ τὸ ὅν, ἢ τὸ ἐν τῇ οὐσίᾳ γνωριζόμενον ἰδίωμα. Οἷον· ἐνούσιόν ἐστι τοῦ ἀνθρώπου τὸ λογιστικὸν, καὶ τὸ φθαρτόν. Ὁμοίως καὶ τὸ ἐνυπόστατον, κατὰ δύο τρόπους λέγεται· ἢ τὸ κατ᾽ ἀλήθειαν ὑπάρχον, ἢ τὸ ἐν τῇ ὑποστάσει ἰδίωμα, ὡς ἐν τῷ Θεῷ, καὶ Πατρὶ, τὸ ἀγέννητον. Ἐν δὲ τῷ Υἱῷ, τὸ γεννητόν. Ἐν δὲ τῷ ἁγίῳ Πνεύματι, τὸ ἐκπορευτόν. Καθὼς καὶ ἀνωτέρω εἴρηται.

Ἕξις ἐστὶν ἡ ποιὰ πάσης φύσεως δύναμις. Ἡ τῶν λοιπῶν αὐτὴν οὐσιῶν διακρίνουσα, καὶ ἀφορίζουσα, καθά φησιν ὁ Διονύσιος, ὅτι φθορά ἐστι φύσεως, ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε, καὶ ἐνεργειῶν, καὶ δυνάμεων.

Περὶ θελήματος.

Τί ἐστι θέλημα; καὶ κατὰ τί εἴρηται θέλημα; καὶ ὁσαχῶς ἐστι τὸ θέλημα; Καὶ θέλημα μέν ἐστιν οὐσίας νοερᾶς, καὶ λογικῆς ἔφεσις πρὸς τὸ καταθύμιον. Πᾶν γὰρ νοερὸν, πρόδηλον, ὅτι καὶ θελητικόν. Ὥσπερ γὰρ πνοή τίς ἐστι, καὶ ζωὴ ἡ θέλησις πάσῃ λογικῇ φύσει οὐσιωδῶς ὑπάρχουσα.

Θέλημα δὲ εἴρηται κατὰ τὸ θέειν λίαν ἅμα τὴν φύσιν πρὸς τὸ αὐτῇ θελητόν· ἢ, τοῦ θελητοῦ λῆμμα, ἤγουν, κράτημα. Τριχῶς δὲ θεωρεῖται τὸ θέλημα, τοῦτ᾽ ἔστι, θεϊκὸν, καὶ ἀγγελικὸν, καὶ ψυχικόν. Αἱ τρεῖς γὰρ αὗται καὶ μόναι φύσεις εἰσὶ θελητικαί. Τριχῶς δὲ πάλιν καὶ ἐν τῇ Γραφῇ εὑρίσκομεν τὸ θέλημα λεγόμενον· θεϊκὸν, καὶ φυσικὸν. ἤγουν μέσον· τρίτον, τὸ σαρκικὸν, ὅπερ σημαίνει τὸ διαβολικόν. Θέλημα φυσικὸν θεόκτιστον ἀνθρώπου ἐστὶ κίνησις νοερὰ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς κατὰ φύσιν πρὸς τὸ ποθούμενον συνωθοῦσα τὸν ἄνθρωπον. Θέλημά ἐστι θεῖκὸν παρὰ ἀνθρώποις ἡ τῆς ἐμφύτου νοερᾶς ὀρέξεως πρὸς τὸ ὑπὲρ φύσιν, ἐκ τοῦ κατὰ φύσιν, ἔπειξις. Θέλημα σαρκικὸν ἐμπαθές ἐστιν, ἡ τοῦ κατὰ φύσιν τῆς ψυχῆς παρατροπή.

Τί ἰδίωμα.

Τί ἰδίωμα; καὶ ὁσαχῶς τὸ ἰδίωμα; καὶ κατὰ τί εἴρηται ἰδίωμα; Τὸ ἰδίωμα εἴρηται κατὰ τὸ ἴδιον εἶναι ἅμα τῆς ἰδίας φύσεως ἀμιγὲς τῶν λοιπῶν οὐσιῶν ὑπάρχον· ἢ διὰ τὸ ἐν τῷ εἴδει ἅμα εἶναι. Ἀχώριστοι γάρ εἰσι τῶν φύσεων, καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες. Ἰδίωμα ἤγουν ἰδιότης ἐστὶ, τὸ κυρίως ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὐρισκόμενον. Οἷόν τι λέγω· Ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ· οὔτε ἐν αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατ᾽ οὐσίαν. Οὔτε γὰρ προαιώνιόν ἐστιν, οὐδὲ ἄκτιστον, οὐδὲ ἀπερίγραπτον ἔσεταί ποτε.

Ἰδίωμα ἀγγελικῆς φύσεως τὸ ἀπαθὲς τῆς οὐσίας, καὶ ὑμνολογικὸν, ἀσίγητον. Ἀπαθὲς δὲ, τὸ ἀθάνατον αὐτῷ εἶπον. Ἴδιον τοῦ ἀνθρώπου κυρίως, τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ μὴ γνωριζόμενον. Εἰσὶ δὲ ἰδιώματα φυσικὰ, ἃ προεῖπον, καὶ εἰσὶν ὑποστατικά· οἷον ἀσπρότης, σιμότης, μελανότης, μακρότης, κολοβότης, γοργότης, νωθρότης, καὶ ὅμοια, ἅπερ οὐκ ἐν πᾶσιν ὁμοίως ἀνθρώποις εὑρίσκονται. Οὐ γὰρ πάντες σιμοὶ, οὐ πάντες γοργοὶ, οὐ πάντες ξανθοί. Διόπερ καί τινες ὑπόστασιν εἶναι λέγουσι, τὴν συνδρομὴν, τὴν ἰδιάζουσαν τῶν χαρακτηριστικῶν ἰδιωμάτων, ὧν προεῖπον. Τὰ δὲ φυσικὰ ἰδιώματα ἐξ ἴσου ἐν παντὶ τῷ γένει ὁμοίως εὑρίσκονται· οἷον, πάντες ἄνθρωποι βροτοὶ, ὁμοίως εἰσὶ θνητοὶ, λογικοὶ, ἀναπνευστικοὶ, ὑπνωτικοὶ, περιπατητικοὶ, πλατυώνυχες, γεωργητικοὶ τεχνῶν.

Συμβεβηκὸς εἴρηται τὸ γενόμενον, καὶ ἀπογινόμενον, οἷον ἡ νηπιότης· καὶ γίνεται, καὶ ἀπογίνεται διὰ τελειότητος· ἡ ὑγεία ὁμοίως μεταβάλλεται, καὶ ἡ νόσος, καὶ ἡ θερμότης, καὶ ἡ ξηρότης, καὶ ἁπλῶς, πᾶν, τὸ παραλλαγῆναι δυνάμενον, συμβεβηκὸς λέγεται. Θέλημα οὐσιῶδές ἐστι, τὸ κατὰ κοινοῦ ὁμοίως ἐν τῇ φύσει ὁρώμενον. Εἰ οὖν εἶχεν ἑκουσίως ἡ σὰρξ τοῦ Χριστοῦ, τὸ μὴ θέλειν ἀποθανεῖν, ὡς οἱ ἅγιοι Πατέρες φασὶν, ἐὰν εὑρεθῇ τοιοῦτο θέλημα ἐν τῷ Πατρὶ, καὶ ἁγίῳ Πνεύματι, πάντως, ὅτι μία ἐστὶν ἡ θέλησις τῆς σαρκὸς, καὶ τῆς θεότητος.

Φυσικὸν θέλημα ἀνθρώπου ἐστὶν, ὥς φησιν ὁ ἅγιος Βασίλειος, καὶ Κύριλλος, τὸ φιλόζωον. Πᾶς γὰρ ἄνθρωπος φύσει φιλεῖ τὴν ζωὴν, καὶ τὸ ὁρᾷν τὸ φῶς. Ἰδοὺ τὸ κοινὸν θέλημα. Γνωμικὰ θελήματα ἐν τῇ φύσει ἡμῶν πολλά. Ἄλλος γὰρ ἄνθρωπος θέλει ἰδιάζειν, ἄλλος οἰκοδομεῖν, ἄλλος γεωργεῖν, ἕτερος πλέειν. Καὶ οἱ λοιποὶ ὁμοίως πολλὰ γνωμικὰ θελήματα ἔχομεν. Ἐν δὲ φυσικὸν θέλημα, τοῦτ᾽ ἔστι, τὸ φιλεῖν τὴν ζωήν. Φιλεῖ δὲ τὴν ζωὴν ὁ ἄνθρωπος οὐκ ἀσκόπως, ἀλλὰ σημαίνουσα ἡ φύσις, ὅτι ὅπερ ἀπ᾽ ἀρχῆς εἶχεν, ὅτε γέγονεν, ἤγουν τὴν ἀθανασίαν αὐτὴν ἀγαπᾷ, καὶ ζητεῖ.

Θέλημα θεῖον, τὰ προστάγματα τοῦ Θεοῦ. Θέλημα φυσικὸν φύσεως λογικῆς ἡ ἐργασία τοῦ Θείου θελήματος. Θέλημα σαρκικὸν ἡ παρακοὴ τοῦ θείου νόμου.

Περὶ ἐνεργείας.

Τί ἐνέργεια; καὶ κατὰ τί εἴρηται ἐνέργεια; καὶ ὁσαχῶς ἡ ἐνέργεια; Ἐνέργεια τοίνυν ἐστὶ καθά φησιν ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε, ἢ κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὅν. Τὸ γὰρ οὐσίας τινὸς μετασχὸν, συμμετέχει πάντως καὶ τῆς δηλούσης αὐτὸ ἐνεργείας. Ὅρους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος· νοερῶν ἐνέργειαν, τὴν νόησιν, αἰσθητῶν τὴν αἴσθησιν, κινητικῶν τὴν κίνησιν, πτηνῶν τὴν πτῆσιν, νηκτῶν τὴν νῆξιν, βλαστικῶν τὴν βλάστησιν, ἑρπιστικῶν τὴν ἔρψιν, φωτιστικῶν τὴν ἔκλαμψιν, καυστικῶν, τὴν καῦσιν, ῥευστῶν τὴν ῥύσιν, θεωρητικῶν, τὴν ὅρασιν, γεννητικῶν, τὴν γέννησιν, καὶ καθολικῶς εἰπεῖν· τὸ πάσης φύσεως σημαντικὸν, καὶ ἀφοριστικὸν, ἡ ἐνέργεια αὐτῆς ἡ φυσικὴ καθἔστηκεν, ἧς ἀναιρουμένης, πάντως συναναιρεῖται, καὶ ἀπόλλυται καὶ ἡ φύσις. Ἀναιρουμένης τῆς καύσεως, σβέννυται τὸ πῦρ, ἀναιρουμένης τῆς κινήσεως τοῦ ζώου, ἀπόλλυται τὸ ζῶον, ἀναιρουμένης τῆς νοήσεως, ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς, καὶ λογιστικὸν αὐτῆς. Καὶ διὰ τοῦτο δύο λέγομεν ἐν Χριστῷ θελήσεις, καὶ ἐνεργείας, ἵνα μὴ ἄψυχον σῶμα καὶ ἄλογον ψυχὴν ἐπ᾽ αὐτοῦ εἴπωμεν· ἐνέργεια γὰρ ἐμψύχου σώματος, τὸ περιπατεῖν καὶ ἐργάζεσθαι. Ἐνέργεια δὲ λογικῆς ψυχῆς ἡ θελητικὴ, καὶ λογιστικὴ, καὶ βουλευτικὴ διάνοια αὐτῆς ἐστιν.

Οὐ μόνον δὲ ἐπὶ ἐμψύχων καὶ κινητικῶν, ἀλλὰ καὶ ἀψύχων καὶ ἀκινήτων ἔστιν εὑρεῖν φυσικὰς ἐνεργείας· ὡς μαρτυρεῖ ἡ σκαμμωνία, καὶ τὰ καθάρσια, τὰ κενωτικῆς ἐνεργείας ὑπάρχοντα. Καὶ ἡ ὑδράργυρος θανατικὴν ποιοῦσα ἐνέργειαν. Καὶ τὸ κώνειον ὁμοίως ἀναιρετικὸν ὑπάρχον. Τὸ δὲ παράδοξον, ὅτι καί τινες διάφοροι φύσεις, στερούμεναι πολλάκις τῶν φυσικῶν ἐνεργειῶν αὐτῶν, ἑτέρας ἐνεργείας τίκτουσιν, οἷον, ἡ λίθος καιομένη, ἀπόλλυσι τὴν ψυχρὰν ἐνέργειαν, ἄσβεστος γινομένη κέκτηται. Ὁμοίως καὶ ἡ κέδρος καιομένη, στερεῖται μὲν τῆς φυσικῆς, καὶ αὐξητικῆς, καὶ βλαστώδους ἐνεργείας, ἰαματικὴν δέ τινα καὶ ἀναιρετικὴν σκωλήκων ἐνέργειαν, τὴν κεδρέαν δίδωσιν.

Ἀμέλει γοῦν τοῖς ἐχεφρόνως τὰς τῶν ὄντων προσηγορίας διασκοπεῖν καὶ ἀνακρίνειν ἐπισταμένοις ἔστιν εὑρεῖν, ὅτι αἱ πλείους πάσης ὑπάρξεως προσηγορίαι, ἐνεργητικὰς, ἀλλ᾽ οὐ φυσικὰς τὰς ὀνομασίας ἔχουσιν ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι, καὶ ἔχουσαι, καὶ λεγόμεναι. Καὶ ἀρκτέον τῆς τοιαύτης ἀποδείξεως, ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ προσηγορίας τε καὶ ὀνομασίας· Θεὸς γὰρ οὐκ αὐτὴν τὴν οὐσίαν, τὴν ἀκατάληπτον, καὶ ἀνώνυμον τοῦ Δημιουργοῦ ἡμῖν παρίστησιν· ἀλλ᾽ ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνεργείας εἴρηται Θεός. Ὁμοίως καὶ τὸ, ἄγγελος, οὐ τὴν οὐσίαν αὐτὴν, καὶ τὴν ὕπαρξιν τῆς αὐτῶν φύσεως δηλοῖ, ἀλλ᾽ ἐκ τῆς ἀγγελτικῆς αὐτῶν ἐνεργείας, καὶ διακονίας, τὴν ἀγγέλου ὀνομασίαν ἔχουσιν. Ὥσπερ δὲ καὶ ὁ ἄνθρωπος, οὐκ ἐκ τῆς οὐσιώδους αὐτοῦ ποιότητος λέγεται ἄνθρωπος· ἀλλὰ διὰ τὸ ἄνω θρεῖν τὴν ὦπα εἴρηται ἀνώθρωπος· ὅτε πάντων τῶν ζώων εἰς γῆν ὁρώντων τοὺς ὀφθαλμοὺς ὁ ἄνθρωπος μόνος ἄνω θρεῖ τὴν ὦπα· ἤγουν ἄνω ὁρᾶται ὀφθαλμοῖς· ὥστε καὶ αὐτὸς ἐκ τῆς ἀνωθριωπῆς ἐνεργείας λέγεται ἄνθρωπος. Ἄλλοι δὲ λέγουσιν, ὅτι ἐκ τῆς ἀνορθοπεριπατητικῆς ἐνεργείας ἄνθρωπος ἐκλήθη, πάντων τῶν ζώων κατωκλινῶς, κεκυφότων καὶ περιπατούντων.

Εἰ οὖν καὶ αἱ δύο προσηγορίαι τῶν οὐσιῶν τοῦ Χριστοῦ, λέγω δὴ, τὸ, Θεὸς καὶ ἄνθρωπος, ἐκ τῶν φυσικῶν αὐτῶν ἐνεργειῶν τὰ ὀνόματα ἔχουσι, πῶς οὐκ αἰσχύνονταί τινες, ἀπαρνούμενοι τὰς δύο λέγειν ἐπ᾽ αὐτοῦ ἐνεργείας; Οἴτινες χωρὶς πάσης ἑτέρας Γραφικῆς, ἢ πατρικῆς παραστάσεως, ἐξ αὐτῶν τῶν ὀνομάτων τοῦ Χριστοῦ καταισχύνονται ἐκ τοῦ, Θεὸς καὶ ἄνθρωπος. Καθὰ γὰρ πρὸ βραχέος εἰρήκαμεν, σχεδὸν πᾶσα φύσις ἐκ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας ἔχει τὴν οἰκείαν προσηγορίαν. Οἷον τι λέγω· παρθένος, ἤγουν πῦρ θανὸν, κατὰ τὸ τὴν πύρωσιν θανατοῦν τῆς σαρκός. Καὶ πάλιν ὁπηνίκα λέγομεν περιστερὰν, οὐκ αὐτὴν τὴν φύσιν τοῦ ζώου, ἤγουν τῆς σαρκὸς αὐτοῦ τὴν ποιότητα ἐσημάναμεν, ἀλλὰ τὴν ἐνέργειαν, ἣν διαπράττεται. Ἀπὸ γὰρ τοῦ πέτασθαι στερρὰ, εἴρηται περιστερά. Καθὰ καὶ τὰ ἑξῆς οὐ φυσικὰς, ἀλλ᾽ ἐνεργητικὰς ἔχουσι τὰς οἰκείας προσηγορίας· οἷον ἔλαφος, ἔλαφος διὰ τὸ ἐλεῖν τοὺς ὄφεις· χελιδὼν, διὰ τὸ τὰ χείλη δονεῖν ἐν τῷ λαλεῖν· ὄφις, τοῦτ᾽ ἔστιν ὁ φεὶς, ἤγουν ὁ λαλήσας πρὸς τὴν Εὔαν ποτέ· δορκὰς ἐκ τοῦ ὀξέως δέρκειν καὶ ὁρᾷν· τρυγὼν, τηρυγὼν, ὅτι τηρεῖ τὸ οἰκεῖον γένος, μὴ διγαμοῦσά ποτε· ἀηδὼν, διὰ τὸ ἀεὶ ἄδειν ἐν θέρει, καὶ ἐν χειμῶνι· γὺψ, διὰ τὸ γυρεύειν τὰ ὕψη· ἵππος, ἐκ τοῦ ἴπτασθαι ποσίν· ἐλλέβορος, ἐλοῦσα, ἤγουν θανατοῦσα βρῶσις. Βορὰ γὰρ ἡ βρῶσις εἴρηται. Ἀετὸς, ἤγουν ἀεὶ ἔτος, διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι, καὶ πολλὰ ζῆν· πετεινὸν τὸ τὴν πτέρυγα τεῖνον· ποταμὸς, ὡς πότιμον ἔχων ἐνέργειαν· χείμαρρος, ὅτι τῷ χειμῶνι ῥεῖ· φύσις, ἐκ τοῦ φύειν τὰς ὑποστάσεις· βοτάνη κατὰ τὸ βαδίζειν ἄνω· ὥσπερ καὶ ἄνθος, ἐκ τοῦ ἄνω θέειν, ἤτοι τρέχειν· καὶ ἡ ψυχὴ δὲ, ἐκ τῆς οἰκείας ἐνεργείας ἔχει τὴν τῆς ψυχῆς προσηγορίαν· ψύχειν γὰρ τὸ ζωοποιεῖν λέγεται. Οὐκοῦν ἐκ τῆς ζωοποιοῦ ἐνεργείας ψυχὴ λέγεται, διὰ τὸ ζωοποιεῖν τὸ σῶμα.

Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν, ἵνα μὴ λέγω πάντα, κατὰ τὰς ἰδίας ἐνεργείας ἔχοντα τὰς οἰκείας προσηγορίας. Ἐνέργεια γάρ ἐστιν ἡ τῆς φύσεως δύναμις. Οὐ ταυτὸν γὰρ ἐνέργεια, καὶ ἐνεργητικὸν, καὶ ἐνέργημα. Ἐνεργητικὸν γὰρ εἴρηται, αὐτὸ τὸ ὃν, τὸ τῆς οὐσίας πρᾶγμα· ἐνέργημα δὲ τὸ ἀποτέλεσμα, ὅπερ ἀποτελεῖ ἡ ἐνέργεια τοῦ ἐνεργοῦντος. Ἐνέργημα Θεοῦ, ὁ οὐρανὸς, ὁ ἄνθρωπος, ὁ ἄγγελος, καὶ πᾶσα ἡ κτίσις. Ἐνέργεια δὲ εἴρηται, διὰ τὸ ἐν ἔργοις εἶναι, ἤγουν φαίνεσθαι. Διττῶς δὲ νοεῖται ἡ ἐνέργεια, λέγω δὴ νοερῶς, καὶ αἰσθητῶς· αἰσθητόν ἐστι τὸ ὁρώμενον, καὶ ἀκουόμενον, καὶ φθειρόμενον· νοητὸν δὲ, τὸ ἄφθαρτον, καὶ αἰώνιον. Νοερὸν δὲ, τὸ, τὰ νοήματα, τὰ ἀόρατα ὁρῶν. Ἐνέργεια, καὶ κατὰ τὸ ἐνεργεῖν, ἤτοι πράττειν εἴρηται. Οὐ ταυτόν ἐστι τὸ θέλημα, καὶ τὸ θελητικὸν, καὶ τὸ θελητόν. Θέλημα μὲν γάρ ἐστιν οὐσίας νοερᾶς νοερὰ ὄρεξις, θελητικὸν δέ ἐστιν αὐτὸ τὸ τὴν θέλησιν ἔχον.

Περὶ ἑνώσεως.

Τί ἐστιν ἕνωσις; καὶ κατὰ τί εἴρηται ἕνωσις; καὶ ὁσαχῶς νοεῖται ἡ ἕνωσις; Καὶ ἕνωσις μέν ἐστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. Ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς ἓν ὥσαι, τοῦτ᾽ ἔστιν συνωθῆσαι τὰ πράγματα. Πενταχῶς δὲ λέγεται ἡ ἕνωσις· συγχυτικὴ, ὡς ἡ τοῦ οἴνου καὶ τοῦ ὕδατος· διαιρετικὴ, ὡς ἡ ἀνθρώπου πρὸς ἄνθρωπον· σχετικὴ, ὡς τὰ ἔθνη ἐν τῇ πίστει· θετικὴ, ὡς χρυσὸς πρὸς χρυσόν. Ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ πάσας ταύτας καθ᾽ ὑπόστασιν εἴρηται. Καθ᾽ ὑπόστασιν δὲ ἕνωσίς ἐστιν ἡ ἀμφύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας Θεοτόκου, τῶν δύο φύσεων συνδρομή. Οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ Θεοῦ Λόγου ὑπέστη ἐκεῖ, οὐδὲ ἡ ψυχή. Ἀλλ᾽ ἅμα σὰρξ, ἅμα Θεὸς Λόγος, ἅμα σὰρξ ἔμψυχος λογικὴ· ἐν αὐτῷ γὰρ ὑπέστη. Καθάπερ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἡ ἡμετέρα σύλληψις. Ἀμφυπάρκτως συντρέχει ἡ ψυχὴ, καὶ τὸ σῶμα. Οὔτε γὰρ σῶμα καθ᾽ ἑαυτὸ συνίσταται, οὔτε δὲ ψυχὴ προϋπάρχει τοῦ σώματος, προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ Χριστοῦ.

Περὶ ὁμοουσίου.

Τί ὁμοούσιον· καὶ κατὰ τί εἴρηται ὁμοούσιον; καὶ ὁσαχῶς τὸ ὁμοούσιον; Καὶ ὁμοούσιον μέν ἐστι τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ἀπαραλλάκτως ὑπάρχον, ὥσπερ ἄνθρωπος ἀνθρώπου, καὶ ἄγγελος ἀγγέλου, καὶ ζῶον ζώου, καὶ φλὸξ φλογὸς, ἐν διαφόροις ὑποστάσεσι μία οὐσία ὄντα. Ὁμοούσιον δὲ λέγεται ὅτι μίαν οὐσίαν, καὶ δύναμιν κέκτηται. Τετραχῶς δὲ εἴρηται τὸ ὁμοούσιον· ὁμοούσιον, καὶ ὁμογενὲς, καὶ ὁμοφυὲς, καὶ ὁμόφυλον. Ὁμοούσιόν ἐστι τὸ τῇ δυνάμει ἐν τῇ αὐτῇ οὐσίᾳ ἔλαττον, οἷον λίθος σαθρὸς, καὶ λίθος ἀκρότομος. Ὁμοίως ξύλον φοίνικος, καὶ ξύλον ἐβέννινον, σὰρξ ἰχθύος, καὶ σὰρξ καμήλου.

Ἐτερούσιόν ἐστι τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου ἀνόμοιον, ὡς πῦρ, καὶ ὕδωρ, καὶ ἄνθρωπος, καὶ Θεὸς, καὶ ἄγγελος, καὶ πηλὸς, καὶ ἥλιος, καὶ πρὸς χλόην· ἡμιούσιόν τινες εἰρήκασι τὴν σάρκα τὴν νεκρὰν ζωῆς κεχωρισμένην. Τὸ ἑτεροφυὲς, καὶ ἀλλογενὲς, καὶ ἑτερογενὲς, τὸ ἑτέρας οὐσίας ὑπάρχον. Ἑκάτερον εἴρηται, τοῦτ᾽ ἔστι τοῦτο, κἀκεῖνο, ἤγουν ἀμφότερα.

Καινοτομία ἐστὶ τὸ κατὰ πάντα τρόπον παρηλλαγμένον τοῦ νόμου τῆς κοινῆς φύσεως, καὶ ἐν μηδενὶ τῇ τῶν ἀνθρώπων συνηθείᾳ ἐξομοιούμενον. Τοῦτον δὲ τὸν ὅρον ἀναγκαῖον ἐπίστασθαι, διὰ τοὺς κακῶς νοοῦντας τὴν καινοτομίαν ἐν τῷ Χριστῷ. Εἰ γὰρ ἐκαινοτόμησε τὴν φύσιν ἀσπόρως γεννηθεὶς, ἀλλ᾽ ὅμως μετὰ τὸν τόκον τὴν αὔξησιν τῆς ἡλικίας, καὶ τὰ πολλὰ τὰ ἐν τῷ σώματι, καὶ τὰς εἰσκρίσεις, καὶ τὰς ἐκκρίσεις, καὶ περιτομὴν, καὶ μετάστασιν, καὶ τὸ εἶδος, καὶ τὰ μέλη, καὶ τὰς ἐκφύσεις τριχῶν, καὶ ὀδόντων, καὶ ὀνύχων, καὶ ψελλισμάτων, καὶ νηπιώδους περιπάτου. Πάντα ταῦτα οὐ κατὰ καινοτομίαν εἶχεν, ἀλλὰ καθ᾽ ὁμοιότητα ἡμῶν χωρὶς ἁμαρτίας, ὡς ὁ Παῦλος βοᾷ.

Περὶ ψυχῆς.

Τί ψυχή; καὶ κατὰ τί εἴρηται ψυχή; καὶ ὁσαχῶς λέγεται ἡ ψυχή; Καὶ εἴρηται μὲν ἐν τῇ Γραφῇ τῇ Παλαιᾷ διττῶς ἡ ψυχή· τοῦτ᾽ ἔστιν ἡ λογικὴ, καὶ ἡ ἄλογος, ἡ τῶν κτηνῶν, καὶ τῶν λοιπῶν τῶν ἐμψύχων. Ψυχὴ λογική ἐστιν οὐσία νοερὰ, ἀνώνυμος, καὶ ἀγνώριστος, λογικὴ, σώματος ζωτικὴ καὶ συστατική. Ψυχή ἐστιν οὐσία λεπτὴ ἄϋλος καὶ ἀσχημάτιστος, εἰκὼν Θεοῦ καὶ τύπος. Ψυχὴ δὲ εἴρηται διὰ τὸ ψύχειν, ἤτοι διὰ τῆς οἰκείας ἐνεργείας ζωοποιεῖν τὸ σῶμα.

Ψυχὴ ἄλογός ἐστιν ἡ τοῦ αἵματος ζωτικὴ, καὶ θερμαντικὴ, καὶ κτηνικὴ διὰ πνεύματος ὑλικοῦ ἐνέργεια. Ψυχὴ κτηνώδης ἐστὶ δύναμις ὑλικὴ, ἐνεργητικὴ, καὶ αἰσθητικὴ, σώματος συστατική.

Νοῦς λογικός ἐστιν αἴσθησις θεωρητικὴ ψυχῆς ἀθανάτου, καὶ νοερᾶς. Νοῦς ἐστιν ὅρασις ἀσώματος, ἀκαμάτως εἰς πᾶν διατρέχουσα. Ὁσαχῶς ὁ νοῦς; καὶ λέγομεν, ὅτι τριχῶς, νοῦς Θεοῦ, νοῦς καὶ ὁ ἄγγελος. Νοῦς καὶ ὁ ἡμέτερος.

Σχόλιον. Τίς ἔγνω νοῦν Κυρίου;

Νοητόν ἐστι τὸ διὰ τοῦ νοούμενον· νοητὸν δὲ εἴρηται διὰ τὸ τὰ νοητὰ ὁρᾶν.

Σῶμά ἐστι κατὰ μὲν τοὺς ἔξω, πᾶν τὸ τριχῶς διαστατόν· ἤγουν, τὸ ἔχον, μῆκος, πλάτος, καὶ πάχος. Κατὰ δὲ τὴν Ἐκκλησίαν, σῶμά ἐστι πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γενόμενον. Καὶ σώματα γὰρ ἐπουράνια, καὶ σώματα ἐπίγεια. Τὰ οὖν ἐπουράνια, οὐκ ἔχουσι πάχος. Εἰδέναι μέντοιγε προσήκει, ὅτι πᾶσα σὰρξ πρόδηλον ὅτι καὶ σῶμα εἴρηται· οὐ πᾶν δὲ σῶμα σὰρξ ὀνομάζεται. Καὶ γὰρ οἱ ἀστέρες σώματα ἐπουράνια λέγονται, οὐ μὴν καὶ σάρκες ἐπουράνιοι. Τὸ σῶμα μὲν οὖν εἴρηται διττῶς· ποτὲ μὲν ὑλικὸν, ποτὲ δὲ λεπτόν. Σῶμα ὑλικόν ἐστι, τὸ δι᾽ ἁφῆς κρατούμενον, καὶ φθορᾷ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι, τὸ ἀνέπαφον, καὶ ἀψηλάφητον. Σὰρξ ἐστι στοιχείων συνδρομή. Σάρξ ἐστιν οὐσία ῥευστὴ, ἐξ αἵματος, καὶ φλέγματος, καὶ χυμοῦ συνισταμένη, ἤγουν ἐξ ἀέρος, καὶ γῆς, καὶ πυρὸς, καὶ ὕδατος· τοῦτ᾽ ἔστιν ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ. Ὁ ἥλιος τὸ θερμὸν, καὶ ζωτικόν· ὁ ἀὴρ, τὸ ψυχρόν· ἡ γῆ, τὸ ξηρόν· τὰ ὕδατα τὸ ὑγρὸν στοιχεῖον τίκτει.

Στοιχεῖόν ἐστιν οὐσία ἁπλῆ, κτίσεως τετάρτη μοῖρα. Ἡνίκα τοίνυν ἀκούσῃς τοῦ Παύλου λέγοντος· οὐκέτι γινώσκομεν τὸν Χριστὸν κατὰ σάρκα, νόησον, ὅτι σάρκα τὴν φθαρτὴν εἶπεν. Οὐ γὰρ εἴρηκεν, ὅτι οὐκέτι γινώσκομεν Χριστὸν κατὰ σῶμα, ἀλλὰ κατὰ σάρκα, τοῦτ᾽ ἔστι, ἐν οὐσίᾳ ῥευστῇ. Αἰσθήσεις εἰσὶ παρ᾽ ἡμῶν πέντε· τοῦτ᾽ ἔστιν, ὅρασις, ἀκοὴ, ὄσφρησις, γεῦσις, καὶ ἀφὴ, ἤγουν ψηλάφησις. Αἰσθητὸν οὖν ἐστι πᾶν τὸ μιᾷ ἐκ τῶν πέντε τούτων αἰσθήσεων ὑποπίπτον. Αἰσθητήριον δὲ τὸ ὅλον τοῦ σώματος ὄργανον, τὸ τὰς αἰσθήσεις τηροῦν. Αἰσθητικὸν δὲ, πᾶν ζῶον αἴσθησιν φόβου, καὶ θανάτου ἔχον, νοητὸν οὖν ἐστι τὸ διαφεῦγον τὰς πέντε ἡμῶν αἰσθήσεις.

Περὶ φθαρτοῦ

Τί φθαρτόν; καὶ κατὰ τί εἴρηται φθαρτόν; καὶ ὁσαχῶς ἡ φθορά; Εἴρηται μὲν οὖν ἡ φθορὰ κατὰ δύο τρόπους ἐν τῇ θείᾳ Γραφῇ· τοῦτ᾽ ἔστι σωματικῶς, καὶ πάλιν ψυχικῶς, ὡς ὅτ᾽ ἂν λέγει· « Καὶ εἶδεν Κύριος ὁ θεὸς, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατεφθαρμένη » τῇ ἁμαρτίᾳ. Καὶ πάλιν εἴρηται περὶ ἀνθρώπων, ὅτι « Διεφθάρησαν, καὶ ἐβδελύχθησαν, ἐν ἀνομίαις, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. » Λοιπὸν ἡνίκα ἀκούσῃς διδασκάλου λέγοντος, ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχειν πρὸ τοῦ σταυροῦ, νόησον ὅτι κατὰ τὴν φθορὰν τῆς ἁμαρτίας λέγει αὐτὸ ἄφθαρτον, ἤτοι, ἀμίαντον, καὶ οὐ κατὰ λεπτότητά τινα, καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. Ἄφθαρτον γὰρ κυρίως ἐστὶ τὸ ἀπαθὲς, καὶ ἄϋλον, καὶ ἀψηλάφητον. Ἄφθαρτόν ἐστι τὸ ὑφ᾽ ἑτέρας οὐσίας βλαβῆναι μὴ δυνάμενον. Ἄφθαρτόν ἐστι τὸ κατὰ πάντα ἄρευστον καὶ ἀνενδεὲς, καὶ ἄτρωτον· τὸ δὲ πανάγιον σῶμα Χριστοῦ, καὶ πέπονθε καὶ ἐτρήθη τοῖς ἤλοις, καὶ τῇ λόγχῃ καὶ αἷμα, καὶ ὕδωρ ἐξήγαγε, καὶ ἐκ ζωῆς νεκρὸς γέγονε.

Φθαρτὸν δέ ἐστι πᾶν τὸ θανάτου δεκτικὸν, καὶ ζωῆς χωριστικόν. Φθορὰ δὲ φύσεώς ἐστιν, ὥς φησιν ὁ ἅγιος Διονύσιος, ἀσθένειά τε, καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε, καὶ ἐνεργειῶν, καὶ δυνάμεων. Τινὲς δὲ εἶπον, ὅτι δυνάμει μὲν φθαρτὸν ἦν τὸ πανἅγιον σῶμα Χριστοῦ, τοῦτ᾽ ἔστι, δεκτικὸν φθορᾶς. Ἐνεργείᾳ δὲ διετηρήθη ἐν τῷ μνήματι ὑπὸ τῆς θεότητος τοῦ λόγου ἄφθαρτον. Καταφορά ἐστιν ἡ παντελὴς ἀπώλεια. Διαφθορά ἐστιν, ὅτ᾽ ἂν ἄλλη οὐσία δι᾽ ἑτέρας ἀφανίζηται, ὥσπερ τὸ σῶμα ὑπὸ σκωλήκων. Ἡ μορφὴ, ὡς τῶν μορίων ὑφὴ ἐκλήθη μορφὴ, ἤτοι οὐσία· μόρια δὲ μορφῆς, αἱ ὑποστάσεις αὐτῆς λέγονται, ἤτοι τὰ μέρη.

Σχόλιον. Ὁ ἄνθρωπος εἴρηται τετραχῶς ἐν τῇ Γραφῇ. Ἄνθρωπος ὁ Θεὸς, καὶ ὁ ἄγγελος, καὶ ὁ Σατανᾶς· καὶ ὁ ἐντὸς, καὶ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος. Ἄνθρωπός ἐστι ζῶον λογικὸν ὀρθοπεριπατητικὸν πλατυώνυχον· ἢ, ζῶον λογικὸν, ὑλικὸν, γελαστικόν· ἢ ζῶον ἐξ ἐναντίων οὐσιῶν, ὁμόχρονος, καὶ ἄῤῥητος σύνθεσις· ἢ ζῶον λογικὸν, θνητὸν, νοῦ, καὶ ἐπιστήμης δεκτικόν. Ἑρμηνεύεται ζῶον, κατὰ ἀφορισμὸν τῆς ἀψύχου κτίσεως· λογικὸν, κατὰ ἀφορισμὸν τῆς ἀλόγου οὐσίας· θνητὸν, κατὰ διορισμὸν τῆς ἀθανάτου τῶν ἀγγέλων ὑπάρξεως· νοῦ, καὶ ἐπιστήμης δεκτικὸν, ὡς ἐν εἰκόνι Θεοῦ κατὰ χάριν ὑπάρχον. Ἄγγελός ἐστι ζῶον λογικὸν, πύρινον, ἄϋπνον.

Περὶ πίστεως.

Τί πίστις; καὶ κατὰ τί εἴρηται πίστις; καὶ ὀσαχῶς ἡ ὀρθὴ πίστις; Πίστις ἐστὶν ἐνδιάθετος ὕπαρξις, πίστις δὲ εἴρηται κατὰ τὸ πείθεσθαι εἰς τί. Διττῶς δὲ νοεῖται ἡ πίστις ἡ ὀρθή. Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς τοῦ κηρύγματος. Καὶ ἔστι βεβαιοτέρα πίστις, « ἡ τῶν ἐλπιζομένων ἀγαθῶν ὑπόστασις. » Καὶ τὴν μὲν ἐξ ἀκοῆς πάντες ἄνθρωποι ἔχειν δύνανται· τὴν δὲ δευτέραν μόνοι οἱ δίκαιοι κέκτηνται. Ὁρθοδοξία ἐστὶν ἀψευδὴς περὶ Θεοῦ, καὶ κτίσεως ὑπόληψις· ἢ ἔννοια περὶ πάντων ἀληθὴς, ἢ δόξα τῶν ὄντων καθάπερ εἰσίν.

Περὶ λόγου.

Τί λόγος; καὶ ὁσαχῶς ὁ λόγος; καὶ κατὰ τί εἴρηται λόγος ὁ λόγος; Εἴρηται μὲν οὖν ὁ λόγος τριχῶς· λόγος ἐνούσιος, ὁ Θεὸς λόγος, λόγος ἐνδιάθετος ὁ τῶν ἀγγέλων, καὶ ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλῶν, λόγος καὶ ὁ προφορικὸς τῆς γλώττης. Λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν. Λόγος προφορικός ἐστιν ἄγγελος νοήματος.

Χριστιανός ἐστιν ἀληθινὸς οἶκος Χριστοῦ λογικὸς, δι᾽ ἔργων ἀγαθῶν, καὶ δογμάτων εὐσεβῶν συνιστάμενος. Αἱρετικός ἐστι συκοφάντης, καὶ κατήγορος ἀληθείας· ἢ ψευδὴς ὑπόληψις τοῦ μὴ ὄντος. Ἀτρεπτόν ἐστι τὸ ἀεὶ ὡς αὕτως ἔχον. Φυσικόν ἐστιν, ἢ τὸ ἐν τῇ φύσει κείμενον, ἢ, τὸ κατὰ κοινὴν, καὶ καθολικὴν συνήθειαν γινόμενον, ἢ τὸ ἀληθῶς ἀληθὲς γνωριζόμενον. Παρὰ φύσιν ἐστὶν, ὃ ὁ Θεὸς οὐχ οὕτως πεποίηκεν, ἢ ὅπερ ὅλως οὐ πεποίηκεν, οἷόν ἐστιν ἡ ἁμαρτία, καὶ ὁ θάνατος. Ὑπὲρ φύσιν ἐστὶ, ὃ τοῦ κρείττονος οὖ γέγονε μεταποιούμενον. Οἷον, κατὰ φύσιν, ὁ γάμος· παρὰ φύσιν, ἡ πορνεία· ὑπὲρ φύσιν ὁ τοῦ Χριστοῦ τόκος.

Θέωσίς ἐστιν, ἡ ἐπὶ τὸ κρεῖττον ὕψωσις, οὐμὴν φύσεως μείωσις, ἢ μετάστασις. Οἰκονομία ἐστὶν ἑκούσιος μεγέθους συνκατάβασις πρὸς σωτηρίαν τινῶν ἐπιτελουμένη· θεωθὲν λέγεται τὸ, πρὸς μείζονα δόξαν ἀνυψωθὲν, οὐ μὴν τῆς οἰκείας φύσεως ἀλλοιωθέν. Ἡ σύγκρασις ποτὲ μὲν τὴν ἕνωσιν, ποτὲ δὲ τὴν σύγχυσιν δηλοῖ. Λύπη ἐστὶν ἔνδεια ὀρέξεως. Ὅρεξις δέ ἐστιν ἡ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς κίνησις. Ἐπιθυμητικὸν δέ ἐστι τὸ θελητικὸν, ὥστε τὴν λύπην, τὴν ἐπαινετὴν ὁ Χριστὸς ἐν τῷ θελητικῷ μέρει τῆς ψυχῆς ἑκουσίως ἐδέξατο. Λύπη γὰρ κατὰ τὸ λεῖπον εἴρηται. Τοίνυν ἐν ἀληθείᾳ ἐλυπεῖτο Χριστὸς τὴν ἀπώλειαν Ἰούδα, καὶ Ἰουδαίων, καὶ Ἰερουσαλὴμ, ἣν καὶ ἐδάκρυσεν ἐν ἀληθινῇ αἰσθήσει ψυχῆς λυπούμενος, καὶ δεικνὺς τὸ φύσει φιλἄνθρωπον.

Ἀδημονία ἐστὶ σκυθρωπὴ τῆς ψυχῆς διάθεσις, ἐπὶ ἀποτυχίᾳ τινὸς τῶν ποθουμένων γινομένη. Ἐμβρίμησίς ἐστι ψυχῆς λογικῆς τοῦ θυμικοῦ μέρους ἐνέργεια. Δειλία ἐστὶ συστολὴ ψυχῆς πρὸς ἑαυτὴν, ἐπὶ προσδοκίᾳ τινὸς τῶν οὐ ποθουμένων συνισταμένη. Αὐτεξούσιόν ἐστι τὸ ἀδέσποτον. Τὸ γὰρ ὑπὸ δεσπότην ὂν, οὐκ ἔστιν αὐτεξούσιον. Ἡ γὰρ αὐτεξουσιότης κυρίως ἐστὶν ἡ ἀκυρίευτος πρὸς τὸ καταθύμιον ἀνεμπόδιστος κυρίευσις. Αὐτεξουσιότης ψυχῆς νοερᾶς ἐστιν ἡ ἀκώλυτος πρὸς ἀρετὴν, ἢ κακίαν τοῦ ἐπιθυμητικοῦ ἡμῶν ῥοπή τε καὶ κίνησις. Ἔνθα δὲ κακίας καὶ ἀρετῆς προσβολὴ οὐ γίνεται, ἐκεῖ οὐδὲ ἡ αὐτεξουσιότης τῆς ψυχῆς γνωρίζεσθαι δύναται; Πῶς γὰρ ἂν καὶ φανήσεται ἡ αὐτεξούσιος προαίρεσις, ἔνθα προσβολὴ ἐναντία οὐχ ὑφίσταται;

Σχόλιον. Σημειωτέον τοὺς παρόντας ὅρους, εἰς Χριστὸν γὰρ, καὶ εἰς τὰ αὐτοῦ συντείνουσι.

Μόνος τοίνυν ὁ τοῦ Χριστοῦ νοῦς, καὶ ἡ παναγία αὐτοῦ ψυχὴ, ἄδεκτος, καὶ ἀγνώριστος πάσης πονηρᾶς προσβολῆς γέγονεν. Μορφὴ γὰρ δούλου ἦν, χαλιναγωγουμένη, καὶ δεσποζομένη ὑπὸ τοῦ καθ᾽ ὑπόστασιν ἡνωμένου αὐτῇ Θεοῦ Λόγου. Διόπερ καὶ ἔλεγεν ὁ κατὰ τὸν Σωτῆρα νοούμενος ἄνθρωπος· « Οὐ δύναμαι ἐγὼ ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδέν. » Ὑπὲρ γὰρ τοὺς ὅρους, καὶ νόμους τῆς ἡμετέρας φύσεως ὑποστὰς ἀσπόρως, ὡς Θεοῦ σῶμα, καὶ ψυχὴ ὦν, τῇ τοῦ Δεσπότου νεύσει ἐτοίμως ὑπετάττετο ὡς θεωθείς.

Ποιότης ἐστὶν ἐνούσιος δύναμις, ὡς τοῦ ὕδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. Ποιότης, καὶ ἰδιότης, καὶ διαφορὰ, καὶ ἰδίωμα ἓν, καὶ τὸ αὐτὸ σημαίνει.

Τετραμερές ἐστι τὸ σῶμα, ἐκ τεσσάρων στοιχείων ὥσπερ τις κόσμος συνιστάμενον. Τριμερὴς δὲ ἡ ψυχὴ ἡ ἐν αὐτῷ, προτυποῦσα τὴν ἁγίαν Τριάδα, ὥσπερ ἐν σώματί τινι μέλλουσαν ἐν τῷ νεκρωθέντι κόσμῳ φανερωθῆναι, καὶ τοῦτον τῇ θεογνωσίᾳ ζωοποιῆσαι. Τριμερῆ δὲ λέγουσι τὴν ψυχὴν, ἔχουσαν ὥσπερ τινὰ στοιχεῖα νοερὰ, τὰ ἑαυτῆς μέρη, δι᾽ ὧν καὶ συνίσταται, τοῦτ᾽ ἔστι, τὸ λογιστικὸν, καὶ τὸ ἐπιθυμητικὸν, καὶ τὸ θυμικὸν, ὅπως διὰ μὲν λογιστικοῦ λογίζεται τὴν ἀρετὴν, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἀγαπᾷ τὸν Θεὸν, διὰ δὲ τοῦ θυμικοῦ, ὀργίζεται τοῖς δαίμοσιν, ἀνδριζομένη κατ᾽ αὐτῶν. Ὥσπερ οὖν ἀδύνατον, εἶναι σῶμα μὴ ἔχον τὰ τέσσαρα στοιχεῖα, οὕτως ἀδύνατον, εἶναι ψυχὴν, μὴ ἔχουσαν τὰ τρία μέρη, δι᾽ ὧν καὶ συνίσταται.

Περὶ τοῦ πρός τι.

Ἡ φύσις κυρία πηγαία μήτηρ πάντων, καὶ ὄντος τίς ἐστιν. Πάντα δὲ λοιπὸν, ὅσα ἐκ τῆς φύσεως προσέρχεται τῶν πρός τι λέγονται. Αἱ γὰρ ὑποστάσεις, καὶ ἡ υἱότης καὶ ἰδιότης, καὶ ποιότης, καὶ ἁπλότης, καὶ πάντα τὰ λοιπὰ, ἐκ τῆς φύσεως τὴν αἰτίαν, καὶ τὴν πρόοδον ἔχουσι, καὶ κατὰ τοῦτο τῶν πρός τι λέγονται, τοῦτ᾽ ἔστι, τῶν πρὸς τὴν ῥίζαν τῆς φύσεως ἀποκρεμαμένων, ἐξ ὦν ἐστι καὶ ἡ θέλησις, καὶ ἡ ἐνέργεια.

Κατάφασίς ἐστι δόξα, ἤγουν κατηγορία περί τινος λεγομένη, οἷον, ὡς ὅτε λέγομεν· ὅτι, ὁ ποταμὸς ἀνέρχεται· ἢ, ὁ ἄρχων εἰσέρχεται. Ἀπόφασις δέ ἐστιν ἀνατροπὴ τῆς καταφάσεως, οἷον, ὁ ποταμὸς οὐκ ἀνέρχεται, οὐδὲ ὁ ἄρχων εἰσέρχεται. Ἡ κατηγορία, οὐ πάντως ἐπὶ κακῷ λέγεται, ἀλλὰ καὶ ἐπ᾽ ἀγαθῷ. Κατηγορία γάρ ἐστι πᾶσα περὶ οἵου δή ποτε πράγματος ὁριστικὴ ἔμφασις· οἷον, ὁ Θεὸς ἀγαθὸς φύσει· ὁ διάβολος πανοῦργος· δολερὸν, ἡ ἀλώπηξ· κλεπτικὸν, ἡ γαλαῖα.

Καταχρηστικόν ἐστι πᾶν τὸ μὴ ὁριστικῶς, ἀλλ᾽ ἐν ἀφελότητι, καὶ ἀκακίᾳ, εἰρημένον ὑπό τινος. Ἅτινα οὐδὲ εἰς νόμον, ἢ ὅρον ἀναφέρεσθαι δύναται· οἷόν ἐστι τὸ εἰρημένον, ὅτι τότε ἐνέπτυσαν εἰς πρόσωπον αὐτοῦ. Οὐ γὰρ παρὰ τοῦτο δυνάμεθα πρόσωπον ἰδικὸν εἰπεῖν τὸ ἅγιον σῶμα αὐτοῦ, ἀλλὰ φύσιν.

Περὶ ἐτυμολογίας.

Ἐτυμολογία ἐστὶν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη. Οἷον τι εἰρήνη, κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν· ὥσπερ πάλιν ταραχὴ, διὰ τὸ ῥᾷον χεῖσθαι· καὶ πλάνη, κατὰ τὸ πλαγιάζειν τὸν νοῦν· σωφροσύνη κατὰ τὸ σῶα φρονεῖν, ἢ διὰ τὸ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου· πορνεία εἴρηται, (ὡς) πηρωνία, διὰ τὸ πηροῦν τὴν νεότητα, ἢ διὰ τὸ πηροῦν τὸν νοῦν, ἤγουν, ἐκτυφλοῦν, ἢ πάλιν διὰ τὸ πόῤῥωθεν νεύειν· ἁγνεία, διὰ τὸ ἄγονον ἵστασθαι βίον· ἀγάπη, διὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν, καὶ συνάπτειν πρὸς ὁμόνοιαν· ἀρετὴ ἀρέσκον Θεῷ τι, ἢ ἀρετὴ, ἤτοι ἐραστὴ, καὶ φιλητή.

Βάπτισμα, Βάπταισμα, ἐν ᾧ βάλλεται, ἤγουν πίπτει τὸ πταῖσμα· ἀγαθὸν, τὸ ἄγαν Θεῖον, ἢ τὸ ἀγαπᾶν Θεόν· θάνατος, θένωτος, διὰ τὸ τίθεσθαι κατὰ νώτου τὸν θνήσκοντα· ἄδης, διὰ τὸ ἄδηλον, ἄδυς, ἄδηλος δύσις, ἢ ἄδηλος δῆσις ἄδης· ἀνάστασις, ἄνω στάσις, ἤτοι ἔγερσις· φθορὰ ἐκ τοῦ φθείρεσθαι ῥᾷον, ἤτοι σήπεσθαι εὐχερῶς· φθίσις γὰρ ἡ σῆψίς ἐστι· σορὸς, ἐν ᾧ τὸ σῶμα ῥεῖ, ἤτοι καταῤῥεῖ· σῶμα, σώαιμα, σῶον αἷμα ἐν τῷ ἅμα· μέλη, ὡς ἵνα εἴπῃς, μέρη· κοινωνία, εἰς κοινὸν ἰέναι τὰ μέρη· σταυρὸς στᾶ εὗρος, στάσις, καὶ εὖρος, ἤγουν μῆκος καὶ πλάτος· εὗρος γὰρ τὸ πλάτος ἐστίν· θυσιαστήριον, τὸ τὴν θυσίαν τηροῦν· ἱερεῖον τὸ πρόβατον εἴρηται, διὰ τὸ ἴεσθαι, ἤγουν φέρειν τὸ ἔριον· λοιπὸν, ἱερεὺς, ὁ τὸ ἱερεῖον εὔων, ἤτοι προσφέρων, ἐκ τούτου οὖν ἐκλήθη ἱερεύς.

Ὅσα ὀνόματα ἔχουσι τὸ ἀνὰ, τὸ ἄνω δηλοῦσιν. Οἷον, ἀναφορὰ ἤγουν ἀνωφορά· ἀνάστασις, ἀνώστασις· ἀνατολὴ, ἄνω ἐπιτολὴ τοῦ ἡλίου· ἀναγραφὴ, ἀνάγνωσις, ἡ ἄνωθεν γνῶσις, καὶ τὰ λοιπὰ ὁμοίως. Ἀνάβασις, ἀναγκαία, ἡ ἄνωθεν καίνωσις· ἀνάπαυσις, ἀνάλημμα, ἀναψυχή. Γῆρας, γέρας, ἤγουν τιμὴ, ἢ ὅτι γῆν ὁρᾷ· λύχνος διὰ τὸ λύειν τὸ νύχος, ἤγουν τὸ σκότος· λύπη, λείπει, ἐπιλείψει γὰρ συνίσταται· ἄνεμος, ὅτι φυσῶν πάλιν ἀναμένει· ἀρρενικὸν, ἐκ τοῦ αἴρειν τὸ νῖκος· σημεῖον σύσσημον ὃν τοῦ τιθέντος.

Κύων, ἐκ τοῦ συχνῶς κύειν· κηρὸς, καιόμενος ῥεῖ· ὥσπερ κέδρος καιόμενος ἰδροῖ. Νεφέλη, διὰ τὸ νάματα ὑφέλλειν. Ἐπίσκοπος ἐπὶ τῷ σκοπεῖν ὢν· καρδία, ὡς ἐκ τοῦ κραδαίνεσθαι, ἤτοι ἀπαύστως σαλεύεσθαι· νεφροὶ, διὰ τὸ ἐν νώτῳ φέρεσθαι· μετάφρενα, τὰ ὄπισθεν τῆς κεφαλῆς, ἤγουν μετὰ τὰς φρένας, ἐν τῇ κεφαλῇ γὰρ φρένες· κρανίον, ἐν ᾧ κρέμαται ὁ νοῦς, εἴρηται· τράχηλος, τῆς ῥάχης ἧλος· μύσταξ, ἐν ᾧ οἱ μυκτῆρες στάζουσι· μηροὶ, διὰ τὸν μερισμὸν τοῦ σώματος· ὦμος δὲ, διότι ὁμάς ἐστι τοῦ πλάτους, καὶ τοῦ μήκους· γόνυ, ὡς εἰς γῆν νεῦον· ἀγκύλη, διὰ τὸ ἄνωθεν αὐτῆς κοῖλον· μάλαι, ἐκ τοῦ μαλοῦ τῶν τριχῶν· ὀδόντες, οἱ ἐπὶ ἐδωδῇ ὄντες· χεῖρες, διὰ χεῖσθαι ῥᾷον, καὶ διὰ τὸ τὴν χρείαν ὑπουργεῖν· πόδες, διὰ τὸ παίειν τὸ ἔδαφος· κοιλία, διὰ τὸ κύειν ταλία· ἔντερα, διὰ τὸ τὰ ἐντὸς ῥεῖν· πνεύμων, ὅτι ἐν αὐτῷ τὸ πνεῦμα.

Εἰδέναι μέντοι ἐχρῆν, ὅτι τινὰ ὀνόματά εἰσιν ἀλλόγλωσσα, ἅπερ οὔτε δύνανται ἐτυμολογηθῆναι. Οἷον, σακελλάριος Συριστί ἐστι· σάκελλα γὰρ τὸ δέχεσθαι εἴρηται. Ὁμοίως λάτος Ῥωμαϊστὶ εἴρηται· λάτος γὰρ πλάτος κέκληται. Δεσπότης δεσμός τις, διὰ τὸ πάντας περιέχειν, καὶ συγκρατεῖν· Κύριος, κῦρος τὸ κράτος εἴρηται· κήρυξ, τῇ κινήσει ῥᾷον ὀξύς· Ὕψιστος, ὁ ἐν τῷ ὕψει ἑστώς· οὐρανὸς, ὅρασις ἄνω· σελήνη, σέλας νηπιάζον· ἥλιος, διὰ τὸ ἵεσθαι, τὸ ἕως γὰρ ἡ ἀνατολή· πλειὰς, ἐκ πλειόνων ἀστέρων οὖσα· ἑωσφόρος, τὴν ἕως φέρεσθαι, ἤγουν ἀνατολήν· πωμάριν ῥωμαϊστί ἐστιν ἡ λέξις, πώμαρα γὰρ λέγουσι τὰ κηπία· Αἴγυπτος, ἐγγύποτος, ὡς ἐγγίζουσα τῷ πότῳ, ἢ τῷ ποταμῷ· Νεῖλος, διὰ τὸ νεάζειν τὴν ὕλην· Βαβυλὼν, Ἑβραία ἡ λέξις, Βαβὲλ, τοῦτ᾽ ἔστι σύγχυσις, ἢ τάραχος· νυμφίος, ὁ νῦν φιλῶν νύμφην· νοτάριος, Ῥωμαΐα ἡ λέξις· Νότα γὰρ τὰ γράμματά εἰσι Ῥωμαϊστί· νήπιον, νέον πίον, ἤγουν λιπαρόν· νεώτερος, ὁ νέος τῇ ὁράσει· ναύτης, τῆς νηός τις· κόρη, κώλυσις τοῦ ῥεῖν ἤτοι πρὸ τοῦ τόκου, ἤτοι πρὸ τῶν αἱμάτων. καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὡς τοῦ κύκλου ῥέειν τὸ δάκρυον. Λέγεται ἐκ τούτου κολούριον, τὸ κωλύον τὸ ῥέον. Εἴρηται ὀφθαλμὸς, ὅρασις θολουμένη· ὡμῶς, ἤγουν χαλεπῶς· σχόλιον εἴρηται, διὰ τὸ κατὰ σχολὴν παρατίθεσθαι πρὸς φερτέραν ἑρμηνείαν τῶν δυσνοήτων, νοημάτων, ἢ ῥημάτων.

Μὴ ἀγνοήτω ὁ φιλομαθὴς μηδὲ τοῦτο, λέγω δὴ, ὅτι ὁ φιλοπόνως ἐγκύπτων τοῖς προκειμένοις ὅροις, πᾶσαν τὴν δύναμιν τῶν δογμάτων ἐν αὐτοῖς προαποκειμένην εὐχερῶς ἐκμανθάνει. Ἰστέον ὅτι καὶ αἱ δύο προσηγορίαι τοῦ Χριστοῦ, λέγω δὴ τὸ, Θεὸς καὶ ἄνθρωπος, ἐνεργητικῶς λέγονται ἐκ τῶν οἰκείων αὐτῶν ἐνεργειῶν οὕτως ὀνομασθεῖσαι. Καὶ γὰρ τὸ, Θεὸς, οὐ τὴν οὐσίαν τῆς θεότητος σημαίνει· ἀκατάληπτος γὰρ αὕτη, καὶ ἀνώνυμος ἡμῖν· ἀλλ᾽ ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνεργείας Θεὸς εἴρηται, ὥς φησιν ὁ ἅγιος Διονύσιος, ἢ ἐκ τοῦ θέειν, ἤγουν διατρέχειν, καὶ φλογίζειν. Ὁμοίως καὶ τὸ, ἄνθρωπος, οὐκ αὐτὴν τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἄνω θρεῖν τὴν ὥπα, τοῦτ᾽ ἔστιν ἄνω ὁρᾷν τὴν τῶν ὀφθαλμῶν ἐνέργειαν. Εἰ οὖν αἱ δύο προσηγορίαι τῶν Χριστοῦ φύσεων, ἐκ τῶν οἰκείων ἐνεργειῶν τὰ ὀνόματα ἔχουσι, θάμβος τῆς τῶν αἱρετικῶν πηρώσεως, πῶς τὰς οὐσιώδεις αὐτοῦ ἐνεργείας ἀπαρνούμενοι οὐκ αἰσχύνονται.

Περὶ τῶν οἰκονομικῶν.

Τὸ, οἰκονομικῶς ἐπὶ Χριστοῦ κατὰ τρεῖς δύναται νοεῖσθαι τρόπους, τοῦτ᾽ ἔστιν, ἢ ὡς ὅταν λέγωμεν· οἰκονομικῶς ἐθήλασε, καὶ ἐνηπίασε, καὶ ηὔξησεν ὁ Χριστὸς καὶ ἐκοιμήθη, καὶ ἐπείνασε, τοῦτ᾽ ἔστι κατὰ τὴν φύσιν τῆς οἰκονομίας αὐτοῦ. Λέγομεν πάλιν οἰκονομικῶς καὶ ὅτε γίνεται πρᾶγμα, οὐ πάντως ὀφεῖλον γενέσθαι, γίνεται δὲ διὰ συγκατάβασιν, καὶ σκοπὸν σωτηρίας τινῶν. Ὡς ὅτ᾽ ἂν ὁ Παῦλος περιἕτεμε τὸν Τιμόθεον βουλόμενος ἐπισπάσασθαι Ἰουδαίους. Διὸ καὶ συνήγνιζεν ἑαυτόν. Καὶ ἡ περιτομὴ τοῦ Χριστοῦ, κατὰ τοῦτον τὸν τρόπον γέγονεν οἰκονομικῶς· ἵνα μὴ φανῇ καταλύων τὸν νόμον. Ἔστι δὲ πάλιν οἰκονομικὸν, ὅτ᾽ ἂν ἦλθεν εἰς τὴν συκὴν ἀπὸ πρωΐας πεινῶν, καὶ ἐξήρανεν αὐτήν· καὶ ὅτε ἦλθε πρὸς τοὺς μαθητὰς νυκτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων, διά τινας οἰκονομίας ἀποκρύφους. Οἱ οὖν αἱρετικοὶ ἀφέντες τὸ κατ᾽ αὐτοὺς τοὺς τρόπους νοεῖν τὸ οἰκονομικὸν, οἰκονομικὸν τὸ ὡς ἐν φαντασίᾳ, καὶ δοκήσει γινόμενον λέγουσι.

Σχόλιον. Ἰστέον, ὡς αἱ σύνθετοι φύσεις, ὡς σύνθετοι πεφύκασιν εἶναι, καὶ εὐδιάλυστοι, ὥς φησιν ὁ Γρηγόριος, ὅτι σύνθεσις ἀρχὴ διαστάσεως. Διὰ τοῦτο γοῦν τὰ σώματα καὶ ἀνθρώπων, καὶ ζώων εὔφθαρτα, καὶ εὔθνητα τυγχάνει ὡς ἐκ τεσσάρων φύσεων στοιχείων συγκείμενα· καὶ οἱονεὶ στοιχείων προσάλληλα ἐναντίως ἐχόντων, καὶ στασιαζόντων. Τὰ δὲ ἁπλὰ καὶ ἀσύνθετα τῶν πραγμάτων, εὐδιάμονα, καὶ ἕως τῆς συντελείας ἀκατάλλυτα μένει· οἷον ψυχὴ ἀνθρώπου, ἥλιος, φῶς, φωστῆρες, ἀὴρ, ὕδατα, πῦρ, πνεῦμα, καὶ πάντα τὰ ἁπλὰ, καὶ ἑνιαῖα, καὶ ἀμιγῆ, καὶ ἀσύνθετα. Ὅθεν καὶ τὰ φυτὰ, καὶ δένδρα, ὡς διὰ τῶν τεσσάρων στοιχείων συνιστάμενα, λέγω δὴ γῆς, καὶ ὕδατος, ἡλίου. καὶ ἀέρος, καὶ αὐτὰ οὐκ ἀγήρατα, οὐδὲ ἄφθαρτα οὔτε ἀμάραντα ἕως ἔξω διαμένει, ἀλλὰ θνήσκει καθὰ καὶ τὰ σώματα, ὥσπερ καὶ ἡ γῆ συνίσταται. Ποίησον δὲ πλίνθον σύνθετον ἐκ γῆς, καὶ ὕδατος, καὶ εὐχερῶς φθείρεται.

Σχόλιον. Ἀνατροπὴ καὶ καθαίρεσις τοῦ πολυθρυλλήτου προβλήματος πάντων τῶν μονοφυσιτῶν, τοῦ φάσκοντος, ὡς οὐκέτι φύσις ἀνυπόστατος.

· Contents ·