Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Note on Where the Expression Calling the Natures Hypostases Comes From

ΚΕΦΑΛ. ΙΑ΄. Ἐν ᾧ σημαίνει ὁ ποιητὴς, πόθεν ἐρρέθησαν τῷ διδασκάλῳ αἱ δύο φύσεις.

Ὅπως δὲ μήτις τῶν καθ᾽ ἡμᾶς, ἢ μεθ᾽ ἡμᾶς δόξῃ μανέντας τὰ Νεστορίου φρονεῖν, καὶ δύο πρόσωπα καὶ ὑποστάσεις ἐν Χριστῷ ὁμολογεῖν ἀσεβῶς, ἀναγκαῖον τὸ εἰπεῖν τὴν αἰτίαν, δι᾽ ἣν ἐρῥέθη ἡ τοιαύτη φωνή. Ἡ τῶν Ἄφρων, καὶ Ῥωμαίων, καὶ Δυτικῶν γλῶττα, κατὰ τοὺς ἀρχαίους χρόνους τοὺς τοῦ κηρύγματος, οὕτω δογματικῶν λέξεων καὶ βάθους πεῖραν ἔχουσα, ὡς ἐθνικὴ καὶ βάρβαρος, οὐκ ηὐπόρει διαστεῖλαι τὴν οὐσίαν καὶ τὴν φύσιν ἐκ τῆς ὑποστάσεως, ἀλλὰ ταυτὸν ἔφασκε τὴν οὐσίαν τῇ ὑποστάσει, ὕπαρξιν τὰς ἀμφοτέρας λέξεις ὀνομάζουσα· καὶ ὅλως ὑπόστασιν εἰπεῖν μὴ εὐ- ποροῦσα, ἀλλὰ τρεῖς ὑπάρξεις τὰ τρία πρόσωπα τῆς ἁγίας Τριάδος λέγουσα. Ἡ δὲ ὕπαρξις δύναται τρόπῳ τινὶ, καὶ ἀντὶ οὐσίας, καὶ ἀντὶ ὑποστάσεως λαμβάνεσθαι. Ὕπαρξις μὲν, ὡς ὑπάρχουσα, οὐσία δὲ, ὡς οὖσα. Ὑπόστασις δὲ πάλιν, ὡς ὑφεστῶσα. Ἀποροῦντες, ὡς προεῖπον, οἱ Δυτικοὶ εἰπεῖν τρεῖς ὑποστάσεις ἐπὶ τῆς ἁγίας Τριάδος, ἔλεγον τρεῖς οὐσίας. Ἐκ τούτου τινὲς ἕτεραι χῶραι, τὴν Ἐλληνίδα γλῶσσαν καλῶς ἐπιστάμεναι, καὶ τὰς λέξεις τὰς δογματικὰς διαστέλλειν δυνάμεναι, διεμάχοντο ἐπὶ τοῦ μακαρίου Ἀθανασίου πρὸς τοὺς Δυτικοὺς, φάσκοντες αὐτοῖς, ὡς οὐ χρὴ τρεῖς οὐσίας λέγειν ἐπὶ τῆς ἁγίας Τριάδος. Οἱ Δυτικοὶ, πάλιν ἀγνοοῦντες εἰπεῖν ὑπόστασιν, διισχυρίζοντο τρεῖς λέγειν οὐσίας, ἵνα μὴ ἀνούσιον, φησὶν, εὑρεθῶμεν λέγοντες, ἤγουν, ἀνύπαρκτον τὸν Πατέρα, ἢ τὸν Υἱὸν, ἢ τὸ ἅγιον Πνεῦμα. Μεγάλης οὖν ἐνστάσεως καὶ σχίσματος τυγχάνοντος, ὁ μακάριος Ἀθανάσιος, ὡς Υἱὸς εἰρήνης Θεοῦ, ᾠκονόμησε τοὺς λόγους αὐτοῦ ἐν κρίσει τῇ θείᾳ ἐμπνεύσει· καὶ συγκαλεσάμενος ἀμφότερα τὰ μέρη, καὶ ἀνακρίνας, καὶ γνοὺς, ὅτι τὸ ἓν φρονοῦσιν, ἀλλὰ διὰ τὸ στενὸν τῆς γλώττης οἱ Δυτικοὶ διαμάχονται, εἰρήνευσε τὴν Ἐκκλησίαν, καὶ γράφων πρὸς τοὺς Ἄφρους, συγκαταβάσει τῆς ἀπορίας αὐτῶν χρώμενος, εἶπεν τὴν οὐσίαν ὑπόστασιν. Εἴπερ οὖν τοῦ ἁγίου Κυρίλλου εἰσὶν αἱ χρήσεις, αἱ λέγουσαι τὰς φύσεις, ὑποστάσεις, ἐντεῦθεν τοῦτο ἔλαβε. Ταῦτα μαρτυρεῖ καὶ ὁ ἅγιος Γρηγόριος ὁ Θεολόγος εἰς τὸν ἐπιτάφιον τοῦ ἁγίου Ἀθανασίου. Ὁμοίως καὶ ὁ κύριος Εὐλόγιος, ὁ πάπας Ἀλεξανδρείας, εἰς τὸν Τόμον Λέοντος. Ἐγὼ δὲ πρὸς τοὺς αἱρετικοὺς πάλιν λέγω, ὅτι τὰ σπανίως καὶ ἐξ ἀνάγκης λεγόμενα, οὐδὲ εἰς νόμον γίνονται, οὔτε εἰς πρόκριμα τῇ Ἐκκλησίᾳ. Πλὴν καὶ ἐν τούτῳ ἡ εὐσέβεια Χαλκηδόνος δείκνυται, ὅτι δυναμένη εἰπεῖν ὑποστάσεις ἐν Χριστῷ πατρικῶς, οὐδαμοῦ τῇ τοιαύτῃ λέξει ἐχρήσατο, οὔτε ἐκ δύο ὑποστάσεων αὐτὸν εἶρηκεν.

· Contents ·