Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
Likewise from the Holy Council of Nicaea, That Nature and Hypostasis Are Not the Same
ΚΕΦΑΛ. Θ΄. Περὶ φύσεως, καὶ ὑποστάσεως ἐκ τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ.
Ἀνέφυ ποτὲ δυάς τις πονηρὰ ζιζανιόσπορος αἱρεσιαρχῶν, ὥσπερ τις Ἄννας, καὶ Καϊάφας, ἢ Πιλάτος καὶ Ἡρώδης εἰς Θεὸν βλασφημούντων, Ἄρειος λέγω καὶ Σαβέλλιος, οἱ Σευήρου διδάσκαλοι, ταυτὸν λέγοντες καὶ αὐτοὶ τὴν φύσιν καὶ τὸ πρόσωπον· ὁ μὲν Σαβέλλιος ἓν πρόσωπον, καὶ μίαν οὐσίαν λέγων ἐπὶ τῆς ἁγίας Τριάδος, ὁ δὲ Ἄρειος τρία πρόσωπα καὶ τρεῖς οὐσίας, ἀμφότεροι ταυτὸν λέγοντες εἶναι τὴν φύσιν καὶ τὸ πρόσωπον. Ὧν τὴν ἀσέβειαν καὶ τὸ τοιοῦτον φρόνημα ἀνατρέπουσα ἡ ἁγία καὶ μακαρία πρωτότοκος τοῦ ἁγίου Πνεύματος οἰκουμενικὴ σύνοδος τῶν ἐν Νικαίᾳ τιη᾽ Πατέρων τῶν ἀοιδίμων, διδάσκουσα σαφῶς ἡμᾶς, ὅτι ἕτερόν ἐστιν ἡ οὐσία, ἤτοι ἡ φύσις, καὶ ἕτερον ἡ ὑπόστασις. Οὕτω βοᾷ· Τοὺς δὲ λέγοντας, Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ πρὶν γεννηθῆναι, οὐκ ἦν. Καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως, ἢ οὐσίας, φάσκοντας εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τρεπτὸν, ἢ ἀλλοιωτὸν, τούτους ἀναθεματίζει ἡ ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
Παρέστωσαν λοιπὸν κατάκριτοι, ὡς κατάδικοι, τῇ ἁγίᾳ, καὶ μακαρίᾳ ταύτῃ συνόδῳ δίκας εἰσπραττόμενοι, καὶ ὅλον τὸ συνέδριον τῆς δεκακεράτου αὐτῶν ματαιότητος, οἱ ταυτὸν λέγοντες εἶναι τὴν φύσιν, καὶ τὴν ὑπόστασιν, ἤτοι πρόσωπον. Ἰδοὺ γὰρ ὁ χορὸς ὁ ἀγγελικὸς τῶν ἁγίων Πατέρων, ἕτερόν τι διδάσκει τὴν οὐσίαν εἶναι, καὶ ἕτερον τὴν ὑπόστασιν. Οὐ γὰρ εἶπον, ὅτι Τοὺς λέγοντας ἐξ ἑτέρας ὑποστάσεως, ἤγουν οὐσίας, ἀλλὰ Τοὺς δὲ λέγοντας ἐξ ἑτέρας ὑποστάσεως, ἢ οὐσίας, σαφῶς ἡμᾶς διδάσκοντες, ἕτερόν τι εἶναι τὴν ὑπόστασιν, καὶ ἕτερον τὴν οὐσίαν. Καὶ οὐκ ἔστησαν μέχρι τούτου τὸν λόγον, ἀλλὰ καὶ ἐπαναλαμβάνονται τὴν τοιαύτην φωνὴν, διὰ τοῦ διπλασιασμοῦ κυροῦντες καὶ βεβαιοῦντες αὐτὴν, καί φασι πάλιν· « Πατέρα γὰρ οἴδαμεν τὸν Πατέρα, καὶ Υἱὸν τὸν Υἱὸν, καὶ ἅγιον Πνεῦμα τὸ ἅγιον Πνεῦμα, » μίαν οὐσίαν, τρεῖς δὲ ὑποστάσεις. Καὶ οὐκ εἶπον τρεῖς οὐσίας, ἤτοι τρεῖς ὑποστάσεις. Οὐκ εἶπον τρεῖς φύσεις, καὶ τρία πρόσωπα, ὥσπερ οἱ ἄφρονες λέγουσιν, ἀλλὰ μίαν οὐσίαν, τρεῖς δὲ ὑποστάσεις· ἄλλο λέγοντες εἶναι τὴν οὐσίαν, καὶ ἕτερον τὴν ὑπόστασιν. Ἰδοὺ ἡ κρηπὶς τῆς τῶν Πατέρων πίστεως· ἰδοὺ ἡ ῥίζα, καὶ ἀρχὴ, καὶ θεμέλιον τῆς εὐσεβείας, ἰδοὺ οἱ φωστῆρες καὶ κήρυκες τῆς ἀληθείας, ἰδοὺ οἱ ἄσειστοι ἀκαταγώνιστοι στύλοι καὶ πρόμαχοι· ἰδοὺ οἱ πνευματοφόροι, καὶ προφητικοὶ, καὶ ἰσάγγελοι ἄνδρες· ἕτερόν τι λέγουσι τὴν φύσιν, καὶ ἕτερον τὴν ὑπόστασιν. Καὶ τίς ἐστι λοιπὸν ἐκεῖνος ὁ τὸν τοιοῦτον κανόνα, καὶ ὅρον, καὶ νόμον ἀνατρέψαι δυνάμενος; Ἐγὼ γὰρ πείθομαι, καὶ οὕτω πιστεύω, παρεῖναι ἐν τῇ ἁγίᾳ ἐκείνῃ συνόδῳ ἄνδρας θεοφόρους, προφητικὸν καὶ ἀποστολικὸν παρὰ Θεῷ μέτρον καὶ πολιτείαν ἔχοντας, καὶ ἐξὸν μετὰ πάσης παρρησίας κἀκείνοις λέγειν, ὅτι « Εἰ καὶ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσεται τὴν Ἐκκλησίαν παρ᾽ ὃ εὐηγγελισάμεθα καὶ ἐκηρύξαμεν αὐτῇ, ἀνάθεμα ἔστω καὶ αὐτὸς, καὶ τὸ κήρυγμα αὐτοῦ. »
Λοιπὸν θαρσείτω ἡ καθολικὴ Ἐκκλησία, τριακοσίους δέκα καὶ ὀκτὼ ἁγίους συνηγόρους καὶ σύμφρονας ἔχουσα, ἕτερον λέγοντας εἶναι τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν. Πύλαι γὰρ ἄδου οὐ κατισχύσουσιν, οὔτε ἀνατρέψουσι τὸν τοιοῦτον ὅρον καὶ νόμον. Ὥστε ὡς ἐνώπιον Θεοῦ ἀπροσωπολήπτως καὶ ἀπροσω[πο]παθῶς λέγω, ὅτι τοῖς ὀρθῶς νοοῦσι κατὰ Σευήρου, καὶ Διοσκόρου, καὶ πάντων τῶν λεγόντων τὴν φύσιν ὑπόστασιν καὶ πρόσωπον, εὑρίσκεται γενομένη ἡ ἁγία σύνοδος ἡ ἐν Νικαίᾳ. Οὐ μὴν δὲ, ἀλλὰ καὶ κατὰ Νεστορίου τοῦ δυσσεβοῦς· καὶ αὐτὸς γὰρ ὁμοίως τῷ Σευήρῳ πρόσωπον λέγει τὴν φύσιν. Εἰ δὲ ἡ φύσις πρόσωπόν ἐστιν, ἀκαίρως καθεῖλε Σαβέλλιον ἡ ἁγία τῶν ἐν Νικαίᾳ σύνοδος, ἓν πρόσωπον λέγοντα ἐπὶ τῆς μιᾶς οὐσίας τῆς ἁγίας Τριάδος. Εἰ ἡ φύσις πρόσωπόν ἐστι, καὶ τὸ πρόσωπον φύσις, πῶς ἀνεθεματίσθη Ἄρειος, τρεῖς φύσεις λέγων ἐπὶ τῶν τριῶν προσώπων τῆς θεότητος; Εἰ ἡ φύσις πρόσωπον δηλοῖ, εὐαγγελίζομαι Σευῆρον καὶ Θεοδόσιον ἀρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ αὐτῶν τῷ λέγοντι, ἐκ δύο ὑποστάσεων τὸν Χριστόν· εὑρεθήσονται γὰρ πάντως καὶ ἐκ δύο προσώπων λέγοντες αὐτὸν, εἴπερ ταυτόν ἐστιν ἡ φύσις καὶ τὸ πρόσωπον. Λοιπὸν πῶς δυνήσονται ἐγκαλεῖν Νεστορίῳ, τὰ αὐτὰ Νεστορίῳ φρονοῦντες; Εἰ γὰρ ἐκ δύο προσώπων ἐστὶν ὁ Χριστὸς, πρόδηλον, ὅτι προϋπέστη ἐν τῇ μήτρᾳ τὸ τοῦ ἀνθρώπου πρόσωπον· καὶ εἶθ᾽ οὕτως ἡνώθη εἰς αὐτὸ τὸ τῆς θεότητος πρόσωπον τοῦ Θεοῦ Λόγου. Εἰ ἐκ δύο φύσεων προσωπικῶν ὁ Χριστὸς, ἰδοὺ τὸ ἓν πρόσωπον Θεὸς Λόγος προσαγορεύεται.
Λεγέτωσαν ἡμῖν λοιπὸν οἱ ταυτὸν λέγοντες τὴν φύσιν, καὶ τὸ πρόσωπον, τὴν προσηγορίαν καὶ τὸ ὄνομα τοῦ ἄλλου προσώπου τοῦ Χριστοῦ. Οὐ γὰρ ἔστιν ἀνώνυμον πώποτε πρόσωπον. Εἰ εἰλικρινῶς καὶ ἀπροσπαθῶς ταυτὸν φάσκετε φύσιν καὶ πρόσωπον, κατάθεσθε λέγειν ἓν πρόσωπον ἐπὶ μιᾶς οὐσίας τῆς θεότητος, καὶ τῆς μάχης παυσώμεθα. Εἰ κατὰ τὸν ἀριθμὸν τῶν φύσεών εἰσι καὶ τὰ πρόσωπα, εἴπατε τρεῖς φύσεις ἐπὶ τῶν τριῶν τῆς Τριάδος προσώπων, καὶ οὐκέτι ὑμῖν διοχλήσομεν. Λέγοντες ὁμοούσιον τῷ Πατρὶ τὸν Χριστὸν κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, εἰ ταυτόν ἐστιν ἡ οὐσία καὶ τὸ πρόσωπον, εἴπατε αὐτὸν ὁμοπρόσωπον τοῦ Πατρὸς κατὰ τὴν θεότητα, καὶ ὁμοπρόσωπον ἡμῶν κατὰ τὴν ἀνθρωπότητα· καὶ τὸν πόλεμον παύσομεν. Εἰ ταυτὸν ἡ φύσις καὶ τὸ πρόσωπον, πολλὰ δὲ καὶ ἀναρίθμητα τὰ τῶν ἀνθρώπων πρόσωπα, εἴπατε πολλὰς καὶ τὰς φύσεις ἡμῶν, καὶ σιγῶμεν τοῦ μάχεσθαι. Στῆθί μοι μικρὸν, ὦ αἱρετικὲ, καὶ δέχου ὡς ὁ Γολιὰθ Δαυϊδικὰς λιθοβολίστρας. Ἐκ δύο ὑποστάσεων, ἤτοι προσώπων, ὁμολογῶν τὸν Χριστὸν Σευῆρος, πρόδηλον, ὅτι ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος αὐτὸν συντεθέντα λέγεις· αὗται γάρ εἰσιν, ἃς προσαγορεύεις ὑποστάσεις, τοῦτ᾽ ἔστιν ἡ θεότης καὶ ἡ ἀνθρωπότης. Ὅτ᾽ ἂν οὖν λέγῃς αὐτὸν, τοῦτ᾽ ἔστι τὸν Χριστὸν, τέλειον εἶναι μετὰ τὴν ἕνωσιν ἐν θεότητι, καὶ τέλειον ἐν ἀνθρωπότητι· πρόδηλον, ὅτι ἐν δύο ὑποστάσεσιν, ἤγουν προσώποις, ἐλέγχῃ ὁμολογῶν αὐτόν· εἴγε ἡ φύσις, καὶ ἡ ὑπόστασις, καὶ τὸ πρόσωπον, ἕν τι ὑπάρχουσιν, ὡς νομοθετεῖς.
Ἀπόφθεγμα Ὀρθοδόξου πρὸς Θεοδοσιανόν.
Ἀρκεῖ τοῖς εὐφρονοῦσι τὸ εἰπεῖν, Χριστὸν τέλειον ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος; τὰς γὰρ δύο φύσεις σημαίνει τὸ ῥῆμα. Τοῦ δὲ αἱρετικοῦ εἰπόντος, ὅτι τὸ μᾶλλον ἐκ δύο φύσεων αὐτὸν εἶναι δηλοῖ τὸ ἐκ θεότητος, καὶ ἐξ ἀνθρωπότητος, μειδιάσας ὁ ὀρθόδοξος εἶπεν· Οὐκοῦν, ὦ βέλτιστε, τὸ ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι τέλειον αὐτὸν εἶναι, τὸ, ἐν δύο φύσεσιν αὐτοῦ σαφῶς παρίστησι. Καὶ ὅπως μὴ δόξωμεν τοῖς ἐναντίοις οἴκοθεν φθέγγεσθαι, τοὺς ἁγίους Πατέρας εἰς μέσον καλέσωμεν, ἕτερον λέγοντες τὴν φύσιν, καὶ ἕτερον εἶναι τὸ πρόσωπον. Οὐκ οἶδα μὲν πῶς τὴν καθαίρεσιν τὴν παρὰ Σευήρου δειλιάσαντες, οὐκέτι λοιπὸν τὴν τῶν δύο φύσεων φωνὴν προφέρειν τολμήσωσιν. Προθήσω δὲ πρῶτον, ὡς πρόκριτον, τὸν θεσπέσιον Κύριλλον, ἐπειδὴ, ὡς οἴονται, ἐξ αὐτοῦ ἡμᾶς πολεμεῖν δοκιμάζουσιν. Ἔφη γὰρ πρὸς τοὺς Ἀνατολικοὺς τοιάδε σαφῶς· « Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας, τὰς μὲν κοινοποιοῦντας, ὡς ἐπὶ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας, ὡς ἐπὶ δύο φύσεων. » Ἰδοὺ σαφῶς ὁ Πατὴρ οὐ ταυτὸν λέγει τὴν φύσιν καὶ τὸ πρόσωπον.
Σχόλιον. Ἰστέον, ὅτι καὶ ἐν αὐτῇ τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ, ὁ ἅγιος Κύριλλος εἶπεν, ἑτέραν, καὶ ἑτέραν φύσιν τῆς θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ.
Ἀλλ᾽ ἀπελογήσατο, φησὶ, πρὸς Εὐλόγιον ὁ Κύριλλος περὶ τῆς τοιαύτης φωνῆς· Τίς ἡ ἀπολογία εἰπέ μοι, ὦ αἱρετικέ; Εἰ μὲν γὰρ ἀπέστη τῆς πρὸς Ἀνατολικοὺς κοινωνίας μετὰ τὴν τοιαύτην φωνὴν ὁ θαυμάσιος Κύριλλος, δεῖξον· ἀλλ᾽ οὐ δείξεις τοῦτο. Οὐκοῦν κοινωνικὸς γεγονὼς τῶν ὁμολογούντων ἡνωμένας δύο φύσεις, πρόδηλον, ὅτι τὰ αὐτὰ καὶ αὐτὸς ἐφρόνει. Πλὴν δεδόσθω, ὅτι ὑπὲρ τῆς Ἀνατολικῶν φωνῆς ἀπελογήσατο. Μὴ καὶ Πρόκλον ἠρνήσατο, παντί τε καὶ προφανῶς δύο φύσεις κηρύττοντα; Μὴ καὶ Ἀμβρόσιον ἐξεώσατο τῆς φωνῆς τῶν δύο φύσεων διδάσκοντα, οὗ καὶ τὰς χρήσεις ἐν τῇ Ἐφεσίων συνόδῳ προήνεγκε; Μὴ καὶ Ἰσίδωρον τὸν Πηλουσιώτην ἀπώσατο, περὶ δύο φύσεων πρὸς αὐτὸν ἐπιστείλαντα, ὃν καὶ Πατέρα αὐτοῦ ἀναγορεύει ὁ ἱερὸς Κύριλλος. Πλὴν οὐ μόνον ἐν τῇ πρὸς Ἀνατολικοὺς ἐπιστολῇ, ἀλλὰ καὶ ἐν τοῖς πρὸς Ἐρμείαν ἐρωτήσαντα, εἰ ἕτερόν ἐστιν ἡ φύσις, καὶ ἄλλο ἡ ὑπόστασις, οὕτως σαφῶς λέγει ὁ Πατήρ· « Ναὶ ἕτερον, καὶ πολύ γε τὸ διάφορον, καὶ τὸ διὰ μέσου χωροῦν. »
Ὡσαύτως καὶ ὁ θεόφρων Βασίλειος πρὸς Ἀμφιλόχιον λέγει, ὅτι « Ταύτην ἔχει τὴν διαφορὰν παρὰ τὴν οὐσίαν ἡ ὑπόστασις, ὅσην ἔχει τὸ ἰδικὸν παρὰ τὸ κοινόν. » Διόπερ τοῦτο παραλαβὼν ὁ ἱερὸς Ἀμφιλόχιος, φησὶ περὶ Χριστοῦ· « Διττὸς τὴν οὐσίαν, οὐ διττὸς τὴν ὑπόστασιν. » Ταύτην γοῦν τὴν χρῆσιν Ἀμφιλοχίου παρήγαγεν ὁ θεοφάντωρ Κύριλλος ἐν Ἐφέσῳ κατὰ Νεστορίου τοῦ ἀσεβοῦς. Ὁμοίως καὶ πρὸς Σέλευκον τὸν υἱὸν Τραϊνοῦ τῇ αὐτῇ φωνῇ Ἀμφιλόχιος κέχρηται λέγων· « Εἰ ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις. »
Ἀκούεις συμφωνίας Πατέρων, καὶ τοῦ μακαρίου Κυρίλλου, ἕτερον λεγόντων τὴν φύσιν, καὶ ἕτερον τὸ πρόσωπον. Καὶ πῶς λοιπὸν οὐ παύεσθε τιτθυρίζοντες μάτην, καὶ λέγοντες, Οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ ταυτόν ἐστι φύσις καὶ πρόσωπον; Ἐκ ποίου τῶν Πατέρων τοῦτο παρέλαβες, δεῖξον; Ἀλλ᾽ οὐκ ἰσχύσεις δεῖξαι, εἰ μὴ Ἄρειον, καὶ Σαβέλλιον, καὶ Νεστόριον λέγοντας, Ταυτόν ἐστι φύσις καὶ πρόσωπον. Διόπερ ἀνατρέποντες τὸ τοιοῦτον δόγμα πάντες οἱ μακάριοι Πατέρες, καὶ μάλιστα οἱ περὶ Ἀμβρόσιον, καὶ Γρηγόριον, καὶ Ἀθανάσιον, ἐν τρισὶ προσώποις, ἤγουν ὑποστάσεσι, μίαν φύσιν Θεοῦ κηρύττουσι, καὶ οὐ τρεῖς οὐσίας, ἀλλὰ μίαν, καθ᾽ ἃ ἐδίδαξεν ἡ μακαρία σύνοδος ἡ ἐν Νικαίᾳ τῶν τιῃ᾽ Πατέρων τῶν θεοφόρων. Ἀλλ᾽ οἱ σοφοὶ οὗτοι, καὶ καινοὶ ῥήτορες ἡρετίσαντο μυρίοις κρημνοῖς, καὶ βλασφημίαις ἑαυτοὺς καταρρίψαι, ὅπως ὡς νομίζουσι, καθυβρίσωσι τὴν ἁγίαν σύνοδον Χαλκηδόνος, καὶ τὴν καθολικὴν τοῦ Χριστοῦ Ἐκκλησίαν.
Εἰ δὲ βούλει, ἐρῶ σοι κεφαλαιωδεστέρως, ὅσοι κατὰ τὸν ὅρον τῆς Ἐλληνικῆς φιλοσοφίας Ἀριστοτελικῆς λέγουσι τὰς φύσεις ὑποστάσεις καὶ πρόσωπα, οὐ δύνανται, οὔτε ἐπὶ τῆς ἁγίας Τριάδος τρεῖς ὑποστάσεις εἰπεῖν, ἵνα μὴ τρεῖς φύσεις εὑρεθῶσιν, ὡς ὁ Ἄρειος, λέγοντες· οὔτε μὴν πάλιν δυνατὸν αὐτοῖς δύο ὁμολογεῖν ἐν Χριστῷ τῷ Θεῷ φύσεις, ἵνα μὴ ἀναγκασθῶσι καὶ δύο πρόσωπα καὶ ὑποστάσεις ὁμολογεῖν Νεστοριανῶς ἐπ᾽ αὐτῷ. Ἀπὸ γὰρ Ἀριστοτέλους παρέλαβε καὶ ὁ Νεστόριος λέγειν τὰς φύσεις ὑποστάσεις. Ἡ δὲ ἁγία Ἐκκλησία, ἀποφυγοῦσα τὰς Ἀριστοτελικὰς καὶ Ἐλληνικὰς ματαιολογίας, εὐαγγελικῶς καὶ ἀποστολικῶς, ὡς πρὸ βραχέως εἴρηται, τὰ περὶ Χριστοῦ πιστεύουσα, οὐ λέγει ταυτὸν τὴν φύσιν καὶ τὴν ὑπόστασιν.
Ἀλλὰ τί πρὸς τοῦτο πάντως οἱ ἀπὸ Σευήρου λέξουσιν; Ἴσως γὰρ ἐροῦσιν, ὅτιπερ « Ἐπὶ τοῦ Τριαδικοῦ λόγου οὐ ταυτὸν φύσις καὶ ὑπόστασις· ἐπὶ δὲ τῆς σαρκώσεως τοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ταυτὸν ἡ φύσις ἐστὶ, καὶ τὸ πρόσωπον, ἤγουν ἡ ὑπόστασις. » Οὐκ ἔνι γὰρ φύσις ἀπρόσωπος. Ταῦτα αὐτῶν λεγόντων, δέχομαι προθύμως τὸν λόγον, καὶ ἀσπάζομαι ὑπτίαις χερσὶ τὸν τοιοῦτον ὅρον, οὐκ ἀπορρίπτω, ἀλλὰ στοιχῶ. Τί οὖν ἐντεῦθεν αὐτοῖς ἀσεβὲς τίκτεται; καὶ εἰς ποῖα βάραθρα ἀπωλείας καὶ βλασφημίας περιπίπτουσιν; Ἄκουσον ὁ πιστὸς διηγήσεώς τινος καὶ δραματουργίας παρ᾽ ἡμῶν πρὸς τὰ τοιαῦτα γενομένης ἐν Ἀλεξανδρείᾳ τοῖς Θεοδοσιανοῖς καὶ Γαϊανίταις, διισχυριζομένοις ἡμῖν ἐκεῖσε, ὅτι ταυτόν ἐστιν ἡ φύσις καὶ τὸ πρόσωπον ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ. Προσθήσω γὰρ λοιπὸν καὶ τοῦτο, μετὰ τοῦτο πρὸς εἴδησιν τῶν προϊσταμένων τῆς εὐσεβοῦς πίστεως τῆς ἁγίας καθολικῆς Ἐκκλησίας.