Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Accounts of Four Disputations Held at Alexandria with the Theodosians and Gaianites

ΚΕΦΑΛ. Ι΄. Ὁ σκοπὸς, ὃν ἐδογματίσαμεν πρὸς τοὺς ἑτεροδόξους ἐν Ἀλεξανδρείᾳ.

Χρήσεις τινὲς ἐμφέρονται ἔν τισι βίβλοις λέγουσαι τὰς φύσεις, ὑποστάσεις, ἐπιγεγραμμέναι εἰς ὄνομα τοῦ ἁγίου Κυρίλλου. Εἴτε οὖν κατὰ ἀλήθειαν αὐτοῦ τυγχάνουσιν, εἴτε ἑτέρου τινὸς, μετὰ ταῦτα ζητήσομεν. Καὶ γὰρ καὶ ἑτέρας τινὰς δογματικὰς φωνὰς τοῦ αὐτοῦ Κυρίλλου ζητήσαντες, ἐν ταῖς βίβλοις ἐν Ἀλεξανδρείᾳ νενοθευμένας, καὶ διεστραμμένας αὐτὰς εὑρήκαμεν, μάρτυς Κύριος ὁ Θεός. Ὅμως, ὡς προεῖπον, πάντων τῶν διδασκάλων, ἕτερόν τι λεγόντων εἶναι τὴν φύσιν, καὶ ἕτερον τὴν ὑπόστασιν, φέρονταί τινες βίβλοι τοῦ ἁγίου Κυρίλλου λέγουσαι τὰς φύσεις ὑποστάσεις. Οἱ γοῦν ἀπὸ Σευήρου καὶ Θεοδοσίου, Γαϊανοῦ τε, καὶ Διοσκόρου, καὶ πάντων τῶν μίαν Χριστοῦ φύσιν ὁμολογούντων παρορῶντες, ὅλον τὸ πλῆθος καὶ πλάτος τῶν ἁγίων Πατέρων ἐν ἐκείναις ταῖς χρήσεσιν ἀποκρέμανται ταῖς λεγούσαις, ὡς ἐκ προσώπου τοῦ ἁγίου Κυρίλλου, τὰς φύσεις ὑποστάσεις, ὅπως δι᾽ αὐτῶν, ὡς νομίζουσιν, ἐλέγχωσιν ἡμᾶς, τοὺς δύο ἐν Χριστῷ λέγοντες ἡνωμένας φύσεις, ὡς καὶ δύο ὑποστάσεις ἐν αὐτῷ λέγοντας, ἤτοι πρόσωπα.

Γενόμενος γοῦν, ὡς προεῖπον, ἐν Ἀλεξανδρείᾳ, καὶ ἰδὼν τὸν μάταιον αὐτῶν σκοπὸν, ὅτι οὐδὲν κατὰ Θεὸν, ἀλλὰ πρὸς ἀντιπάθειαν τῆς Ἐκκλησίας ὁρῶ, ἀκούσας προφήτου τινὸς λέγοντος τὸ, « μετὰ στρεβλοῦ διαστρέφειν, » ἐν ὑποκρίσει τινὸς εὐσεβοῦς πανουργίας, κατ᾽ ἰδίαν λέγω πρὸς τοὺς αἱρετικοὺς, ὡς ἡ ἀλήθεια μαρτυρεῖ, τῶν οὐκ ἐνδεχομένων ἐστὶν, οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς γνωρισθῆναι, ἢ πάλιν ὀνομασθῆναι φύσιν, ἐὰν μὴ πάντως ἔχῃ καὶ πρόσωπον. Ἀλλὰ τί ἔχωμεν ποιῆσαι, ὅτι συνηθείᾳ παρέδραμε τῇ Ἐκκλησίᾳ τὸ λέγειν δύο φύσεις ἐν Χριστῷ, ἓν δὲ πρόσωπον; Πλὴν ἐὰν μὴ ἀναγκάζετέ με ἀναθεματίσαι ἐπίσκοπον ἢ σύνοδον, συνυπογράφωμεν κοινῶς, ὁρίζοντες, ὅτι, ἔνθα ὠνομάσθη φύσις, πάντως ὅτι καὶ πρόσωπον σημαίνει· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος. Καὶ τοῦτο ὑπογραφόντων ἡμῶν, κρατεῖτε καὶ ὑμεῖς τὸ ἴσον τοῦ συνδοκτικοῦ στοιχήματος, καὶ ἴσως γίνεταί τις οἰκονομία, καὶ ἑνοῦνται αἱ ἅγιαι Ἐκκλησίαι. Ἀγνοήσαντες οὖν τὸ πανοῦργον τοῦ δράματος, μᾶλλον δὲ ὑπὸ Θεοῦ τυφλωθέντες, ὑπέγραψαν, ὅτι ἔνθα ὠνομάσθη φύσις ἐν Χριστῷ, πάντως ὅτι καὶ πρόσωπον σημαίνει· οὐκ ἔνι γὰρ φύσις ἀπρόσωπος, ἢ ἀνυπόστατος. Πρὸ γοῦν τῆς τοιαύτης δραματουργίας, καὶ ὑπογραφῆς, ἤμην προσυλλέξας βίβλους ἐκ διαφόρων προσώπων, τὰς δὲ πλείους ἐξ αὐτῶν τῶν Θεοδοσιανῶν, καὶ παρεξενέγκας τὰς χρήσεις τῶν ἁγίων Πατέρων, τὰς ὀνομαζούσας φύσιν τὴν σάρκα τοῦ Χριστοῦ· καὶ ταύτας ἐν τόμῳ καθαρογραφήσας, καὶ δὴ μετὰ μίαν ἡμέραν δημοσίως ἐπὶ τῶν πρωτευόντων καὶ τὴν πόλιν διοικούντων συνηθροίσθημεν, καὶ πολὺς λαὸς τῆς τε καθολικῆς Ἐκκλησίας, ὁ κλῆρος, καὶ πάσης ἑτέρας πίστεως καὶ κοινωνίας, Θεοδοσιανῶν τε, καὶ Γαϊανιτῶν, καὶ Σεμιδαλιτῶν. Εἶτα ὑπαναγινώσκεται τὸ ἔγγραφον τὸ λέγον, ὅτι πᾶσα φύσις ὀνομαζομένη ἐν Χριστῷ, πρόσωπον σημαίνει· καὶ ἐξενέγκας τὰς βίβλους αὐτῶν, ὑπανέγνων ἐπὶ πάντων τὰς ὑποτεταγμένας χρήσεις· καὶ πρό γε πάντων τὰς τοῦ ἁγίου Κυρίλλου, εἰς ὃν μάλιστα καὶ ἀποκρέμασθαι νομίζουσι.

Τοῦ μακαρίου Κυρίλλου πάπα Ἀλεξανδρείας ἐκ τῆς ἐπιστολῆς πρὸς τοὺς Ἀνατολικοὺς γραφείσης.

« Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς, ἴσμεν τοὺς θεολόγους ἄνδρας, τὰς μὲν κοινοποιοῦντας, ὡς ἐπὶ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων. » Λέγω εὐθέως πρὸς αὐτοὺς, ὡς ἐπὶ δύο φύσεων τοῦτ᾽ ἔστι, δύο προσώπων· οὐκ ἔνι γὰρ φύσις μὴ σημαίνουσα πρόσωπον, καθὼς ὑπεγράψαμεν.

Τοῦ αὐτοῦ θεοσόφου Κυρίλλου ἐκ τῆς πρὸς Σούκκενσον ἐπιστολῆς.

« Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν, καὶ εἰς αὐτὸ τὸ μόνον ὁρᾶσθαι τοῖς τῆς διανοίας ὀφθαλμοῖς, τίνα τρόπον ἐνηνθρώπησεν ὁ Ἐμμανουὴλ, δύο τὰς φύσεις εἶναί φαμεν, » ἤγουν, δύο τὰ πρόσωπα Χριστοῦ· οὐκέτι γὰρ φύσις ἀπρόσωπος. Ἀλλ᾽ ἔνθα ὠνομάσθη φύσις ἐκ παντὸς τρόπου, ὅτι τὸ πρόσωπον σημαίνει. Αὕτη ἡ χρῆσις διεστραμμένη κεῖται ἐν πάσαις ταῖς βίβλοις Ἀλεξανδρείας.

Τοῦ αὐτοῦ ἁγίου θεόφρονος Κυρίλλου πρὸς τὸν αὐτὸν Σουκκενσον.

« Ὁρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λόγον· οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καθ᾽ ὁ νοεῖται, καὶ ἔστι Θεὸς παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος διισχυριζομένην, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει, » τοῦτ᾽ ἔστι τῷ χοϊκῷ αὐτοῦ προσώπῳ. Οὐκ ἔστι γὰρ φύσις, μὴ δηλοῦσα πρόσωπον.

Τοῦ αὐτοῦ ὁσίου Πατρὸς Κυρίλλου.

« Ἐγὼ τὸ συγκεκραμένον ἐπὶ Χριστοῦ, οὐ παραδέχομαι· ἡ γὰρ κρᾶσις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται, » ἤγουν τῶν προσώπων Χριστοῦ. Οὐκέτι γὰρ φύσις ἀπρόσωπος.

Τοῦ αὐτοῦ μακαρίου Κυρίλλου.

« Οὐ γὰρ δήπου ὥσπερ τινὰ ἀνάχυσιν γεγενῆσθαι τὰς φύσεις φαμέν. » Ἰδοὺ πάλιν φύσεις ὁ Πατὴρ λέγει, τοῦτ᾽ ἔστι πρόσωπα, ἐν Χριστῷ, κατὰ τὸν ὅρον, ὃν ὑπεγράψατε.

Τοῦ αὐτοῦ ἀοιδίμου Κυρίλλου ἐκ τῶν Σχολίων.

« Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, » ἤγουν αἱ ὑποστάσεις, τοῦτ᾽ ἔστι τὰ πρόσωπα Χριστοῦ. Ταύτην τὴν χρῆσιν παραγαγὼν, ἠρώτησα Ἀθανάσιον ἐν Βαβυλῶνι λέγων· Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν αἱ ὑποστάσεις τίνος; Λέγει πρός με· Αἱ τοῦ Χριστοῦ. Πρὸς ὃν ἐγὼ γελάσας μέγα, καὶ κροτήσας τῇ χειρὶ λέγω· Καὶ τί λοιπὸν ἐγκαλεῖτε τῇ συνόδῳ Χαλκηδόνος λεγούσῃ, δύο φύσεις ἡνωμένας ἐν τῷ Χριστῷ, δύο ὑμεῖς ὑποστάσεις λέγοντες ἐν αὐτῷ ὡς Νεστόριος;

Τοῦ αὐτοῦ πανσόφου Κυρίλλου.

« Διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνηνεγμέναι φύσεις· εἷς δὲ ἐξ ἀμφοῖν Χριστός. » Πάλιν φύσεις διαφόρους ὠνόμασεν ὁ διδάσκαλος· δῆλον, ὅτι πρόσωπα ἐν Χριστῷ διάφορα ἐσήμανεν, ὡς ὑμῖν δοκεῖ.

Τοῦ αὐτοῦ ἐκ τοῦ Πρὸς βασιλίδας.

« Οὐ διαιρετέον οὖν τὸν ἕνα Χριστὸν Κύριον Ἰησοῦν, εἰς ἄνθρωπον ἰδικῶς, καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν, καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς. »

Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Νεστορίου.

« Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηρημένων διὰ τὴν ἕνωσιν. » Ἰδοὺ διὰ πλάτος ὁ Πατὴρ φύσεις ὁμολογεῖ ἐν Χριστῷ, τοῦτ᾽ ἔστι πρόσωπα, ὡς ὑμεῖς φατε· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος. Οὐ μόνος δὲ ὁ ἐν ἁγίοις Κύριλλος, ἀλλὰ δὴ καὶ πάντες οἱ λοιποὶ Πατέρες, οἱ λέγοντες ἐν Χριστῷ Θεῷ ἡμῶν διαφόρους φύσεις, ἐλέγχονται τὰ Νεστορίου φρονοῦντες κατὰ τὴν καινὴν νομοθεσίαν ὑμῶν, τὴν λέγουσαν, ὅτι ἔνθα φύσεις ὀνομάζονται, ἐκεῖ πάντως καὶ πρόσωπα σημαίνονται· οὐ γὰρ ἔστιν, οὐκ ἔστι φύσις ἀπρόσωπος.

Τοῦ ἁγίου Ἀμβροσίου.

« Φυλάξωμεν τὴν διαφορὰν θεότητος καὶ σαρκός. Εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ Χριστός· ἐπειδὴ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ, » τοῦτ᾽ ἔστιν, ἑκάτερον καὶ διάφορον πρόσωπον. Ἔνθα γὰρ ὀνομάζεται φύσις, πρόσωπον δηλοῖ. Καὶ τί λοιπὸν, εἰπέ μοι, ταύτην τὴν χρῆσιν παρήγαγεν ὁ ἅγιος Κύριλλος ἐν τῇ κατὰ Νεστορίου τοῦ δυσσεβοῦς συνόδῳ, εἴπερ αἱ διάφοροι φύσεις, διάφορα πρόσωπα δηλοῦσιν; Καὶ μετὰ βραχέα ἐν τῇ αὐτῇ χρήσει φησὶν ὁ Ἀμβρόσιος· « Ὡς Θεὸς, λαλεῖ τὰ θεῖα Χριστός· ἐπειδὴ Λόγος ἐστὶν, ὡς ἄνθρωπος, λαλεῖ τὰ ἀνθρώπινα, ἐπειδὴ ἐν τῇ ἐμῇ οὐσίᾳ λαλεῖ· » τοῦτ᾽ ἔστιν, Ἐν τῷ ἐμῷ τῆς σαρκὸς προσώπῳ· εἴγε ἡ φύσις πρόσωπον σημαίνει.

Τοῦ ἡδυτάτου φωστῆρος Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῶν κατ᾽ Εὐνομίου.

« Ποία φύσις Χριστοῦ ἐπὶ τοῦ πάθους ῥαπίζεται; Καὶ ποία ἐξ ἀϊδίου δοξάζεται· »

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.

« Πῶς οὖν μία αἱ δύο φύσεις εἰσί; » τοῦτ᾽ ἔστι, τὰ δύο πρόσωπα. Οὐκέτι γὰρ φύσις ἀπρόσωπος.

Τοῦ αὐτοῦ Γρηγορίου Νύσσης.

« Ὁ τοίνυν Χριστὸς δύο ὑπάρχων φύσεις, καὶ ἐν αὐταῖς τέλειος γνωριζόμενος. » Ἰδοὺ πάλιν δυάδα προσώπων διὰ τῶν δύο φύσεων λέγει.

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τό· « Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες. »

« Τεσσαράκοντα γὰρ ἡμέρας ἀπόσιτος ὁ Χριστὸς διαμείνας, ὕστερον ἐπείνασεν. Ἐδίδου γὰρ τῇ φύσει καιρόν τινα, ὅτε ἠβούλετο ἐνεργῆσαι τὰ ἑαυτῆς. » Φύσιν δὲ ὀνομάζων τὸ σῶμα καὶ νῦν, πρόσωπον σημαίνει. Καθὰ πάλιν καὶ ὁ Θεολόγος Γρηγόριος δυάδα προσώπων κατὰ τὸν ὑμέτερον ὅρον φαίνεται λέγων ἐν τῷ Χριστῷ, ἐν τῷ λέγειν αὐτὸν οὕτως· « Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος. » Ὁμοίως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ὁ Χρυσόστομος ἐν τῷ λόγῳ, τῷ εἰς τὴν Ἀνάληψίν φησιν· « Πρὸς ποίαν φύσιν εἶπεν ὁ Θεὸς, Κάθου ἐκ δεξιῶν μου; Πρὸς ἐκείνην τὴν ἀκούσασαν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. » Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πρώτῳ βιβλίῳ τῷ εἰς τὸ κατὰ Ματθαῖον « Θεὸν, » λέγει, « τὸν Χριστὸν ἐν ἀνθρωπίνῃ κρυπτόμενον φύσει. » Εἰπὼν οὖν ὁ Πατὴρ φύσιν τὸ τοῦ Χριστοῦ σῶμα, ἐν ταῖς δύο χρήσεσι, πάντως, ὅτι καὶ πρόσωπον αὐτὸ εἶπεν, εἴγε οὐκ ἔστι φύσις ἀπρόσωπος.

Ὁμοίως καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως ἐν τῷ λόγῳ, τῷ εἰς τὴν Θεοτόκον λέγει περὶ Χριστοῦ, ὅτι « ἐκεῖνος ἀφθάρτως ἐγεννήθη, ὁ καὶ τῶν θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσελθὼν, οὗ τὴν συζυγίαν τῶν φύσεων ὁ Θωμᾶς ἑωρακὼς ἐκέκραγε λέγων· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. » Ἰδοὺ συζυγία φύσεων, τοῦτ᾽ ἔστι τῶν προσώπων, ἐπειδὴ οὐκ ἔνι φύσις ἀπρόσωπος. Καὶ ὁ θεοφόρος Ἐφραὶμ εἰς τὸν λόγον τοῦ μαργαρίτου λέγει, ὅτι « Τῶν δύο φύσεων μετέχει ὁ μαργαρίτης ὁ ἀτίμητος, » τοῦτ᾽ ἔστιν ὁ Χριστός. Καὶ πάλιν λέγει· « Διττὴν ἔχει τὴν φύσιν, ἵνα μὴ τὰς δύο ἀπολέσῃ. Οὔτε γὰρ ἡμίθεος κατῆλθεν ἐπὶ τῆς γῆς, οὔτε ἡμιάνθρωπος ἀνῆλθεν ἐν οὐρανοῖς. » Ἰδοὺ φύσεις, ἤτοι πρόσωπα, καὶ ὁ δίκαιος εἴρηκεν Ἐφραὶμ, κατὰ τὴν ἡμετέραν ὑπογραφήν. Ὁμοίως καὶ ὁ μακάριος Ἀμφιλόχιός φησι περὶ Χριστοῦ ἐν τῷ λόγῳ τῷ πρὸς Σέλευκον ἔγγονον Τραϊανοῦ· « Ἐπειδὴ εἰς ἓν πρόσωπον συντρέχουσιν αἱ δύο φύσεις. » Καὶ ὁ τῶν Πηλουσιωτῶν δὲ κατακοσμήσας Ἰσίδωρος Ἐκκλησίαν ἐπιστέλλει διδάσκων ὡς πατὴρ υἱὸν τὸν πάνσοφον, Κύριλλον καὶ λέγων· « Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, μή που μίαν φύσιν μετὰ τὴν σάρκωσιν τοῦ Χριστοῦ δέξῃ· ἡ γὰρ εἰς μίαν συγκατάθεσις, ἑκατέρας ἐστὶν ἄρνησις. » Καὶ μάλιστα ἔχων περὶ τούτου πλείστας ἀποδείξεις, τοῦ ἁγίου Πατρὸς ἡμῶν Ἀθανασίου ἀνδρὸς ὑπερφυῶς τὰ θεῖα ἐμβατεύσαντος. Ἰδοὺ, καὶ Ἀμφιλόχιος, καὶ Ἰσίδωρος, δύο εἰρηκότες φύσεις, δύο, ὡς ἡμῖν δοκεῖ, ἐδήλωσαν πρόσωπα ἐν Χριστῷ. Καὶ ὅπως πλατύτερον τὴν Ἀμφιλοχίου πρὸς Σέλευκον εἴπωμεν χρῆσιν, οὕτως ἔχει περὶ Χριστοῦ. « Ἡ ληφθεῖσα πάσχει φύσις· ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ Θεὸς Λόγος, ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ, σταυρὸν, φημὶ, καὶ θάνατον, καὶ τὰ ἄλλα, ὅσα περὶ αὐτὸν οἰκονομεῖται καὶ θεωρεῖται· οἰκειοῦται δὲ τὰ τοῦ ἰδίου ναοῦ· ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις. » Ἰδοὺ ἓν πρόσωπον ὁ Πατὴρ εἶπεν τὰς δύο φύσεις εὐαγγελικῶς. Ὥστε οὐ ταυτὸν φύσις καὶ πρόσωπον Ἐλληνικῶς.

Τοῦ αὐτοῦ Ἀμφιλοχίου ἐκ τοῦ λόγου, ὅτι « Ὁ Πατήρ μου μείζων μου ἐστίν. »

Σχόλιον. Ἀρκοῦσι τῇ καθολικῇ Ἐκκλησίᾳ οἱ τιη᾽ Πατέρες, καὶ οἱ σ᾽ οἱ ἐν Ἐφέσῳ μαρτυροῦντες, ὅτι οὐ ταυτὸν ἡ φύσις, καὶ ἡ ὑπόστασις.

« Διάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ Θεοῦ, τήν τε τοῦ ἀνθρώπου· οὔτε γὰρ κατ᾽ οἰκείωσιν ἐκ Θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου Θεός. »

Ὅρα πάλιν φύσεις ὁμολογοῦντα τὸν διδάσκαλον ἐν Χριστῷ, καὶ οὐ πρόσωπα. Εἰ δὲ ταυτὸν φύσις καὶ πρόσωπον, πῶς παραγαγὼν αὐτοῦ τὴν χρῆσιν ὁ μακάριος Κύριλλος ἐν τῇ Ἐφεσίων συνόδῳ, τὴν δύο φύσεις λέγουσαν, ἓν δὲ πρόσωπον ἐν Χριστῷ, ἐπήγαγε λέγων πρὸς τὴν ἁγίαν σύνοδον οὕτως· « Ὁρᾶτε τοίνυν πῶς οἱ θεσπέσιοι Πατέρες, ὁμοούσιον τὸν Χριστὸν εἰρήκασι τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα· διπλοῦν τὴν οὐσίαν, ἤτοι τὴν φύσιν· οὐ διπλοῦν τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον. » Ἰδοὺ καὶ ἡ μάχαιρα τοῦ Πνεύματος, ἡ τοῦ θεολόγου Κυρίλλου γλῶσσα ἐπὶ συνόδου διακοσίων ἁγίων Πατέρων, ἕτερον εἶπεν τὴν φύσιν παρὰ τὸ πρόσωπον.

Σχόλιον. Διὰ τοῦτο ὀκνῶ πιστεῦσαι, ὅτι Κύριλλος ὁ ἐπὶ συνόδου εἰπὼν, ἄλλο τὴν φύσιν, καὶ ἕτερον τὴν ὑπόστασιν, εἶπεν τὰς φύσεις, ὑποστάσεις ἵνα μὴ ἑαυτῷ εὑρεθῇ ἐναντιούμενος.

Τοῦ αὐτοῦ εἰς τὸ, « Λύσατε τὸν ναόν. »

« Καὶ λέλυται ὁ τοῦ σώματος ναὸς, κατὰ τὸν καιρὸν τοῦ πάθους ἐν τῇ τριημέρῳ ταφῇ, βουλομένου αὐτοῦ. Καὶ πάλιν ἀνέστησεν αὐτὸν, καὶ ἡνώθη αὐτῷ ἀῤῥήτῳ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμένος ἐν αὐτῷ, ἢ ἀποσεσαρκωμένος, ἀλλ᾽ ἀποσώζων ἐν αὐτῷ τῶν δύο φύσεων τὴν ἑτερουσίαν ἀσύγχυτον τὴν ἰδιότητα. »

Τοῦ αὐτοῦ πρὸς Εὐλόγιον ἀπολογούμενος ὑπὲρ τῶν Ἀνατολικῶν εἰπόντων δύο φύσεις ἐν Χριστῷ.

« Εἰ δὲ οὐχ ὁμοούσιον τὸ σῶμα τῷ Λόγῳ, ἑτέρα πάντως, καὶ ἑτέρα φύσις, » τοῦτ᾽ ἔστιν, Καὶ ἕτερον πρόσωπον, ὡς λέγετε. Ἀλλ᾽ ἐπιστομίζει ὑμᾶς καὶ ὁ θεῖος Πρόκλος τοιαῦτα γράφων· « Καὶ ἔστι εἷς Υἱὸς, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διῃρημένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας εἰς μίαν ὑπόστασιν τὰς φύσεις ἑνωσάσης. »

Καὶ πάλιν· ὁ αὐτὸς εἰς τὸ, ὅτι « Παιδίον ἐγεννήθη ἡμῖν, » οὕτως φησίν· « Καὶ τὰς φύσεις τῷ λόγῳ δίελε, καὶ τὴν ἕνωσιν τοῦ μυστηρίου θεολόγησον. » Ἀντιστρέψατε λοιπὸν ὑμεῖς τὴν τοῦ διδασκάλου φωνὴν, καὶ εἴπατε περὶ Χριστοῦ· « Καὶ τὰ πρόσωπα τῷ λόγῳ δίελε, καὶ τὴν ἕνωσιν θεολόγησον. »

Τοῦ ἁγίου Εἰρηναίου ἐκ λόγου τοῦ κατὰ Οὐαλεντίνων.

« Ὥσπερ ἡ κιβωτὸς κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ ἦν, οὕτως καὶ τὸ Χριστοῦ σῶμα καθαρὸν ἦν καὶ διαυγὲς, ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρούμενον, ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων δειχθῇ. »

Ἀντιόχου ἐπισκόπου Πτολεμαῖδος εἰς τὴν Χριστοῦ γέννησιν.

« Μὴ συγχύσῃς τὰς φύσεις, καὶ οὐ ναρκήσῃς περὶ τὴν οἰκονομίαν. » Ἰδοὺ, κατὰ τὸν ὑμέτερον ὅρον καὶ νόμον, καὶ ὁ θεῖος Εἰρηναῖος καὶ Ἀντίοχος διάφορα πρόσωπα, ἤτοι φύσεις, ἐν Χριστῷ ἐδογμάτισαν, εἴγε οὐκ ἔστι φύσις ἀπρόσωπος.

Σχόλιον. Ἐπειδὴ δὲ φιλόψογον τὸ τῶν αἱρετικῶν γένος, ἰστέον ὅτι ἐν ἐρήμῳ καθήμενοι ἡμεῖς, καὶ ἀποροῦντες τῶν διδασκαλικῶν βίβλων, ἀπὸ στήθους τὰς χρήσεις ἐγράψαμεν· καὶ παρακαλοῦμεν τοὺς εὐποροῦντας ἀνοθεύτους τὰς πατρικὰς βίβλους, εἴ τι περισσὸν παράκειται ἐν ταῖς παρούσαις χρήσεσι, τοῦτο ἐπιδιορθώσασθαι. Οὐ γὰρ ἐκούσιόν τινα προσθήκην ἢ ὑφαίρεσιν πεποιήμεθα. Μάρτυρ Κύριος.

Ταύτας δὴ καὶ ἑτέρας πλείους φωνὰς τῶν ἁγίων Πατέρων κατὰ τὸν γραφέντα τύπον προαγαγόντων ἡμῶν, καὶ ἑρμηνευόντων, ὅτι ἡ φύσις, πρόσωπόν ἐστι, καὶ λοιπὸν κατὰ τοῦτον ὑμῶν τὸν νόμον ἅπαντες οἱ μακάριοι Πατέρες τὰ Νεστορίου φρονοῦντες ἐλέγχονται, ὡς δύο πρόσωπα ἐν Χριστῷ φάσκοντες. Ἔμειναν ἅπαντες οἱ δι᾽ ἐναντίας ἐνεοὶ, ἐσίγησαν, ἐφιμώθησαν, ἐξέστησαν, κατεπλάγησαν, ἠπόρησαν. Οὐ γὰρ ἐλάλησαν, ἠλλοιώθησαν, ὅτι ἠσύχασαν· παντὸς τοῦ λαοῦ τῆς ἐκκλησίας οἰονεὶ κροτοῦντος, καὶ πρὸς ἅπαντας αὐτοὺς λέγοντος· « Εἰ ἡ φύσις πρόσωπόν ἐστιν, ἄρον, καῦσον τοὺς ἁγίους Πατέρας, δύοφύσεις εἰρηκότας ἐν τῷ Χριστῷ. » Εἰ δὲ οὐκ ἔστιν ἡ φύσις πρόσωπον, « ἀνέγκλητός ἐστιν ἡ σύνοδος Χαλκηδόνος, δύο εἰποῦσα ἡνωμένας φύσεις ἐν μιᾷ ὑποστάσει Χριστοῦ. » Καὶ πάλιν, τὴν αὐτὴν φωνὴν, ὁ ὅχλος ἀναλαμβάνων τῇ Ἀλεξανδρέων ἰδιωτικῇ διαλέκτῳ ἐπιχωριάζων ἔκραξεν· « Εἰ ἡ φύσις πρόσωπον δηλοῖ, ἄρον, καῦσον πρὸ πάντων τὸν ἅγιον Κύριλλον, τὸν λέγοντα· Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ φύσεις. Εἰ δὲ οὐκ ἔστιν ἡ φύσις πρόσωπον, μάτην φλυαρεῖτε κατὰ τῆς Ἐκκλησίας φάσκοντες τὴν φύσιν πρόσωπον. » Ταῦτα βοῶντες ἐπὶ ὥρας ἱκανὰς, καὶ προλόγιν ἀξιάκουστον ἐτύπωσαν οἱ αὐτόθι λέγοντες· « Δὸς τῷ Θεοδοσιανῷ, καὶ Γαϊανίτῃ εἴ τι ζητεῖ, καὶ εὐθέως ἀπόλλυται, » τοῦτ᾽ ἔστι, Κατάθου αὐτῷ, ὅτι ἡ φύσις πρόσωπον σημαίνει, καὶ διὰ ταύτης τῆς φωνῆς, καταισχύνεται ἀναγκαζόμενος ἢ τοὺς ἁγίους Πατέρας Νεστοριανοὺς ἀποδεῖξαι, ἢ τὴν σύνοδον Χαλκηδόνος ἀνέγκλητον ὁμολογῆσαι, κηρύξασαν δύο φύσεις καθ᾽ ὑπόστασιν ἡνωμένας ἐν Χριστῷ.

Ἑτέρα διάλεξις.

Μέχρι τούτων ταύτης διαλέξεως, πλὴν πάλιν τὴν ἑαυτῶν γνώμην συνιστᾶν βουλόμενοι, καθ᾽ ἑτέραν κάθοδον συνήχθησαν εἰς διάλεξιν ὁμοίως ἐν τῇ φαυρικῇ τῇ δημοσίᾳ. Ἐν ᾧ συλλόγῳ συνῆλθον καὶ ὁ πολὺς αὐτῶν, καὶ μέγας, ὥσπερ τις λεγόμενος τῶν δανᾷ πρόμαχος Ἰωάννης ὁ μοναχὸς, ὁ λεγόμενος τοῦ Ζυγᾶ, ὁ τοῦ ὀκτὼ καὶ δεκάτου. Παρῆν δὲ σὺν αὐτῷ καὶ Γρηγόριος ὁ Νυστάζων, ὁ Συραιγύπτιος τὸν νοῦν. Εἶτα καὶ ὁ δῆμος σὺν τῷ κλήρῳ. Ἦν γὰρ ἀπὸ συνταγῆς καὶ προδηλώματος τὸ τοιοῦτον συνέδριον. Εἶτα τὰ ἀπὸ τύπου αὐτοῦ πρὸς ἡμᾶς ἄπορα, ἵνα μὴ λέγω ἄκυρα καὶ ψυχρὰ προβλήματα, ὡς « Οὐκ ἔστι φύσις ἀνυπόστατος, οὐδὲ ἀπρόσωπος. » Ἰδοὺ γὰρ ὁ μακάριος Κύριλλος φάσκει ἐν διαφόροις τόποις, τὰς φύσεις ὑποστάσεις εἶναι. Διόπερ ἐλέγχεται ἡ σύνοδος Χαλκηδόνος δύο ὑποστάσεις καὶ πρόσωπα εἰποῦσα ἐν τῷ ἐνὶ Χριστῷ, ὁρίσασα, ἐν αὐτῷ λέγειν δύο φύσεις.

ΟΡΘΟΔΟΞΟΣ. Πρὸς δὴ ταῦτα πάλιν ἡμεῖς ἐν πανουργίας τρόπῳ πρὸς αὐτοὺς ἀποκριθέντες εἰρήκαμεν· Ἡμῖν φοβερὸν καθέστηκε πιστεύειν, ὅτιπερ ὁ τρισμακάριος, καὶ ὄντως Θεοφόρος Κύριλλος ἐκήρυξε τὰς φύσεις, ὑποστάσεις εἶναι ἐν Χριστῷ τῷ Θεῷ· πρῶτον μὲν τῇ τάξει· ὅτι ἐναντία ἐστὶν ἡ τοιαύτη φωνὴ τῇ ἁγίᾳ συνόδῳ τῇ ἐν Νικαίᾳ, ἕτερόν τι λεγούσῃ τὴν φύσιν, καὶ ἕτερον τὴν ὑπόστασιν. Δεύτερον δὲ, ὅτι πῶς ἐπὶ τὸν καιρὸν Νεστορίου, ὁ τούτου τὴν καθαίρεσιν ποιήσας Κύριλλος, διὰ τὸ λέγειν αὐτὸν δύο ἐν Χριστῷ ὑποστάσεις, αὐτὸς κἂν ἐν ὀνείροις ὑποστάσεις ἐν Χριστῷ εἶχεν κηρύξαι; Τρίτον, ὅτι τὰς χρήσεις, ἃς παρήγαγεν ὁ αὐτὸς ἅγιος Κύριλλος ἐν τῇ Ἐφεσίων συνόδῳ ἐκ διαφόρων Πατέρων, δι᾽ οὐδὲν ἕτερον αὐτὸς προήνεγκεν, εἰ μὴ διὰ τὸ λέγειν αὐτὰς μίαν Χριστοῦ τὴν ὑπόστασιν.

Τέταρτον, ὅτι μίαν ὑπόστασιν ὁ Θεοδώρητος κηρύττων ἐν τῷ Χριστῷ, πάντως ἐπιλαβέσθαι εἶχε τῆς φωνῆς τῶν ὑποστάσεων ἐν ταῖς Κατηγορίαις, αἷς ἐποιήσατο κατὰ τῶν δώδεκα ἀναθεμάτων, τοῦ ἁγίου Κυρίλλου. Ὡσαύτως καὶ ἐν ταῖς Ἀπολογίαις ἑρμηνεῦσαι εἶχεν τὴν τοιαύτην φωνὴν ὁ διδάσκαλος, καὶ εἰπεῖν, ποίῳ σκοπῷ λέγει τὰς ὑποστάσεις. Ἀλλ᾽ οὐδενὸς τοιούτου ἐμνημόνευσεν, οὐδὲ εὑρίσκομεν. Πέμπτον, ὅτι εἰ κατεδέξατο ὁ ἅγιος Κύριλλος εἰπεῖν ἐπὶ Νεστορίου τὰς φύσεις ὑποστάσεις, οὐκ ἀπέσχιζε Νεστόριον. Ἕκτον, ὅτι καθ᾽ ὃ ἀπέχουσιν ἀνατολαὶ, ἀπὸ δυσμῶν, ἀπέχει ἡ τῶν δύο ὑποστάσεων φωνὴ, τῆς μιᾶς τοῦ Θεοῦ Λόγου φύσεως τῆς σεσαρκωμένης.

Ἕβδομον, ὅτι ἡ φωνὴ τῶν ὑποστάσεων, ἀνατρέπει τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν. Πῶς γὰρ δυνατὸν, ἐκ δύο ὑποστάσεων γενέσθαι σύνδρομον καθ᾽ ὑπόστασιν οὐσιῶν ἕνωσιν; Ὅγδοον, ὅτι οὔτε εἰρήκασιν οἱ ἅγιοι Πατέρες, ἐκ δύο ὑποστάσεων, ἤγουν προσώπων, εἶναι τὸν Χριστόν. Ἐννατον, ὅτι ἐὰν ἐκ δύο ὑποστάσεών ἐστιν ὁ Χριστὸς, οὐκέτι τρισυπόστατός ἐστιν ἡ ἁγία Τριὰς, ἀλλὰ τετραπρόσωπος, ἔχουσα δύο μὲν ὑποστάσεις τὰς τοῦ Χριστοῦ, ἑτέρας δὲ δύο, τὴν τοῦ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματος.

Δέκατον δὲ, τὸ πάντων μεῖζον, δόλον ἔχει· ὅτι αὐτὸς ὁ θεόφρων Κύριλλος, πρόσωπα εἶναι τὰς ὑποστάσεις λέγει ἐπὶ Χριστοῦ. Φησὶ γὰρ ἐν τῷ τετάρτῳ ἀναθεματισμῷ τῶν δέκα, ὅτι, « Εἴ τις προσώποις δυσὶν, ἤγουν ὑποστάσεσι, διαιρεῖ τὸν Χριστὸν, ἀνάθεμα ἔστω. » Ὁμοίως, καὶ ἐν τῇ συνόδῳ τῇ ἐν Ἐφέσῳ φησὶν ὁ αὐτὸς, διττὸν εἶναι τὸν Χριστὸν τὴν οὐσίαν, οὐ διπλοῦν τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον. Ἰδοὺ πρόσωπον νοεῖ τὴν ὑπόστασιν.

Καὶ πῶς λοιπὸν, ὦ ἄνδρες, πρόσωπα λέγων τὰς ὑποστάσεις, ἠδύνατο λέγειν τὰς φύσεις ὑποστάσεις, καὶ ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν αἱ ὑποστάσεις Χριστοῦ; Καὶ οὐκ εἴρηκεν ἐνταῦθα, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν ὑποστάσεις. Οὐκοῦν εἰ ἀσύγχυτοι μεμενήκασι μετὰ τὴν ἕνωσιν αἱ ὑποστάσεις, πάντως ὅτι καὶ ὑπάρχουσιν. Εἰ δὲ ὑπάρχουσι, πρόδηλον, ὅτι γνωρίζονται πάντως, ὅτι καὶ ἀριθμοῦνται. Εἰ δὲ οὐκ ἀριθμοῦνται, δῆλον ὅτι οὐχ ὑπάρχουσιν. Εἰ δὲ οὐχ ὑπάρχουσιν, οὐδὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν ὑποστάσεις. Εἰ δὲ μεμενήκασιν, εἰς τὸν αἰῶνα μένουσιν.

Εἰ δὲ λέγετέ μοι οἱ Σευήρου, ὅτι οὐ προσωπικὰς ὑποστάσεις εἶπεν ὁ θεόσοφος Κύριλλος, ἀλλ᾽ ὑπάρξεις νοεῖ τὰς ὑποστάσεις, ἤγουν ὑφιστάμενα καὶ ἀληθῆ πράγματα, τὴν θεότητα, καὶ τὴν ἀνθρωπότητα λέγων τοῦ Χριστοῦ, ἠδυνάμην μὲν πρὸς τούτῳ ἀντιθεῖναι, καὶ εἰπεῖν, ὅτι τοῦ διδασκάλου πρόσωπα λέγοντος τὰς ὑποστάσεις εἶναι, ἐν τῷ τετάρτῳ κεφαλαίῳ τῶν δώδεκα, ὡς πρὸ βραχέως εἶπεν· ἀκόλουθον μᾶλλον καὶ ἀναγκαιότερον ἦν τῷ ὅρῳ καὶ τῇ φωνῇ τοῦ διδασκάλου, στοιχεῖν ὑπὲρ τὰς ὑμετέρας ἀλληγορίας. Πλὴν ἵνα μὴ δόξωμεν τοῦ στύλου τῆς πίστεως καὶ φωστῆρος κατηγορεῖν, δεδόσθω, κατὰ τὸν ὑμέτερον ὅρον, ὅτι ὑπάρξεις τὰς Χριστοῦ, ὑποστάσεις ὁ πάνσοφος εἴρηκε Πατήρ. Οὐκοῦν, ὑμῶν μὴ καταδεχομένων μήτε φύσιν, μήτε ὑπόστασιν ὁμολογεῖν τὴν σάρκα τοῦ Χριστοῦ, εὔδηλον, ὅτι ἀνύπαρκτον αὐτὴν φάσκετε, καὶ ἀνυπόστατον, καὶ ἀνούσιον εἶναι. Καὶ ἀποστραφεὶς καὶ ἀποβλέψας πρὸς Ἰωάννην τὸν μονάζοντα λέγω· Τί λέγεις πρὸς ταῦτα, ὦ φιλόσοφε; Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις, ὁ θεόφρων Κύριλλος βοᾷ, ὡς μαρτυρεῖς· καὶ σὺ οὐδὲ φύσεις καταδέχῃ ἀσυγχύτους μεμενηκέναι ἐν Χριστῷ; Τὰς ὑποστάσεις δέχῃ, καὶ τὰς φύσεις ἀρνῇ; Ὄντως γέλως τὰ καθ᾽ ὑμᾶς καὶ μῦθος πλατύς. Ἐρωτῶμεν ὑμᾶς λέγοντες, ὅτι Τίνος ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις; καὶ ἀποκρίνεσθε ἀφόβως λέγοντες, Αἱ ὑποστάσεις τοῦ Χριστοῦ. Καὶ ἐπὰν ἡμῶν ἀκούσητε λεγόντων, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις τοῦ Χριστοῦ ἀγανακτεῖτε, βλασφημεῖτε, ἀνακράζετε, ἀποπηδᾶτε, καὶ μυρία κακὰ ποιεῖτε; Ὄντως πάλιν λέγω, σκηνῆς ἁπάσης, καὶ ὀρχήστρας, καὶ θυμελικῶν ἑταιρίδων καταγελαστότερα τὰ καθ᾽ ὑμᾶς· τὰς Χριστοῦ ὑποστάσεις ὁμολογεῖτε, τὰς δὲ τούτου φύσεις ἀρνεῖσθε. Τὰς ὑποστάσεις προφανῶς κηρύττετε, τὰς δὲ φύσεις δι᾽ ἡμᾶς ἀποκρύπτετε. Τὴν ἀδιάβλητον φωνὴν ἀπωθεῖσθε, καὶ τὴν εὐδιάβλητον οἰκειοῦσθε. Εἰ γὰρ ἔστιν ὅλος δυνατὸν ἀδιαβλήτως εἰπεῖν ἐν Χριστῷ δύο ὑποστάσεις, πολλῷ πλέον κουφότερον καὶ ἀδιαβλητότερόν ἐστιν εἰπεῖν, δύο φύσεις. Εἰ δὲ οὐκ ἔστιν, ὡς λέγετε, φύσις ἀπρόσωπος, πολλῷ πλέον οὐκ ἔστιν ὑπόστασις ἀπρόσωπος, ὡς καὶ Κυρίλλῳ δοκεῖ. Εἰ δὲ ἀνέγκλητοί ἐστε λέγοντες ἐν Χριστῷ ὑποστάσεις, ἐπὶ πλείω ἐσμὲν ἄμεμπτοι οἱ λέγοντες φύσεις. Ὑμεῖς μὲν γὰρ ἕνα συνήγορον τῶν ὑποστάσεων ἔχετε· ἡμεῖς τε τοὺς τιη᾽ ἁγίους Πατέρας, καὶ πάντας τοὺς λοιποὺς διδασκάλους λέγοντας, ἐν Χριστῷ δύο φύσεις, ἀλλ᾽ οὐ δύο ὑποστάσεις. Εἰ δὲ τὰ Νεστορίου φρονοῦμεν οἱ λέγοντες ἡνωμένας ἐν Χριστῷ δύο φύσεις, πολλῷ πλέον ὑμεῖς οἱ φάσκοντες δύο ὑποστάσεις. Εἰ δὲ δυνατόν ἐστιν εὐσεβῶς νοεῖν καὶ ἑρμηνεύειν τὰς ὑποστάσεις, πολλῷ μᾶλλον δυνατὸν ἑρμηνευθῆναι εὐσεβῶς δύο φύσεις. Ἐκ μὲν γὰρ δύο φύσεων δυνατὸν συντεθῆναι μίαν ὑπόστασιν· ὥσπερ σύγκειται ἄνθρωπος· ἐκ δὲ δύο χαρακτηριστικῶν ὑποστάσεων οὐ δυνατὸν ἕνωσιν καθ᾽ ὑπόστασιν γενέσθαι.

Ὥστε, ὡς ἀληθῶς, ἐν τούτῳ ἀποφράττεται τὰ τῶν λοιδορούντων τὴν σύνοδον Χαλκηδόνος, καὶ ἡμᾶς, στόματα, ὅτιπερ, ὡς ὑμεῖς λέγετε, Ἀθανασίου καὶ Κυρίλλου λεγόντων, τὰς φύσεις ὑποστάσεις, ἀπέφυγεν ἡ σύνοδος καὶ ἡμεῖς τὰς δύο εἰπεῖν ὑποστάσεις. Εἰ γὰρ φύσεις λεγόντων ἡμῶν ἡνωμένας ἐν Χριστῷ καθ᾽ ὑπόστασιν, τοιαῦτα καὶ τοσαῦτα κακὰ καταχέετε ἡμῶν, ὡς τὰ Νεστορίου φρονούντων, ὁποῖα καὶ ὅσα κακὰ ἐμέλλετε ποιεῖν, εἰ ἠκούσατε τῆς Χαλκηδόνος, ἢ τοῦ Λέοντος, ἤ τινος τῆς καθολικῆς Ἐκκλησίας ἡμῶν, λέγοντος διαφόρους ὑποστάσεις, τὸν Χριστὸν, καὶ ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν αἱ δύο ὑποστάσεις αὐτοῦ; Ταῦτά μου καὶ ἕτερα πλείονα εἰπόντος ἐν τῷ συνεδρίῳ, ἀποκριθεὶς ὁ τοῦ Ζυγᾶ Ἰωάννης ὁ μοναχὸς εἶπεν·

Ὁ ΑΙΡΕΤΙΚΟΣ. « Οὐ λέγομεν, Ἀσύγχυτοι μεμενήκασιν αἱ δύο ὑποστάσεις, οὔτε σημαίνομεν τῆς δυάδος τὸν ἀριθμόν· ἀλλὰ ἀδιορίστως φαμὲν, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν αἱ ὑποστάσεις. »

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Ταῦτα αὐτοῦ εἰρηκότος, μειδιῶν τὰ πρόσωπα λέγω πρὸς αὐτόν· Εἶθε δύο ἐλέγετε ὑποστάσεις, καὶ μὴ πολλάς· τὸ γὰρ μὴ εἰπεῖν ἀριθμὸν, ἀλλὰ ἀορίστως λέγειν ὑμᾶς, Ἀσύγχυτοι μεμενήκασιν, αἱ φύσεις, ἤγουν αἱ ὑποστάσεις οὐ μόνον ἐπὶ δύο, ἀλλὰ καὶ ἐπὶ πλειόνων φύσεων καὶ ὑποστάσεων νοεῖται καὶ λέγεται.

Ὁ ΑΙΡΕΤΙΚΟΣ. Εἶτα ὁ Ἰωάννης πρὸς ταῦτα· « Τῶν ἁγίων Πατέρων ἐστὶν ἡ τοιαύτη φωνὴ Ἀθανασίου καὶ Κυρίλλου· καὶ οὐδεὶς δύναται ἀποβαλέσθαι αὐτήν. »

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Πρὸς τοῦτο ἀποκριθεὶς εἶπον. Τοῦ Θεοῦ περὶ ἡμῶν τῶν τῆς καθολικῆς Ἐκκλησίας κρεῖττόν τι προβλεψαμένου καὶ πραγματευσαμένου, ἵνα οἱ τῆς Ἀλεξανδρέων ἁγιώτατοι πρόεδροι τὴν τοιαύτην εἴπωσι φωνὴν, διὰ τοὺς νῦν ἐμφωλεύσαντας ἐν αὐτῇ τῆς παντοίας συγχύσεως δράκοντας. Ὅμως ἐν τοῖς ὅπλοις, ἐν οἷς δοκοῦσιν ἡμᾶς πολεμεῖν, ἐν αὐτοῖς ὥσπερ ὁ Γολιὰθ ὑπὸ τοῦ Δαυῒδ ἀναιροῦνται.

Βουλόμενοι δὲ Νεστοριανοὺς δεῖξαι, τοὺς λέγοντας ἐν Χριστῷ δύο φύσεις, διὰ τῆς φωνῆς, τῆς λεγούσης τὰς φύσεις ὑποστάσεις, λελήθασι κατὰ τῶν ἁγίων Πατέρων καὶ καθ᾽ ἑαυτῶν συνωθοῦντες τὸ ξίφος. Λεγόντων γὰρ ὑμῶν τὰς φύσεις ὑποστάσεις, λέγοντος δὲ τοῦ θεολόγου Κυρίλλου πρόσωπα εἶναι τὰς ὑποστάσεις, οὐδὲν ἕτερον ἐλέγχεσθε λέγοντες, ἀλλ᾽ ἢ ὅτι ἀσύγχυτα μεμενήκασι τὰ τοῦ Χριστοῦ πρόσωπα. Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτὸν τὸν ἀοίδιμον Κύριλλον χαλεπῶς ἐνυβρίζετε, λέγοντες πρόσωπον εἶναι τὴν φύσιν. Εἰ γὰρ πρόσωπον ἡ φύσις σημαίνει, πῶς νοήσωμεν τὴν φωνὴν αὐτοῦ τὴν πρὸς Σούκκενσον λέγουσαν· « Δύο τὰς φύσεις εἶναί φαμεν; » εἰ μὴ, ὅτι δύο τὰ πρόσωπα Χριστοῦ εἶναί φαμεν, εἴγε ἡ φύσις πρόσωπόν ἐστιν.

Εἶτα πάλιν ὁ Ἰωάννης ὁ αἱρετικὸς πρὸς ταῦτα ἀπεκρίνατο· Ἐκ δύο φύσεων, ἤγουν ὑποστάσεων ὁ μακάριος Κύριλλος εὐσεβῶς ὁμολογεῖ, τὸν ἕνα καὶ μόνον Χριστὸν ὑπάρχειν.

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Πρὸς ὃν πάλιν ἔφην ἐγώ· Εἰ μὲν τοῦ ἁγίου Κυρίλλου εἰσὶν αἱ τοιαῦται φωναὶ, καθὼς καὶ ἤδη προεῖπον, μόνῳ ἔγνωσται Θεῷ· ἐν ἑνὶ μὲν γὰρ τόπῳ λέγει, « ἐκ δύο σαρκοῦσθαι ὑποστάσεων τὸν Χριστόν. » Ἐν ἑτέροις δὲ τριάκοντα φέρονται ἐπ᾽ ὀνόματι αὐτοῦ χρήσεις μὴ λέγουσαι, τὸ, « ἐκ δύο. » Ἀλλὰ ποτὲ μὲν λέγουσαι· « Τύπος ἂν εἶεν ἡ κιβωτὸς τῶν τοῦ Χριστοῦ ὑποστάσεων· » « δὲ, » Εἴ τις μετὰ τὴν ἄφραστον ἕνωσιν διαιρεῖ τὰς ὑποστάσεις· » καθ᾽ ἃ καὶ ἐν τοῖς Σχολίοις αὐτοῦ φησιν οὕτως· « Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν αἱ ὑποστάσεις, ἐντεῦθεν [ἐπ]ιστάμεθα. » Τὸ γάρ τοι χρυσίῳ ἐπηλειμμένον τὸ ξύλον, μεμένηκεν ὅπερ ἦν· καὶ καταπλουτεῖ μὲν τὸ ξύλον τοῦ χρυσίου τὴν δόξαν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι ξύλον. Ταῦτα ἐγὼ ἀκούων φρίττω, εἴγε ὁ λέγων πρόσωπα εἶναι τὰς ὑποστάσεις, κατεδέξατο ὅλως κἂν ἐν ὀνείροις λέγειν ἐν Χριστῷ τῷ Θεῷ διαφόρους ὑποστάσεις.

Ἀλλ᾽, « Οὐ λέγει, φησὶ, προσωπικὰς ὑποστάσεις ὁ Κύριλλος. » Ἀλλ᾽ οὐδὲ ἐγὼ, οὐδὲ ἡ σύνοδος Χαλκηδόνος προσωπικὰς τὰς φύσεις, ἀλλ᾽ ὥσπερ ὁ θεῖος Κύριλλος, ὑπάρξεις νοεῖ τὰς ὑποστάσεις, τοῦτ᾽ ἔστιν ὑφιστάμενα πράγματα· οὕτω κἀγὼ ὄντα καὶ πεφυκότα πράγματα τὰς φύσεις λέγω. Ὥσπερ γὰρ σὺ τὴν ὑπόστασιν ὑφεστὸς νοεῖς, οὕτω κἀγὼ τὴν φύσιν, τὸ πεφυκός.

Ἀλλὰ τάχα τοῦτο βούλεσθε πρὸς ἡμᾶς εἰπεῖν, ὅτι αἱ μὲν φύσεις, καὶ ὑποστάσεις, ἃς εἶπεν ὁ ἅγιος Κύριλλος, ὑπάρξεις σημαίνουσι, καὶ ἀνέγκλητός ἐστιν. Αἱ δὲ φύσεις, ἃς ἡ Χαλκηδόνος σύνοδος ἐπὶ Χριστοῦ κηρύττει, φύσεις τινὲς ἀνέμων φυσώντων, ἢ καμήλων, καὶ ἡμιόνων, φυσικὰ μόρια τυγχάνουσιν. Ταῦτα μυκτηρίζων ἐμβριθῶς πρὸς Ἰωάννην τὸν Νυστάζοντα εἶπον, καὶ ἀποστραφεὶς πρὸς τὸν λαὸν τῆς ἐκκλησίας εἶπον· Μὰ τὴν ἀγάπην ὑμῶν, ἀκούοντες ὑποστάσεις ἐν Χριστῷ οἱ ἀπὸ Σευήρου, νομίζω, ὑποστάσεις τινῶν κτημάτων ἐννοούμενοι· τούτου χάριν ἀφόβως καὶ ἀπαρατηρήτως αὐτὰς κηρύττουσι καὶ ὁμολογοῦσιν. Ἐὰν δὲ ἀκούσωσι φύσιν, αἰσχρά τινα καὶ ἄτοπα νομίζουσι ταύτας εἶναι τὰ μόρια τὰ συνουσιαστικὰ τῶν σωμάτων τῶν ἀνθρωπίνων καὶ γυναικείων· καὶ τούτου χάριν, τὴν τοιαύτην φωνὴν ἀποφεύγουσιν ὡσανεὶ Σαρακηνοῖς μαθητεύσαντες. Κἀκεῖνοι γὰρ ἀκούοντες Θεοῦ τόκον, καὶ γέννησιν Θεοῦ, εὐθέως γάμους, καὶ σπορὰν, καὶ σαρκικὴν συνάφειαν ἐννοούμενοι βλασφημοῦσιν. Ἐπεὶ εἰ μὴ τοῦτο καὶ οἱ Σευήρου ἐννοοῦνται, πῶς ὀνομάζοντες τὸ σῶμα τοῦ Κυρίου, πλείστας καὶ διαφόρους προσηγορίας, πτωχὰς ὄντως καὶ Θεοῦ ἀναξίας, καὶ ἀλλοτρίας ὁμοίως καὶ ἀγγέλῳ, μόνην τὴν τῆς φύσεως προσηγορίαν ἐπ᾽ αὐτοῦ παραιτοῦνται εἰπεῖν·

Ὅρα γοῦν· Λέγουσι τὸ σῶμα Κυρίου θνητὸν, λέγουσιν αὐτὸ φθαρτὸν, λέγουσιν αὐτὸ παθητὸν, ῥευστὸν, ὑλικὸν, νεκρὸν χοϊκὸν, ἔμπεινον, ἔνδιψον, ἔγκοπον· αἳ προσηγορίαι, ὡς προεῖπον, οὐδ᾽ ἐπ᾽ ἀγγέλων, οὐδ᾽ ἐπὶ τῶν πνευμάτων δύνανται λέγεσθαι· μόνον δὲ φύσιν, ἤτοι ἀλήθειαν παραιτοῦνται ὀνομάζειν αὐτό. Καὶ τί λέγω τὰ προειρημένα ὀνόματα, καὶ μὴ μᾶλλον τὰ τραχύτερα; Ὁμολογοῦσι τὸν Χριστὸν διὰ τῆς σαρκὸς γενόμενον κατάραν, καὶ γενόμενον ἁμαρτίαν, ὥς φησιν ἡ Γραφή. Ὁμολογοῦσιν αὐτὸν πειρασθέντα τεσσαράκοντα ἡμέρας ὑπὸ τοῦ διαβόλου. Φύσιν δὲ, ἤτοι ἀλήθειαν λέγειν, οὐκ ἀνέχονται. Ἐρωτῶμεν αὐτοὺς λέγοντες· ποία φύσις Χριστοῦ ηὔξησε; ποία ἐνεκρώθη; ποία ἐῤῥαπίσθη; ποία ἐκοπίασεν; ποία ἐδάκρυσεν, καὶ ἁπλῶς, πάντα τὰ πτωχὰ ῥήματά τε καὶ πράγματα τοῦ Χριστοῦ ἐρωτώμενοι παρ᾽ ἡμῶν, ὅτι Κατὰ ποίαν φύσιν ἐπράχθησαν, καὶ ἐρρέθησαν; ἀποκρίνονται λέγοντες, ὅτι κατὰ τὴν σάρκα, ὅτι κατὰ τὸ χοϊκὸν, κατὰ τὸ ὁρώμενον, κατὰ τὸ πρόσλημμα, κατὰ τὸ σῶμα τοῦ Χριστοῦ. Ταύτας καὶ ἄλλας μυρίας προσηγορίας ὀνομάζοντες τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, φύσιν αὐτὴν ὁμολογεῖν οὐκ ἀνέχονται, καίπερ, ὡς προεῖπον, λέγοντες αὐτὴν ὑπόστασιν. Εἶδες πώρωσιν ἀνθρώπων.

Οἱ δι᾽ ἐναντίας εἶπον, ὅτι Ἐὰν εἴπωμεν, φησὶ, τὸ σῶμα τοῦ Χριστοῦ φύσιν, ἐξ ἀνάγκης πάσης εὑρισκόμεθα, ὡς ἡ σύνοδος Χαλκηδόνος, ὁμολογοῦντες δύο φύσεις ἐν αὐτῷ, ἤγουν δύο πρόσωπα· οὐκέτι γὰρ φύσις ἀπρόσωπος. Τοὐναντίον, ὦ ἄνδρες, εἶπον, Οὐκ ἔστιν ὑπόστασις ἀπρόσωπος. Ἄπαντες γὰρ οἱ Πατέρες, καὶ ἐπὶ τοῦ Τριαδικοῦ λόγου, καὶ ἐπὶ τῇ οἰκονομίᾳ, τὴν ὑπόστασιν πρόσωπον εἶναι φάσκουσιν. Εἰ δὲ κατὰ ὑμέτερον Σευήρου νόμον, ὁ λέγων τὴν σάρκα τοῦ Χριστοῦ φύσιν, τὰ Νεστορίου φρονεῖ, ὡς δύο φύσεις καὶ πρόσωπα λέγων ἐπ᾽ αὐτοῦ, εὑρεθήσονται πάντες πάλιν οἱ ἅγιοι Πατέρες ἀπόβλητοι, ὡς Νεστορίου σύμφρονες. Ἅπας γὰρ αὐτῶν ὁ χορὸς, φύσιν προφανῶς τὴν τοῦ Χριστοῦ ἐκήρυξεν ἀνθρωπότητα. Καὶ πρῶτος αὐτὸς ὁ μακάριος Παῦλος, ὁ ἀπόστολος καὶ φωστὴρ τοῦ κόσμου, μορφὴν γὰρ δούλου καλεῖ τὸν κατὰ τὸν Σωτῆρα ἄνθρωπον· ἡ δὲ μορφὴ, φύσις ἐστὶν, ὥς φησιν τῶν ἁγίων διδασκάλων χορός. Ὡσαύτως καὶ Διονύσιος ὁ Παύλου φοιτητὴς, ἐν τῇ πρὸς Γαϊανὸν ἐπιστολῇ, οὐσίαν ὀνομάζει τὴν τοῦ Χριστοῦ ἀνθρωπότητα. Ὁμοίως καὶ Εἰρηναῖος ὁ ἀποστολικὸς σχεδὸν συνόμιλος, ὡς ἐν ταῖς ἔμπροσθεν ἐδείξαμεν χρήσεσιν. Εἰ δὲ δυσσεβὲς, καὶ Νεστοριανὸν, καὶ ἀπόβλητον τυγχάνει, τὸ ὀνομάζειν φύσιν τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, καθήρηται, πάλιν λέγω, καὶ ἀποβέβληται ὑφ᾽ ὑμῶν πᾶσα ἡ τῶν ἁγίων πληθὺς, καὶ ἀργαὶ, καὶ ἅπρακτοι παρ᾽ ὑμῖν αἱ τούτων διδασκαλίαι.

Σχόλιον. Ἐκ τῆς εἰς τὴν Ἀνάληψιν. Ψεύστης λοιπὸν Ἰωάννης ὁ Κωνσταντινουπόλεως λέγων· « Θεὸν ἐν ἀνθρωπίνῃ κρυπτόμενον φύσει· καὶ, ὅτι ἡ φύσις ἡ ἀκούσασα ἐπὶ γῆς, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· αὕτη ἤκουσεν ἐν οὐρανοῖς· Κάθου ἐκ δεξιῶν μου. » Καὶ πάλιν ὁ αὐτός φησιν, ὅτι « Ἡ φύσις, δι᾽ ἣν τὸ Χερουβὶμ ἐφύλαττε τὸν παράδεισον, αὕτη ἐπάνω τῷ Χερουβὶμ γέγονε σήμερον. » Εἰ δὲ ἀσεβὲς τὸ ὀνομάζειν, κατὰ τὴν ἕνωσιν, φύσιν τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, ἐλέγχεσθε προφανῶς ἀναθεματίζοντες τοὺς ἁγίους Πατέρας.

Σχόλιον. (Πρὸς Εὐνόμιον.) Ἀμβρόσιον μὲν λέγοντα, ὅτι « Ἐν τῇ ἐμῇ οὐσίᾳ λαλεῖ ὁ Χριστός· » Γρηγόριον δὲ φάσκοντα, Ποία φύσις ἐπὶ τοῦ πάθους ῥαπίζεται; » καὶ ὅτι « Ἐδίδου καιρὸν ὁ Χριστὸς τῇ φύσει τοῦ σώματος ἐνεργῆσαι τὰ ἑαυτῆς. » Λοιπὸν δὲ καθαιρεῖτε καὶ Ἀθανάσιον, διὰ τὸ φάσκειν ἐν τοῖς κατὰ Ἀρειανῶν, « Τὴν σάρκα τοῦ Χριστοῦ ἰδίᾳ φύσει τὰ πάθη ὑπομεῖναι. » Ποίῳ δ᾽ ἐπιτιμίῳ ἄρα καταδικάσετε Βασίλειον λέγοντα ἐν τῷ Περὶ νηστείας λόγῳ, περὶ Χριστοῦ, ὅτι « Ἐπανιὼν εἰς τοὺς οὐρανοὺς τροφῆς ἥψατο τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος; » Ὥτινι συμφωνεῖ πάλιν Ἀθανάσιος ἐν τῷ Περὶ ἐνανθρωπήσεως λόγῳ, φάσκων περὶ Χριστοῦ· « Τὸ μὲν οὖν σῶμα κοινὸν ἔχον τοῖς πᾶσι τὴν φύσιν. Σῶμα γὰρ ἦν ἀνθρώπινον. » Καθὰ καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ λόγῳ τῶν Θεοφανειῶν φησι περὶ τοῦ Κυριακοῦ σώματος, ὅτι « Καὶ ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἐδάκρυσε νόμῳ φύσεως. » Σύμφωνα δὲ πάλιν καὶ Ἀμβρόσιος περὶ τοῦ πάθους Χριστοῦ φάσκει πρὸς Γρατιανὸν τὸν βασιλέα λέγων· « Καὶ γὰρ ἑκατέρας μετέχει φύσεως, τοῦτ᾽ ἔστιν ἀνθρωπίνης καὶ θείας. Ἐν γὰρ τῇ ἀνθρωπίνῃ φύσει τὸ πάθος ὑπέμεινε. » Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ Περὶ ἐνανθρωπήσεως λόγῳ φησί. Καθ᾽ ἃ συμφωνεῖ καὶ ὁ Νυσσεὺς λέγων· « Ποία φύσις ἐπὶ τοῦ πάθους ῥαπίζεται; »

Ἐπισφραγίσω δὲ τὰ εἰρημένα ὥσπερ τινὶ βασιλικῷ δακτυλίῳ καὶ χαρακτῆρι τῷ ἀοιδίμῳ Κυρίλλῳ· ὅμως οἶδα ὅτι καὶ αὐτὸν κατὰ τὴν Σευήρου κέλευσιν ἀπωθεῖσθε φύσιν ὀνομάζοντα τὸ σῶμα τοῦ Δεσπότου Χριστοῦ. Γράφει γὰρ πρὸς Σούκκενσον, « παθεῖν αὐτὸν καὶ σταυρωθῆναι τῇ χοϊκῇ φύσει. » Καὶ πάλιν φησὶν πρὸς τὸν αὐτὸν, ὅτι « Οὐ μεταπεφοίτηκεν ἡ τῆς σαρκὸς φύσις, εἰς τὴν τοῦ Λόγου φύσιν. » Καὶ πάλιν ἐν ἑτέρῳ φησί· « Ἀμοιρήσειεν μώμου παντὸς, τὸ εἰδέναι, ὡς ἑτέρα μέν ἐστι κατ᾽ ἰδίαν φύσιν ἡ σὰρξ παρά γε τὸν Θεὸν Λόγον. » Ὁμοίως καὶ πρὸς Εὐλόγιον φάσκει, ὅτι « Ἐὰν μὴ ὁμοούσιον ὑπάρχει τὸ σῶμα τῷ Θεῷ Λόγῳ ἑτέρα πάντως, καὶ ἑτέρα φύσις ἐστί· καθὼς ταῦτα πάντα, καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται. » Λέγων δὲ ὁ Πατὴρ, ἑτέραν καὶ ἑτέραν φύσιν ἐν Χριστῷ, πρόδηλον, ὅτι τὴν θεότητα τοῦ Χριστοῦ ἐπίσης φύσιν προσαγορεύει. Ὡσαύτως καὶ ὅτε λέγει, « Δύο τὰς φύσεις εἶναί φαμεν, » πρόδηλον, ὅτι τὴν σάρκα λέγει τὴν μίαν τούτων· καθὰ καὶ ὁ θεῖος Ἐφραὶμ, καὶ Ἰσίδωρος, καὶ Πρόκλος, καὶ Ἀττικὸς, καὶ πάντες οἱ λοιποὶ Πατέρες, οἱ λέγοντες, ἐν Χριστῷ διαφόρους φύσεις, τὸ σῶμα αὐτοῦ λέγουσι τὴν μίαν τούτων. Καὶ πῶς οὖτως ὡμῶς καὶ ἀπειθῶς ἐνίσθασθε λέγοντες, ὅτι ἀδύνατον, τὴν τοῦ Κυρίου ἀνθρωπότητα προσαγορεύεσθαι φύσιν;

Πρὸς ταῦτα Ἰωάννης καὶ Γρηγόριος ὁ Νυστάζων εἶπον· « Πρὸ μὲν τῆς ἑνώσεως ὁμολογοῦμεν τὰς δύο φύσεις· μετὰ δὲ τὴν ἕνωσιν, μία φύσις ἐστὶν ὁ Χριστὸς σεσαρκωμένη. » Καὶ ἀποκριθεὶς εἶπον πρὸς αὐτούς· « Ὑπολαμβάνω ὅτι μετὰ τὴν ἄρρητον ἕνωσιν τοῦ Χριστοῦ τὴν ἐν Ναζαρὲτ γενομένην ἐν τῇ μήτρᾳ τῆς ἁγίας Θεοτόκου, καὶ μετὰ τὸν τόκον, καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ τὴν ἐν τῷ θρόνῳ τῷ Χερουβικῷ, συναθροίσας τὸ δεκακέρατον αὐτοῦ, καὶ ὑμᾶς ὁ Σευῆρος, ἑτέραν δευτέραν ἕνωσιν ἐποίησε τῷ Χριστῷ· καὶ τούτου χάριν παρέδωκεν ὑμῖν λέγων, ὅτι, μετὰ τὴν ἕνωσιν, ἣν αὐτὸς ἐποιήσατο ἐν Χριστῷ, μηκέτι προσαγορεύεσθαι [φύσιν] τὸ σῶμα αὐτοῦ, μήτε ὁμολογεῖν ἐν αὐτῷ δύο ἡνωμένας φύσεις. Ἐπεὶ εἰ μὴ τοῦτο ἐποίησεν, ἰδοὺ πάντες οἱ μακάριοι Πατέρες, καθὼς προαποδέδεικται, μετὰ τὴν ἐν Ναζαρὲτ ἕνωσιν τοῦ Χριστοῦ, εἰρήκασι τὰς δύο φύσεις ἐπ᾽ αὐτοῦ· οἱ μὲν ἐν τῷ τόκῳ, τῷ ἐν Βηθλεὲμ, οἱ δὲ, ἐν τῇ ἀπαντῇ τοῦ Συμεῶν οἱ δὲ, ἐν τῷ βαπτίσματι, ἄλλοι, καθὰ Κύριλλος, ῥαπισθῆναι, παθεῖν αὐτὸν ἔφησαν τῇ χοϊκῇ φύσει. Πρόκλος ἐν τῇ ψηλαφήσει τῆς πλευρᾶς τῇ ὑπὸ τοῦ Θωμᾶ, συζυγίαν κηρύττει Χριστοῦ φύσεων. Βασίλειος ἐν τῇ τροφῇ, ᾗ μετὰ τὴν ἀνάστασιν, φύσιν ὀνομάζει τὸ Δεσποτικὸν σῶμα. Ἰωάννης, ἐν τῷ θρόνῳ τῷ Χερουβικῷ μετὰ τὴν ἁγίαν ἐν οὐρανοῖς ἀνάληψιν, ὁμοίως φύσιν προσηγόρευσεν ἡμετέραν ἐν Χριστῷ, ἀκούσασαν ὑπὸ τοῦ Πατρός· « Κάθου ἐκ δεξιῶν μου. Ὅπου δὲ τὸ πανάγιον σῶμα φύσις ὀνομάζεται, πρόδηλον, ὅτι δύο φύσεις ἐν Χριστῷ γνωρίζονται. Οὐκοῦν, ὡς εἶπον, δευτέραν τινὰ ἕνωσιν ὁ νομοθέτης ὑμῶν ἐν Χριστῷ πεποίηκε Σευῆρος μετὰ τὴν ἁγίαν ἀνάληψιν. Καὶ τούτου χάριν ἐνομοθέτησεν ὑμῖν, μὴ λέγειν ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν δύο φύσεις.

ΟἹ ΑΙΡΕΤΙΚΟΙ. Ἀλλὰ Κυρίλλου ἐστὶ ἡ φωνὴ ἡ λέγουσα, ὅτι « Μετὰ τὴν ἕνωσιν μία φύσις σεσαρκωμένη ἐστὶν ὁ Χριστὸς, καὶ διὰ τοῦτο οὐ λέγομεν ἐπ᾽ αὐτοῦ δύο φύσεις. » Ταῦτα Ἰωάννου καὶ τῶν σὺν αὐτῷ ἑτεροδόξων εἰπόντων, ἐβόησα λαμπρᾷ καὶ περιχαρεῖ τῇ φωνῇ, καὶ εἶπον· Κυρίλλου αἰωνία ἡ μνήμη, καθὰ καὶ ἡ σύνοδος Χαλκηδόνος εἴρηκε. Καὶ γὰρ οὐδεὶς τῶν ἁγίων Πατέρων τὸ πανάγιον, καὶ ἀμείωτον, καὶ αἰώνιον, καὶ ἀνεξάλειπτον τῶν Χριστοῦ φύσεων εἴρηκεν, ὡς θεοφάντωρ Κύριλλος. Οἱ μὲν γὰρ μακάριοι Πατέρες τὸν ἀριθμὸν εἰρήκασιν. Ὁ δὲ τρισμακάριος Κύριλλος μετὰ τοῦ ἀριθμοῦ, καὶ τὴν ἀνεξάλειπτον, καὶ τηρουμένην ἀεὶ τῶν φύσεων τοῦ Κυρίου διαμονὴν μετὰ τὴν ἕνωσιν. Εἰς μὲν γὰρ τὸ, « Λύσατε τὸν ναὸν τοῦτον, » εἶπεν, « Χριστὸν ὑποσώζοντα ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα. » Πρὸς Σούκκενσον δὲ πάλιν φησί· « Δύο τὰς φύσεις εἶναί φαμεν. » Καὶ πάλιν πρὸς Ἑβραίους, ἐν τῇ ἑρμηνείᾳ φησὶ περὶ τῶν Χριστοῦ δύο φύσεων οὕτως· « Καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ Λόγου φύσιν εἰς τὴν ἀνθρώπου τυχόν· ἀλλ᾽ οὐδ᾽ αὐτὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ, πεπράχθαι φαμὲν τὴν ἕνωσιν. Ὁμοίως καὶ ἐν ἕκτῳ τόμῳ τῆς αὐτῆς ἑρμηνείας, ταῖς αὐταῖς ξηραῖς πάλιν κέχρηται φωναῖς λέγων· « Οὐκ ἀνάχυσίν τινα τὴν τῶν εἰς ἀλλήλας τῶν φύσεων πεπράχθαί φαμὲν, μενούσης δὲ μᾶλλον ἑκατέρας, τοῦτο ὅπερ ἐστίν. » Καθάπερ καὶ ἐν τοῖς σχολίοις ἐξέθετο, φησὶν, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις. Εὐ σοι γένοιτο, φωστὴρ, καὶ πυρσὲ, καὶ στύλε τῆς ἀληθείας Κύριλλε. Ὄντως Κυρίλλου, πάλιν λέγω, αἰωνία ἡ μνήμη, μὴ συγχωροῦντος ἡμᾶς ἐκ τῆς ἀληθείας πλανηθῆναι, ἀλλὰ τὸ ἀμείωτον καὶ αἰώνιον τῶν Χριστοῦ οὐσιῶν ἡμᾶς παιδεύοντος, καὶ πάλιν πρὸς τὰς βασιλίδας ἐπιστέλλοντος, « τὴν τῶν φύσεων εἰδέναι διαφορὰν, καὶ ἀσυγχύτους ἀλλήλαις φυλάττειν αὐτάς. » Ὑμεῖς μὲν οὖν, ὦ ἄνδρες, μίαν τινὰ τοῦ μακαρίου Κυρίλλου παρερμηνεύοντες χρῆσιν, φάσκετε, αὐτὸν μίαν λέγειν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν, φύσιν. Ἰδοὺ δὲ ὡς κήρυξ τῆς εὐσεβείας, ἄνω καὶ κάτω φυλάττεσθαι, καὶ σώζεσθαι, καὶ γνωρίζεσθαι, καὶ μετὰ τὴν ἕνωσιν, καὶ ἀριθμεῖσθαι, ὁμολογεῖ ἐν Χριστῷ τὰς δύο φύσεις. Προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας ταῖς τοῦ Πατρὸς φωναῖς.

Εἶπεν, σώζεσθαι ἐν Χριστῷ τῶν δύο φύσεων, τῶν ἑτεροουσίων τὴν ἰδιότητα ἀσύγχυτον. Ὁμοίως πάλιν εἶπεν· Δύο τὰς φύσεις εἶναί φαμεν. Εἶπεν, νοουμένην καὶ ὑπάρχουσαν ἑκατέραν αὐτῶν ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ. Εἶπεν, μένειν ἑκατέραν φύσιν ἐν Χριστῷ, τοῦτο, ὅπερ ἐστίν. Εἶπεν, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ φύσεις, ἤγουν ὑποστάσεις. Πρὸς τούτοις πᾶσι παραγγέλλει λέγων, τὴν τῶν φύσεων εἰδέναι διαφορὰν, καὶ ἀσυγχύτους ἀλλήλαις τηρεῖν αὐτάς. Ὁ μὲν οὖν θεορήτωρ Κύριλλος, ὡς ἀποδέδεικται, ἑξαχῶς ἡμᾶς ἐνταῦθα, τὴν ἀμείωτον καὶ ἐνάριθμον ὕπαρξιν τῶν δύο Χριστοῦ διδάσκει φύσεων, λέγων, αὐτὰς ἐν Χριστῷ σώζεσθαι, λέγων αὐτὰς εἶναι, λέγων αὐτὰς ὑπάρχειν, λέγων αὐτὰς μένειν ἐν αὐτῷ. Εἶτα εἶπεν αὐτὰς καὶ ἀσυγχύτους διασώζεσθαι, καὶ αὖθις καὶ παραγγέλλει, καὶ τὴν διαφορὰν τῶν φύσεων εἰδέναι, καὶ ἀσυγχύτους αὐτὰς φυλάττειν. Καὶ ταῦτα μὲν ὁ διδάσκαλος.

Λοιπὸν ἐν τῇ ὑμετέρᾳ καὶ τοῦ δικαιοκρίτου δικαστοῦ καὶ νομοθέτου Σευήρου φιλανθρωπίᾳ ἐστὶ τὸ ἀποφήνασθαι περὶ Χριστοῦ τὸν ὅρον τοῦ χρόνου, καὶ τὴν προθεσμίαν, καὶ εἰπεῖν ἡμῖν, ἕως πόσων ἐτῶν ἀσύγχυτοι μεμενήκασιν ἐν αὐτῷ αἱ δύο φύσεις, καὶ ἕως πόσων μηνῶν δύο τὰς φύσεις ἐν αὐτῷ εἶναί φαμεν, καὶ ἕως ποίου καιροῦ δέον ἐστὶ τὴν τῶν φύσεων εἰδέναι διαφορὰν, καὶ ἕως ποίων ἡμερῶν ἀποσώζει ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα, καὶ ἕως ποίας παρουσίας δεῖ τὴν τῶν φύσεων Χριστοῦ εἰδέναι διαφορὰν, καὶ ἀσυγχύτους ἀλλήλαις φυλάττειν αὐτάς. — Ταῦτα ἡμῶν διερωτώντων ἤδη πρὸ πολλοῦ τοῦ χρόνου, ὁ Δικαστὴς Σευῆρος τὴν ἀπόκρισιν καὶ τὴν ἀπόφασιν κατὰ Χριστοῦ ἐξέθετο, λέγων ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν·

Ὁ ΑΙΡΕΤΙΚΟΣ. Ἕως τῶν χρόνων Νεστορίου ἀσύγχυτοι ὑπῆρχον αἱ φύσεις· ἀπὸ δὲ Νεστορίου φυρμὸς καὶ μείωσις τῶν φύσεων γέγονεν. Ἀπὸ δὲ τῶν ἡμερῶν τῆς συνόδου Χαλκηδόνος, ψεύστης ἐστὶ Κύριλλος ὁ εἰπών· « Δύο τὰς φύσεις Χριστοῦ εἶναί φαμεν. » Ἀπὸ τῆς ἐκθέσεως τοῦ Τόμου Λέοντος, οὐκ ἔτι ἀποσώζει Χριστὸς ἀσύγχυτον τὴν τῶν ἑτεροουσίων ἰδιότητα. Ἐξ ἧς καθῃρέθη Διόσκορος· οὐκέτι δεῖ εἰδέναι ἐν Χριστῷ τὴν τῶν φύσεων διαφορὰν, καὶ ἀσυγχύτους τηρεῖν αὐτάς· πρὸς γὰρ ἀνακυπτούσας αἱρέσεις δεῖ παραλλάττειν καὶ τὴν πίστιν, καὶ παραγράφεσθαι τὰ τῶν θείων Γραφῶν καὶ Πατέρων διδάγματα.

Ἀχθομένων οὖν, καὶ λίαν δριμυττομένων ἐπὶ τοῖς λεγομένοις Ἰωάννου, καὶ τῶν σὺν αὐτῷ ἑτεροδόξων, εἶπον πάλιν πρὸς αὐτούς· Οὕτως ἐστὶν, ὡς ἐνώπιον Κυρίου, ὅτι τῇ παραινέσει, καὶ νουθεσίᾳ πειθόμενοι Σευήρου, τῇ ἐπιτρεπούσῃ ὑμῖν παραγράφεσθαι μετὰ τὸν καιρὸν Νεστορίου τὰς φωνὰς τῶν ἁγίων Πατέρων, κἂν αὐτοῦ τοῦ ἁγίου Κυρίλλου τυγχάνουσι, δύο φύσεις ἐπὶ Χριστοῦ λέγουσαι, τούτου χάριν οὐ δέχεσθε τὰς τῶν Πατέρων χρήσεις, ἀλλ᾽ ἡρετίσασθε, καὶ αὐτὰ τὰ ἅγια Εὐαγγέλια σχεδὸν διεκρούσασθε, καὶ πᾶσαν Παλαιὰν, καὶ Καινὴν, καὶ Πατρικὴν Γραφὴν, στοιχήσαντες ὥσπερ νέῳ τινὶ Ἀκύλᾳ τῷ Σευήρῳ. Ἐπεὶ τίς ἐξ ὑμῶν οὐ γινώσκει κατὰ πᾶσαν ἀκρίβειαν, ὅτι εἶπον οἱ Πατέρες δύο φύσεις ἀμειώτους ἐν Χριστῷ διαμένειν; τίς ἐξ ὑμῶν οὐ μαρτυρεῖ, ὅτι τοῦ ἁγίου Κυρίλλου εἰσὶν αἱ εἰρημέναι χρήσεις, αἱ φάσκουσαι, εἶναι, καὶ διαμένειν, καὶ γνωρίζεσθαι, καὶ μὴ συγχεῖσθαι, καὶ ἀριθμεῖσθαι ἐν ἑνὶ προσώπῳ δύο ἀδιαιρέτους ἐν Χριστῷ φύσεις; τίς ἐξ ὑμῶν οὐκ οἶδεν, ὅτι οὐ ταυτόν ἐστι φύσις καὶ πρόσωπον; Ἰδοὺ γὰρ μυρία μὲν πρόσωπα ὑπάρχομεν ἐνταῦθα· μία δὲ φύσις ἐσμὲν πάντες.

Τούτων δὲ καὶ ἑτέρων πλειόνων ἐν τῷ συνεδρίῳ εἰρημένων, ἐκ παλαιᾶς καὶ διαφόρου πείρας ὑπάρχων, ὅτι ἄνω καὶ κάτω τῷ μακαρίῳ Κυρίλλῳ σχολάζουσιν οἱ τὰ Σευήρου φρονοῦντες, καὶ ἄνω καὶ κάτω τὰς αὐτοῦ χρήσεις φέρουσι, τῶν δὲ λοιπῶν μακαρίων Πατέρων οὐ πλείστην παρέχουσι πρὸ μικρῶν ἡμερῶν τῆς διαλέξεως ἀκούσας, ὅτι τοὺς ἀκρέμονας, καὶ ἐξάρχους αὐτῶν μετεστείλαντο λέγω δὴ Ἰωάννην, καὶ Γρηγόριον, οἱ Θεοδοσιανοὶ πρὸς τὸ ἡμῖν παρατάξασθαι, καθεσθεὶς συντέταχα Τόμον δογματικὸν ὡς ἐξ ὀνόματος Φλαβιανοῦ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως, τοῦ φονευθέντος ὑπὸ Διοσκόρου, διὰ τὸ ὁμολογεῖν ἐν Χριστῷ δύο ἡνωμένας ἀδιαιρέτως φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει. Ἐν Τόμῳ, τὸν μὲν σκοπὸν, καὶ τὸ φρόνημα τῶν ἁγίων Πατέρων μετὰ πολλῆς τινὸς τῆς ἀκριβείας ἐφύλαξα· μικρὸν δὲ τὰς αὐτῶν ῥήσεις δι᾽ ἑτέρων τινῶν ἰσοδυνάμων λέξεων ὑπαλλάξας τέθεικα. Οἷον, ἀντὶ μορφῆς, οὐσίαν, καὶ ἀντὶ χοϊκοῦ, γηγενὲς, καὶ ἀντὶ πάθους, σταυρόν· πρὸς τὸ δεῖξαι πᾶσιν, ὅτι ἐχθρωδῶς καὶ ἀντιπαθῶς, ἀλλ᾽ οὐ φιλαλήθως ἐναντιοῦνται τῇ συνόδῳ Χαλκηδόνος, καὶ τῷ μακαρίῳ Φλαβιανῷ, καὶ τῷ Τόμῳ τοῦ ἁγίου Λέοντος. Ἐγίνωσκον γὰρ, ὅτι ἀλόγως, εἰ μόνον ἀκούσωσι τὸ ὄνομα Φλαβιανοῦ, ἢ τοῦ Λέοντος ἐν τῷ Τόμῳ, ἀναθεματίζουσιν αὐτὸν, μὴ ἀνακρίνοντες, εἰ ὀρθὴ, ἢ διεστραμμένη ὑπάρχει ἡ ἔκθεσις ἐν αὐτῷ. Εἶπον οὖν πάλιν πρὸς αὐτούς· Ἐὰν ἀρέσκῃ ὑμῖν, ἵνα μὴ πολλὰ εἴπωμεν καὶ ἀκούσωμεν, ἰδοὺ ἡ πίστις ἡμῶν καὶ τῆς συνόδου Χαλκηδόνος· δέξασθε, καὶ ἀνάγνωτε, καὶ ἢ στοιχήσατε ἢ ἀναθεματίσατε. Εἶχεν δὲ ὁ Τόμος οὕτως·

Φλαβιανοῦ ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ Τόμου τοῦ δογματικοῦ, οὗ ἔγραψε πρὸς Λέοντα τὸν πάπαν Ῥώμης, περὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ, τοῦ ἀληθινοῦ ἡμῶν Θεοῦ.

« Ὁ Λόγος, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. » Ἕτερον δέ τι ἡ σκηνὴ, καὶ ἄλλο τὸ κατασκηνοῦν. Οὐ λέγω, ἄλλος καὶ ἄλλος, ὡς ἐπὶ δύο προσώπων, ἀλλ᾽ ἕτερον καὶ ἕτερον, ὡς ἐπὶ δύο φύσεων. Πᾶσα μὲν γὰρ εὐαγγελικὴ καὶ ἀποστολικὴ παραίνεσις καὶ μαρτυρία περὶ τοῦ Ἐμμανουὴλ, εἰς δύο διαιρεῖται τρόπους· πῆ μὲν τὸ μοναδικὸν αὐτοῦ δηλοῦσα πρόσωπον, πῆ δὲ τὰς δύο αὐτοῦ σαφῶς μαρτυροῦσα φύσεις. Καὶ γὰρ ἦν, καὶ ἔστι διπλοῦς, ὁ εἷς, καὶ μόνος Ἰησοῦς καὶ Χριστός· καὶ διπλοῦς ὁ ἐπ᾽ αὐτῷ λόγος, οὐ πρὸ τῆς ἑνώσεως, ἀλλὰ μετὰ τὴν ἄφραστον ἕνωσιν, τέλειος ὁ αὐτὸς, ὥσπερ ἐν θεότητι, οὕτως καὶ ἐν ἀνθρωπότητι. Εἰ γὰρ ἦν ἁπλοῦς, πῶς; πάσχειν καὶ θνήσκειν ἠδύνατο; πῶς τύπτεσθαι καὶ ῥαπίζεσθαι, εἰ μὴ τῇ τοῦ σώματος παθητῇ καὶ γηγενεῖ φύσει; Ὥσπερ γὰρ ὁμοούσιος ὢν τῷ Θεῷ καὶ Πατρὶ, τέλειός ἐστιν ἐκ τελείου Θεός· οὕτως καὶ ὁμοούσιος ἡμῖν ὑπάρχων, τέλειος τυγχάνει ἄνθρωπος.

Σχόλιον. Ταῦτα ἐκτιθέμεθα, ἵνα τῷ αὐτῷ τρόπῳ κέχρηνται οἱ φιλόπονοι κατὰ τῶν ἐναντίων· ἐπεὶ καὶ ὁ μακάριος Παῦλος οἶδεν τῷ τοιούτῳ τρόπῳ χρήσασθαι. Διὸ καὶ ἔλεγε πρός τινας, ὅτι « Δόλῳ ἡμᾶς ἔλαβον. »

Σχόλιον. Γρηγορίου Θεολόγου εἰς τὰ Θεοφάνια, καὶ Κυρίλλου Ἱεροσολύμων, ὡσαύτως καὶ Κυρίλλου Ἀλεξανδρείας ἐν τῷ πρώτῳ λόγῳ, τῷ Εἰς τὴν ἁγίαν Τριάδα· Γρηγορίου Νύσσης Κατὰ Εὐνομίου, καὶ Κυρίλλου Ἀλεξανδρείας Πρὸς Σούκκενσον, ἐκ τοῦ προ[σ]φωνητικοῦ Παύλου ἐπισκόπου Ἐμέσης ἐν Ἀλεξανδρείᾳ, οὗ χρῆσίς ἐστιν, ἣν ἐπὶ τοῦ ἁγίου Κυρίλλου εἶπεν· « Ὁ γὰρ ἐν μορφῇ Θεοῦ ὦν, μορφὴν δούλου ἔλαβε δι᾽ ἡμᾶς. » Ἡ δὲ μορφὴ τοῦ Θεοῦ, οὐσίαν σημαίνει Θεοῦ, ὥσπερ καὶ ἡ μορφὴ τοῦ ἀνθρώπου, φύσιν ἀνθρωπίνην δηλοῖ. Γρηγορίου Νύσσης Κατὰ Εὐνομιανῶν· « Αἱ μὲν οὖν πληγαὶ, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατός ἐστι τοῦ ἀνθρώπου, ἐν ᾧ ἐστιν ὁ Δεσπότης ὁ Θεὸς Λόγος, ἡ δὲ δόξα, καὶ τὸ κράτος ἐστὶ τοῦ Δεσπότου, περὶ ὃν ἐστιν ὁ δοῦλος, τοῦτ᾽ ἔστιν ὁ ἄνθρωπος. » Γρηγόριος, Κατὰ Εὐνομίου. « Εἰ οὖν καὶ ἀπαθές ἐστι περὶ τὸ θεῖον, τὰ δὲ πάθη περὶ τὸ ἀνθρώπινον, πῶς ἄν τις τῶν εὐφρονούντων μίαν λέξειεν τὰς δύο αὐτοῦ φύσεις; »

Τοῦ ἁγίου Ἐφραὶμ εἰς τὸν Μαργαρίτην· « Εἰ δὲ μία εἰσὶν, ἄρα ἂν ἡμίθεος ἐσαρκώθη Θεὸς καὶ ἡμιφυὴς ἀνελήφθη ἄνθρωπος. » Ἀλλ᾽ οὐχ οὕτως διδάσκει τῆς εὐσεβείας ὁ θεσμὸς, ὃν διεκρούσατο Εὐτυχὴς ὁ ἀρχιμανδρίτης, μίαν κηρύττων φύσιν τῆς ἀκτίστου θεότητος καὶ τῆς καθ᾽ ἡμᾶς ἀνθρωπότητος τοῦ Χριστοῦ· ὁ δὲ πᾶς τῶν ἁγίων Πατέρων χορὸς, διττὸν τὴν οὐσίαν εἶναι, ἤτοι τὴν φύσιν, ὁμολογεῖ τὸν Χριστόν· οὐ διττὸν δὲ τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον. Ἀμφιλοχίου, πρὸς Σούκκενσον Κυρίλλου, Πρόκλου.

Ἀμφιλοχίου· « Εἰς ἓν γὰρ πρόσωπον, καθὼς καὶ ἡ ὑμετέρα διδάσκει ἁγιωσύνη, συνέδραμον αἱ δύο φύσεις, ἅσπερ καὶ εἶναι, καὶ σώζεσθαι ἀτρέπτως καὶ ἀδιαιρέτως ἐν Χριστῷ ὁμολογοῦμεν. »

Πρόκλου· « Ἔστι γὰρ εἷς καὶ μόνος μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, οὐ τῶν φύσεων αὐτοῦ εἰς δυάδα ὑποστάσεων τεμνομένων, ἀλλὰ τοῦ ἀρρήτου λόγου εἰς μίαν ὑπόστασιν ἑνώσαντος, ἔνδοθεν κοσμουμένου τοῦ παναγίου σώματος, διὰ τοῦ θείου Λόγου, ἔξωθεν δὲ τῷ Πνεύματι φρουρουμένου· ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων δειχθῇ· οὕτω γὰρ καὶ ἐσθίειν αὐτόν φαμεν, οὐ πρὸ τοῦ πάθους μόνον ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν, τὴν φύσιν τοῦ σώματος αὐτοῦ πιστούμενος. » Εἰ δὲ τὸ σῶμα, εἰς ὃ οἱ αἱρετικοὶ διαμφιβάλλουσι, φύσις καὶ οὐσία προσαγορεύεται, εὔδηλον λοιπὸν φυλάττεσθαι ἐν τῷ ἑνὶ Χριστῷ ἑκατέραν φύσιν, τοῦτ᾽ ἔστι, τὴν θείαν τε καὶ τὴν ἀνθρωπίνην· καὶ ἐν μὲν τῇ θείᾳ λαλεῖν αὐτὸν τὰ θεοπρεπῆ· ἐν δὲ τῇ ἡμετέρᾳ, πάλιν φθέγγεσθαι αὐτὸν τὰ ἀνθρώπινα καὶ πτωχά· οὐ φυρμόν τινα, οὐ σύγχυσιν, οὐ διαίρεσιν περὶ τὰς φύσεις ἔχοντα· ἀλλ᾽ ἕνα Υἱὸν, καὶ Χριστὸν, καὶ Κύριον, καὶ Σωτῆρα ὑπάρχοντα τοῖς εὐσεβῶς πιστεύειν εἰς αὐτὸν βουλομένοις.

Ταῦτα δὴ τοῦ Τόμου περιέχοντος, καὶ ἀναγνωσθέντος, ἐβδελύξαντο, ἀπώσαντο, ἀνεθεμάτισαν τὰ ἐν αὐτῷ γεγραμμένα. Ὅτε Ἰωάννης, καὶ Γρηγόριος, καὶ μετὰ τὸ καταράσασθαι καὶ ἀναθεματίσαι, προσηγάγομεν εἰς μέσον τὰς βίβλους τῶν ἁγίων Πατέρων. ἐξ ὧν ὑπῆρχον πᾶσαι αἱ χρήσεις, αἱ ἐν τῷ Τόμῳ ὑπάρχουσαι· εἴχομεν γὰρ αὐτὰς αὐτόθι μετὰ χεῖρας ηὐτρεπισμένας, καὶ ἑκάστης χρήσεως τὸν ἔλεγχον δεδηλωμένον. Καὶ ὅτε ἀπεδείξαμεν ἐκ τῶν ἰδίων αὐτῶν βίβλων, ὅτι οὐ Φλαβιανὸν, ἀλλὰ τοὺς ἁγίους Πατέρας κατηράσαντο, καὶ ἀνεθεμάτισαν, ἀνέστη ὁ λεπτὸς δῆμος ἐσχάτως ἀτιμάζων, καὶ σχεδὸν λιθοβολῆσαι αὐτοὺς θέλων. Οὗτος ὁ θρίαμβος, καὶ ἡ αἰσχύνη, ἣν καὶ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ δημοσίως ἔπαθον.

Πρὸς τὸ εἰδέναι τοὺς φιλοπόνους, καλὸν καὶ τοῦτο παρασημειώσασθαι ἐνταῦθα. Διηγοῦντο τοίνυν ἡμῖν οἱ τῆς καθολικῆς Ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ· ὅτι μετὰ τοὺς χρόνους τοῦ μακαρίου Εὐλογίου τοῦ πάπα, γέγονέν τις Αὐγουστάλιος ἐνταῦθα Σευηριανός. Καὶ ἐπὶ ἱκανοὺς χρόνους ἔσχε ιδ΄ καλλιγράφους σύμφρονας αὐτοῦ, κατ᾽ ἐπιτροπὴν αὐτοῦ καθεζομένους, καὶ φαλσεύοντας τὰς βίβλους τῶν δογμάτων τῶν Πατέρων, καὶ μάλιστα τὰς τοῦ ἁγίου Κυρίλλου· ἐν οἷς ἐλθόντων ἡμῶν εἰς τὴν πρὸς Σούκκενσον, χρῆσιν, τὴν λέγουσαν, ὅτι « Δύο τὰς φύσεις εἶναί φαμεν, » οὐχ εὕρομεν αὐτὴν ὀρθῶς κειμένην, ἐν οἵᾳ δήποτε βίβλῳ ἐν Ἀλεξανδρείᾳ· ἀλλ᾽ αἱ μὲν εἶχον· « Δύο φύσεις ἡνῶσθαί φαμεν. » Αἱ δὲ πάλιν· « Δύο τὰς φύσεις ἐννοεῖσθαί φαμεν. » Καὶ ἐν πολλῇ ἀθυμίᾳ ἡμῶν ὄντων, ἐξήγαγεν ἡμῖν ὁ κύριος Ἰσίδωρος ὁ βιβλοφύλαξ τοῦ πατριαρχείου βίβλον ἔχουσαν ἀνόθευτον τὴν τοιαύτην χρῆσιν. Ὁμοίως καὶ τὴν τοῦ μακαρίου Ἀμβροσίου διέστρεψαν· ἀντὶ γὰρ τοῦ, « Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκὸς, » Φυλάξωμεν τὴν διαφορὰν τῆς ἀναγνώσεως. Πάλιν τε τὴν τοῦ μακαρίου Πρόκλου τὴν περὶ Χριστοῦ φάσκουσαν, ὅτι « Ἐκεῖνος ἀφθάρτως ἐγεννήθη, ὁ καὶ θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσελθὼν, οὗ τὴν συζυγίαν τῶν φύσεων, ὁ Θωμᾶς ἑωρακὼς, » ἀντὶ τοῦ ἀφθάρτως διὰ τοῦ ως γραφομένου, οἱ Γαϊανῖται ἄφθαρτος λέγουσι. Καὶ ἀντὶ τοῦ εἰπεῖν, ὁμολογούμενον τὸ ἄρθρον, τὸ φάσκον, οὗ τὴν συζυγίαν τῶν φύσεων, τοῦτ᾽ ἔστι τοῦ Χριστοῦ, ἐκεῖνο πάλιν ἀρνητικὸν αὐτὸ φάσκουσι λέγοντες, οὐ τὴν συζυγίαν ὁ Θωμᾶς ἑωρακὼς, καὶ τὰ ἑξῆς. Ὁμοίως, εἰς τὸ, « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, » τὸν χορὸν τῶν ἀποστόλων λέγουσι, ναὸν τοῦ Χριστοῦ, σκορπισθέντα φησὶν, καὶ πάλιν συναχθέντα. Ἐν οἷς ἀναισχύντῳ στόματι, οὐκ ἠρυθρίασαν λέγειν, ὅτι συνέφερε τοῖς Χαλκηδονίταις λέγειν ἐπὶ Χριστοῦ δύο ὑποστάσεις, καὶ μὴ λέγειν δύο φύσεις. Ἡ γὰρ φύσις, φασὶ, πολλῶν ὑποστάσεών ἐστι δηλωτική. Ταῦτα αὐτῶν γλωσσαλγούντων, λέγω πρὸς αὐτούς· Εἶτα ὑμεῖς οὐκ ὁμολογεῖτε, οὐδὲ μίαν φύσιν ὅλως ἐν τῷ Χριστῷ; Οἱ αἱρετικοὶ λέγουσι· Ναὶ ὁμολογοῦμεν μίαν φύσιν ἐν αὐτῷ, καθὰ διδάσκουσιν οἱ Πατέρες. Ταῦτα αὐτῶν ὁμολογούντων, ἔφην μεγάλῃ τῇ φωνῇ, ὥστε καὶ ὑμεῖς ἐλέγχεσθε ἐν αὐτῇ τῇ μιᾷ φύσει τοῦ Χριστοῦ, διαφόρους ὑποστάσεις ὁμολογοῦντες ἐν αὐτῷ· εἴγε κατὰ τὸν τρόπον, ὃν εἰρήκατε, διαφόρων ὑποστάσεων ὑπάρχει ἡ φύσις σημαντική.

Ἕτερος πάλιν τρόπος, δι᾽ οὗ συνείραμεν πρὸς τοὺς αὐτοὺς Θεοδοσιανοὺς, κατὰ παρουσίαν τοῦ Αὐγουσταλίου, ἐπὶ δημοσίας ἀκοῆς καὶ τῆς πόλεως.

Ἱκανῶς τοίνυν καὶ ἀναμφιβόλως καταισχυνθέντων τῶν αἱρετικῶν τῆς γεγενημένης αὐτοῖς ὑφ᾽ ἡμῶν δραματουργίας, καὶ μηκέτι ὅλως ἐχόντων πρόσωπον διᾶραι τὸ στόμα αὐτῶν πρὸς τοὺς τῆς καθολικῆς Ἐκκλησίας ἀποστείλαντες ἐν Αἰγύπτῳ, μεταστέλλονταί τινας ἐπισκόπους, οὓς ἐδόκουν Γραφικοὺς ὑπάρχειν, ἐν οἷς ἦν καὶ ὁ Κυνοπολίτης. Οἵτινες παραγενόμενοι πρὸς τὸν Αὐγουστάλιον ἐπηρώτων αὐτὸν ἐπιζητοῦντες ἡμῖν διαλεχθῆναι περὶ Χριστοῦ, καὶ ἀποστείλας, μετεστείλατο ἡμᾶς γνησίως ἐν τῷ πραιτωρίῳ. Οἱ δὲ παραγενόμενοι, ἀπήγγειλαν ἡμῖν, ὡς ὅτι ἐπίσκοποί τινες παρεγένοντο Θεοδοσιανοὶ, ἐπιζητοῦντες περὶ πίστεως συνᾶραι λόγον μεθ᾽ ἡμῶν ἐπὶ τοῦ Αὐγουσταλίου. Παραγενομένων οὖν ἡμῶν καὶ καθεσθέντων, λέγει ὁ Αὐγουστάλιος· Ἀκούσαντες οἱ ἐπίσκοποι οὗτοι τὰ κινηθέντα μεταξὺ τῆς Ἐκκλησίας καὶ τῶν Θεοδοσιανῶν, παρεγένοντο ἐπιζητοῦντες διαλεχθῆναι ἐπὶ τῇ ὁσιότητι ὑμῶν. Εἶτα ταῦτα τοῦ ἄρχοντος εἰρηκότος ἤρξαντο λαλεῖν οἱ ἐπίσκοποι, καὶ κατεγκαλεῖν μοι, ὡς δῆθεν ταράξαντι τὴν πόλιν, καὶ τὸν λαὸν, καὶ τὴν Ἐκκλησίαν αὐτῶν. Λέγω πρὸς αὐτοὺς πραείᾳ καὶ μειδιώσῃ φωνῇ· Καλόγηροι Πατέρες, ἑωράκατέ μέ ποτε, ἢ συνετύχετε πρός με, ἢ ἀκηκόατε τῆς πίστεώς μου, ἢ τοῦ φρονήματός μου, ἐκ τοῦ στόματός μου; Καὶ ἀποκριθέντες λέγουσιν· Οὐχί. Οὐκοῦν, Πατέρες, εἶπον, ἀκούσατε τὴν πίστιν μου, καὶ ἐλπίζω εἰς τὸν Θεὸν, ὅτι πάνυ ὑμῖν ἔχει ἀρέσαι, καὶ οὐχ εὑρίσκετε παντοίαν αἰτίαν ἐν ἐμοί. Ταῦτα δὲ εἶπον, βουλόμενος πᾶσι φανερῶσαι, καὶ στηλιτεῦσαι τὸν ἰὸν τὸν ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτῶν, καὶ λαβὼν χάρτην καὶ καλαμάριν παρὰ τῶν παρεστώτων νοταρίων, τῷ Αὐγουσταλίῳ ἔγραψα οὕτως· Ἐγὼ Ἀναστάσιος μοναχὸς ἁγίου ὅρους Σινᾶ, ὁμολογῶ, ὅτι αὐτὸς ὁ Θεὸς Λόγος, γεννηθεὶς ἐκ Θεοῦ Πατρὸς πρὸ πάντων τῶν αἰώνων, αὐτὸς ἐσταυρώθη, καὶ ἐτάφη, καὶ ἔπαθε, καὶ ἀνέστη. Ταῦτα ἔγραψα μὴ ὀνομάσας μήτε σάρκα, μήτε ἐπιδημίαν, μήτε ἐνανθρώπησιν, εἰ μὴ μόνον γυμνὴν τὴν θεότητα τοῦ Θεοῦ Λόγου. Εἶτα ἀναστὰς ἐπέδωκα αὐτοῖς· ἀνέγνων, ἐπήνεσαν, ἐστοίχησαν. Ὡς γοῦν εἶδον αὐτοὺς ἐπαινέσαντας, λέγω· Ἐὰν οἶδα, ὅτι οὕτως φρονεῖτε, ὑπογράψατε, καὶ εὐθέως συγκοινωνῶ ὑμῖν. Ἦν γὰρ Κυριακὴ τῶν ἡμερῶν, ὡσεὶ ὥρα τρίτη. Ἐδέξαντο, καὶ ὑπέγραψαν. Καὶ λαβὼν τὸν χάρτην μετὰ τὴν ὑπογραφὴν, πλησιάσας τῷ δοκοῦντι εἶναι σοφωτέρῳ αὐτῶν, καὶ ἠρέμα τῇ χειρὶ ἁψάμενος τοῦ πώγωνος αὐτοῦ εἶπον· « Χριστοῦ παθόντος σαρκὶ, » ὦ Θεοπασχίτα, καὶ οὐ θεότητι, σαρκὶ παθόντος κατὰ τὴν Πέτρου τοῦ ἀποστόλου θεολογίαν, καὶ οὐ θεότητι παθόντος κατὰ τὴν Σευήρου βλασφημίαν, καθὼς νῦν ὑπεγράψατε. Βουλόμενος γὰρ γυμνῶσαι πᾶσι τὴν ἐν τῇ ψυχῇ ὑμῶν βλασφημίαν, γυμνὴν θεότητα τοῦ Θεοῦ Λόγου ἔγραψα ἐν τῇ τοῦ χάρτου ὑπαγορίᾳ οὔτε σαρκὸς μνημονεύσας, οὔτε ἐνανθρωπήσεως, οὔτε τόκου τοῦ ἐκ τῆς ἁγίας Παρθένου. Ὡς γοῦν ταῦτα ἀκήκοαν, ὥσπερ ἐκ μέθης ἀνανήψαντες, πολλὰ ἠγωνίσαντο τὸν τοιοῦτον χάρτην ἀναλαβεῖν παρ᾽ ἐμοῦ. Ἐγὼ δὲ ἐπὶ πάντων ἐβόων, ὅτιπερ Οὐ δίδωμι τοῦτον ἕως ἂν προσενέγκω αὐτὸν τῷ Χριστῷ καθ᾽ ὑμῶν ἐν ἡμέρᾳ κρίσεως.

Ἕτερος πάλιν σκοπὸς διαλέξεως ὃν συνήραμεν πρὸς τοὺς αὐτοὺς ἑτεροδόξους ἐν Ἀλεξανδρείᾳ, λέγω δὴ πρὸς Γεώργιον τὸν πρεσβύτερον, καὶ λογογράφον τῆς Ἐκκλησίας αὐτῶν, τὸν λεγόμενον Κλειδοποιόν.

Συγκαθεζομένων ἡμῶν ἐν τῷ σημειογραφείῳ τοῦ Καισαρίου, ὁμοίως τὰ ἀπὸ τύπου προβλήματα αὐτῶν ἔλεγον πρὸς ἡμᾶς, ὡς « Οὐκ ἔστι φύσις ἀνυπόστατος. » Λοιπὸν, δύο φύσεις εἰποῦσα ἡ σύνοδος Χαλκηδόνος ἐν αὐτῷ ἐξ ἀνάγκης πάσης εὑρίσκεται, καὶ δύο ὑποστάσεις, ἤγουν πρόσωπα λέγουσα ἐν Χριστῷ, καὶ οὐκέτι τρία πρόσωπα, ἤτοι τρεῖς ὑποστάσεις εὑρίσκεσθε λέγοντες, ἐπὶ τῆς ἁγίας Τριάδος, ἀλλὰ τέσσαρας. Πρὸς ταῦτα πάλιν ἡμεῖς· Τί γὰρ παραβλάπτεται ἡ ἀλήθεια, κἂν εἴπωμεν δύο ὑποστάσεις ἐν τῷ Χριστῷ; οὐκ ἔστι γὰρ πρόσωπον ἡ ὑπόστασις. Ἀγνοήσαντες οὖν τὸν ἡμέτερον σκοπὸν πάλιν, ὅτι ὡς κακούργοις πανούργως, καὶ οὐ κατὰ ἀλήθειαν λέγομεν ταῦτα, ἐνίσταντο ἀγανακτοῦντες, καὶ χρήσεις πλείστας καὶ μαρτυρίας προφέροντες ἔκ τινων τῶν ἁγίων Πατέρων, καὶ ἐξ αὐτοῦ τοῦ μακαρίου Κυρίλλου. Ὅτι αἱ ὑποστάσεις πρόσωπά εἰσι, καὶ ἐπὶ τῆς ἁγίας Τριάδος, καὶ ἐπὶ τοῦ Λόγου τῆς ἐνσάρκου οἰκονομίας. Ὅτε οὖν ἱκανῶς καὶ μετὰ πολλῆς τῆς ἐνστάσεως ἐκύρωσαν, καὶ ὥρισαν, πρόσωπα εἶναι ἐκ παντὸς τρόπου τὰς ὑποστάσεις, τότε λέγω πρὸς αὐτούς· Ὄντως ἐὰν πρόσωπα δηλοῦσιν αἱ ὑποστάσεις, τῷ ἁγίῳ Κυρίλλῳ προσκρούετε, Νεστοριανὸν αὐτὸν, καὶ ἑαυτοὺς δεικνύντες, φάσκοντα, Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις, ἤτοι ἀσύγχυτα ὑπάρχουσι τοῦ Χριστοῦ τὰ πρόσωπα. Τὸ γὰρ εἰπεῖν, μεμενήκασι, τὴν αἰώνιον αὐτῶν, καὶ ἀσύγχυτον, καὶ ἐνύπαρκτον διαμονὴν παρίστησι· τὸ γὰρ παράδοξον, ὅτι οὐκ εἶπεν, ἀδιαίρετοι μεμενήκασιν αἱ ὑποστάσεις, ἀλλ᾽ ἀσύγχυτοι, τοῦτ᾽ ἔστιν, εὔδηλοι, καὶ εὐσύνοπτοι, καὶ γνωριζόμενοι, καὶ ἀριθμούμεναι, καὶ διαμένουσαι. Κατὰ τοῦτον δὴ τὸν ὅρον λοιπὸν καὶ τὸν νόμον, ἡνίκα λέγετε, ἐκ δύο ὑποστάσεων τὸν Χριστὸν συντεθέντα, ἐκ δύο προσώπων συνετέθη, δῆλον, ὅτι προδιεπλάσθη ἡ σὰρξ καὶ τότε ἐνώκησεν εἰς αὐτὴν ὁ Θεὸς Λόγος. Καὶ εἰ ταῦτα οὕτως, τί μάχετε Νεστορίῳ τὰ Νεστορίου φρονοῦντες; Ὄντως, ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ὅροι οὗτοι οὐ παρελεύσονται· ὅτι ἐὰν ἡ ὑπόστασις πρόσωπον δηλοῖ, ἀδύνατόν ἐστι λέγειν, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις. Καὶ, « Εἴ τις μετὰ τὴν ἄχραντον ἕνωσιν διαιρεῖ τὰς ὑποστάσεις. » Καὶ, « Τύπος ἡμῖν ἔσται ἡ κιβωτὸς τῶν τοῦ Χριστοῦ φύσεων, ἤγουν ὑποστάσεων. » Χρήσεις γάρ εἰσιν αὗται, ὡς λέγετε, τοῦ ἁγίου Κυρίλλου, καὶ ἄλλαι πλεῖσται λέγουσαι ἐν Χριστῷ ὑποστάσεις. Μέχρι τούτου τὰ τῆς διαλέξεως· διὰ τούτου τοῦ τρόπου συντομωτέρως οἱ αἱρετικοὶ αἰσχύνονται.

Περὶ τῆς φωνῆς τῆς λεγούσης, μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, ἣν ἄνω καὶ κάτω προφέρουσιν οἱ μὲν αἱρετικοί.

Αὐτοῦ μὲν δὴ λέγω τοῦ πανσόφου Κυρίλλου ἑρμηνεύσαντος τὴν προκειμένην αὐτοῦ φωνὴν, περιττόν τι λογίζομαι ἀμφιβάλλειν περὶ αὐτῆς· πλὴν καθὼς ὁ αὐτὸς μακάριος Κύριλλος, πρὸς Σούκκενσον ἡμᾶς γράφων διδάσκει, οὐδὲν ἕτερον δηλοῖ διὰ τοῦ εἰπεῖν σεσαρκωμένην, εἰ μὴ τὴν ἀνθρωπίνην ἡμῶν φύσιν. Ὅπερ μαθόντες ἡνίκα λέγει πρὸς ἡμᾶς οἱ δι᾽ ἐναντίας, μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, εἰπὲ πρὸς αὐτόν· Τίς γὰρ τῶν εὐφρονούντων δύναται ὅλως εἰπεῖν, δύο φύσεις τοῦ Θεοῦ Λόγου σεσαρκωμένας; ἐπεὶ εὑρεθήσονται τέσσαρες φύσεις ἐν τῷ Χριστῷ. Ἀλλ᾽ οὐχ οὕτως, μὴ γένοιτο. Οὐκοῦν τὸ εἰπεῖν μίαν φύσιν σεσαρκωμένην, ἑρμηνεύει ἐν ἑτέρῳ τόπῳ ὁ αὐτὸς σοφώτατος Πατὴρ λέγων, μίαν Χριστοῦ φύσιν σεσαρκωμένην, ἀντὶ τοῦ εἰπεῖν, ὅτι ἓν πρόσωπον τῆς ἁγίας Τριάδος σεσαρκωμένον. Ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ὥς φησιν ὁ εὐαγγελιστής. Τούτων δὴ οὕτως ἐχόντων, τοῦ Πατρὸς μίαν φύσιν σεσαρκωμένην λέγοντος, τί δήποτε μὴ ἀρκεῖσθε τῇ τοιαύτῃ φωνῇ; ἀλλὰ καινοτομεῖτε τὸν διδάσκαλον λέγοντες. Μία φύσις ὁ Χριστός· φύσις γὰρ Χριστοῦ μόνη θεότης, εἰ καὶ σεσάρκωται. Ποίου τῶν Πατέρων ταῦτα ἠκούσατε λέγοντος; Τίς τῶν διδασκάλων μίαν φύσιν εἴρηκεν, ἤγουν ἓν γένος εἶναι τὴν θεότητα καὶ τὴν σάρκα τοῦ μετὰ τὴν ἕνωσιν; Πῶς δὲ ὅλως δυνατὸν γενέσθαι Χριστοῦ ὁμοφυὲς, τὸ κτιστὸν, καὶ τὸ ἄκτιστον; Ὅπου γὰρ μία φύσις λέγεται, ἐκεῖ πάντως ἐν γένος καθέστηκεν, ἢ ὅλον κτιστὸν ὑπάρχον, ἢ ὅλον ἄκτιστον; Εἰ οὖν μία φύσις ὁ Χριστὸς, πάντως ἡμιγενὴς ὁ ἄνθρωπος, καθὼς οἱ τῶν Μανιχαίων μῦθοι διδάσκουσιν. Εἰ δὲ οὐχ ὁμοούσιον τὸ σῶμα τῷ Θεῷ Λόγῳ ἀλλὰ τετραούσιον πάντως, ὅτι ἑτέρα καὶ ἑτέρα φύσις ἐστὶ, καθὰ ὁ θεῖος Κύριλλος πρὸς Εὐλόγιόν φησι. Τέλειος γὰρ ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι ὁ Χριστὸς, κατὰ τὰς τῶν ἁγίων Πατέρων εὐσεβεῖς παραδόσεις.

Ταῦτα τὰ ὅπλα, ὦ πρόμαχοι τῆς ἁγίας Ἐκκλησίας, καὶ τῆς ἀληθείας φυλάξατε ἐν καιρῷ πολέμου. Καὶ ὁπηνίκα τῆς ἀγέλης ἐκείνων τῶν λύκων προσπελάσαι τις, τοὺς ψυχροὺς ἐκείνους προσάγων περὶ Χριστοῦ μύθους, καὶ φαντασίαν, καὶ δόκησιν τὸν λόγον τῆς οἰκονομίας ποιούμενος, καὶ λέγων, ὅτι λεπταῖς τισιν ἐννοίαις, ἤτοι νοῦ φαντασίαις, νοοῦμεν τὸν Χριστὸν ἐκ δύο φύσεων μίαν φύσιν σεσαρκωμένην· μετὰ γὰρ τὴν ἕνωσιν οὐκέτι εἰσὶ δύο φύσεις. Ἐθεώθη γὰρ ἡ σὰρξ, καὶ ἀνεκράθη ὥσπερ σταγὼν ὄξους ἐν τῷ πελάγει, καὶ τοιαύτη γέγονεν, οἷον καὶ τὸ θεῶσαν αὐτήν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται Λόγος. Ἡ γὰρ θέλησις θεότητος μόνη, ὥσπερ καὶ ὁμοία μόνη τοῦ Λόγου, καὶ οὐ δύο φύσεις ἐπὶ Χριστοῦ, μία προσκυνητὴ, καὶ μία ἀπροσκύνητος. Τὰ καλῶς μὲν τοῖς Πατράσι λεγόμενα, κακῶς δὲ τοῖς αἱρετικοῖς ἑρμηνευόμενα, ὅτ᾽ ἂν δὴ τούτους καὶ τοὺς τοιούτους τῆς δοκήσεως καὶ φαντασίας προφέρουσι λόγους, ἐννοήθητι τοῦ Σολομῶντος λέγοντος, ὅτι « Ἀποκρίνου τῷ ἄφρονι πρὸς τὴν ἀφροσύνην. » Καὶ εἰπὲ καὶ σύ· « Ἀσύγχυτοι μεμενήκασι καὶ μετὰ τὴν ἕνωσιν αἱ Χριστοῦ ὑποστάσεις. Καὶ εἴ τις μετὰ τὴν ἕνωσιν διαιρεῖ τὰς Χριστοῦ ὑποστάσεις, ἀνάθεμα ἔστω, » καθά φησιν ὁ θεόσοφος Κύριλλος. « Τύπος γάρ ἐστιν ἡ ἐν τῷ νόμῳ κιβωτὸς τῶν Χριστοῦ ὑποστάσεων. » Τί δέ εἰσιν αἱ ὑποστάσεις; Πρόδηλον, ὅτι πρόσωπα, καθὼς πάλιν ὁ αὐτὸς διδάσκει θεῖος Κύριλλος, καὶ πᾶς ὁ τῶν ἁγίων Πατέρων χορός. Οὖτω κατὰ τῶν ἐναντίων, διὰ τῶν ἐναντίων, ὁ πιστὸς, ἐναντιώθητι. Οὕτως αὐτοὺς πολέμησον. Ἐν τούτοις ὅπλοις σφάξον μοι τὸν μιαρὸν Σευῆρον. Ἐν τούτοις κατάβαλε Διόσκορον. Ἐν τούτοις πάταξον Θεοδόσιον, καὶ Γάϊον, καὶ Ἰουλιανὸν, καὶ ὅλον τὸ δεκακέρατον αὐτῶν τῶν μίαν ἐπὶ Χριστοῦ δογματιζόντων φύσιν.

· Contents ·