Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
On Christ’s Saving Passion, and on “Holy, Immortal, Who Was Crucified”
ΚΕΦΑΛ. ΙΒ΄. Περὶ τοῦ σωτηρίου πάθους Χριστοῦ, καὶ ὅτι θεοπασχῖταί εἰσιν οἱ λέγοντες τὸ, « Ἅγιος, ἀθάνατος, ὁ σταυρωθεὶς καὶ παθών. »
Ὅρος ἄριστος ἀνδρῶν πανσοφωτάτων τυγχάνει λέγων· Αἱ πραγματικαὶ ἀντιρρήσεις, καὶ παραστάσεις, ἰσχυρότεραι, καὶ πιστότεραι, καὶ κραταιότεραι καθ᾽ ὑπερβολὴν τυγχάνουσι τῶν ῥηματικῶν λέξεών τε καὶ βιβλικῶν ῥήσεων. Αἱ μὲν γὰρ πραγματικαὶ παραστάσεις, οὐδαμῶς παραγραφῆναι, ἢ ῥᾳδιουργηθῆναι δύνανται· αἱ δὲ ῥηματικαὶ τῶν δέλτων ἐκθέσεις, πολλάκις ὑπὸ ἀνδρῶν κακοφρόνων προσθήκας καὶ ὑφαιρέσεις πάσχουσιν. Ὡς ἔξεστι μαθεῖν τὸν φιλόπονον, καθὼς καὶ ἤδη προεῖπον, ἐκ πολλῶν ἀντιγράφων, οὐ μόνον δογματικῶν, ἀλλὰ καὶ Μωσαϊκῶν, καὶ προφητικῶν παρηλλαγμένων. Καὶ γοῦν κατὰ τὸν ἐφετινὸν χρόνον διάφορα τεύχη ψηλαφήσας Ἰερεμίου τοῦ προφήτου, οὐχ εὗρον ὅλως ἐν αὐτοῖς τὰ τριάκοντα ἀργύρια τῆς τιμῆς τοῦ Χριστοῦ, οὔτε τὴν πρᾶσιν τοῦ ἀγροῦ τοῦ κεραμέως. Εἰ οὖν αὐτῆς ἱερᾶς Γραφῆς οὐκ ἐφείσαντο οἱ κακόπιστοι· πόσῳ καὶ μᾶλλον τῶν διδασκαλικῶν λόγων, καθὼς καὶ ἐν τοῖς ἔμπροσθεν πλατύτερον εἰρήκαμεν; Οὐκοῦν διὰ πραγμάτων μᾶλλον ἰσχυροτέρως καταισχύνονται οἱ αἱρετικοὶ καὶ ἄπιστοι· διαλεγομένων γὰρ ἡμῶν πάλιν πρὸς αὐτοὺς περὶ τοῦ σωτηρίου πάθους, καὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὡς εἴδομεν αὐτοὺς ἐκ τοῦ σκοποῦ τῶν χρήσεων, ὧν προἔφερον, ἀγωνιζομένους παθητὸν δεῖξαι καὶ τὸν Θεὸν Λόγον, καὶ θνητὸν μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς, οὐκέτι λοιπὸν διὰ ῥημάτων, ἀλλὰ διὰ πραγματικῶν σχημάτων καὶ ὑποδειγμάτων πρὸς αὐτοὺς ἐχρησάμεθα, ἐν πυξίῳ τινὶ διαχαράξαντες τὴν τοῦ Δεσπότου σταύρωσιν, καί τινα ἐπιγραφὴν ἤντινα μετὰ τὰς χρήσεις διαγράψομεν.
Χρήσεις ἐκ πολλῶν ὀλίγαι, ἃς προφέρουσι Θεοδοσιανοὶ καὶ Γαϊανῖται, ἀγωνιζόμενοι παθητὸν σὺν τῇ σαρκὶ δεῖξαι, καὶ τὸν ἐν αὐτῇ Θεὸν Λόγον, ἐκ τῆς πρὸς Κορινθίους.
« Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, ἤν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. »
Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας.
« Ἐάσατε μιμητὴν γενέσθαι τοῦ πάθους τοῦ Θεοῦ μου. »
Ἰουλίου ἐπισκόπου Ῥώμης.
« Ἰουδαῖοι τὸ σῶμα σταυροῦντες, τὸν Λόγον ἐσταύρωσαν. » Πρὸς ταύτην τὴν χρῆσιν ἀπεκρίθην εὐθέως λέγων αὐτοῖς· Εἰ τὸ σῶμα σταυροῦντες Ἰουδαῖοι, τὸν Λόγον ἀπέκτειναν, οὐκ ἦν Τριὰς ἡ Τριὰς, ἀλλὰ δυὰς ἐν οὐρανῷ, ἄχρις ἂν ἀνέστη ὁ Θεὸς Λόγος ἐκ νεκρῶν τριήμερος.
Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
« Μή που τὸν λογισμὸν ὀκλάσῃς, αἷμα Θεοῦ καὶ πάθος ἀκούων. »
Μελίτωνος ἐπισκόπου Σάρδεων, ἐκ τοῦ Λόγου, τοῦ εἰς τὸ πάθος.
« Ὁ Θεὸς πέπονθεν ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος. »
Τοῦ ἁγίου Γρηγορίου.
« Ὀλίγαι ῥανίδες αἴματος Θεοῦ, κόσμον ὅλον ἡγίασαν. »
Τοῦ ἁγίου Κυρίλλου κατὰ Νεστορίου.
« Θεοῦ τὸ πάθος, Θεοῦ ὁ σταυρὸς, Θεοῦ ὁ θάνατος, Θεοῦ ἡ ἀνάστασις. » Συνηγορεῖν δὲ τῇ αὐτῇ θεοπασχίᾳ φάσκουσι καὶ τὴν φωνὴν Γρηγορίου τὴν φάσκουσαν, ὅτι « Ὁ ἀρνούμενος τὴν Χριστοῦ θεότητα, » τετάχθω μετὰ τῶν θεοκτόνων Ἰουδαίων. Διὸ καὶ ὁ πᾶς αὐτῶν σκοπὸς τοῦ Τρισαγίου ὕμνου, ὁ φάσκων, « Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν, » οὐδὲν ἕτερον σημαίνει, εἰ μὴ, « Ἅγιος ἀθάνατος ὁ Θεὸς Λόγος, ὁ παθὼν καὶ ἀποθανὼν δι᾽ ἡμᾶς. » Τὸ γὰρ Θεὸν Λόγον λέγουσιν ἀθάνατον, καθ᾽ ἃ καὶ ἔστιν ἀθάνατος. Ὁμοίως καὶ τὴν φωνὴν τὴν λέγουσαν, Θεοῦ τὸ πάθος, μετὰ πάσης εὐλαβείας νοεῖν χρή· ἐπεὶ δύναταί τις κακοθελὴς ὦν, καὶ ἐπὶ Θεοῦ καὶ Πατρὸς ταύτην διαλέγεσθαι· ὁμοίως ἐπὶ τοῦ ἁγίου Πνεύματος· Θεὸς γὰρ καὶ τὸ ἅγιον Πνεῦμα, καθάπερ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός. Ὡς γοῦν ταύτας καὶ ἑτέρας πλείους παρήγαγον ἡμῖν χρήσεις, παθητὴν, ὡς προεῖπον, ἀγωνιζόμενοι δεῖξαι τὴν θεότητα τοῦ Χριστοῦ, οἵ τε τὰ Σευήρου, καὶ Γαῖου, καὶ Θεοδοσίου φρονοῦντες, βουλόμενοι τὸν δόλον καὶ τὸν ἰὸν τὸν κεκρυμμένον ἐν τῇ ψυχῇ αὐτῶν στηλιτεῦσαι, οὐκέτι ῥηματικῶς καὶ γραφικῶς πρὸς αὐτοὺς παρεταξάμεθα, ἀλλὰ πραγματικῶς διὰ παραδείγματος καὶ σχήματος ἐνυποστάτου. Ἐν ᾧ, καὶ ἱκανῶς καταισχυνθέντες ἐνετράπησαν. Ὡς γὰρ προεῖπον, ἐν πυξίῳ τινὶ διαχαράξαντες τὴν τοῦ Δεσπότου σταύρωσιν, μετὰ καὶ ἐπιγραφῆς τινος ἐξετυπώσαμεν, καὶ τὸν δάκτυλον ἐπιτιθέντες διερωτῶμεν αὐτούς· ἦν ἡ ἐπιγραφή· « Θεοῦ Λόγος ἐν σταυρῷ, καὶ ψυχὴ λογικὴ, καὶ σῶμα. »
Σχόλιον. Ἐξορκίζομεν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μεταγράφοντα τὸ βιβλίον, ἵνα τὸν αὐτὸν τύπον ποιήσῃ τῆς σταυρώσεως. Τοῦτον τὸν τύπον προθέμενοι, ἠρωτήσαμεν αὐτούς· Ἰδοὺ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦ ζῶντος, ἀνελλιπὴς καὶ ἀδιαίρετος, ἐν τῷ σταυρῷ, τοῦτ᾽ ἔστιν, ὁ Θεὸς Λόγος καὶ ἡ καθ᾽ ὑπόστασιν ἡνωμένη αὐτῷ ψυχὴ λογικὴ, καὶ τὸ σῶμα. Ποῖον τῶν τριῶν τούτων ἀπέθανε, καὶ ἐνεκρώθη, καὶ ἀργὸν καὶ ἀκίνητον γέγονε; Πρόσχες μετ᾽ ἀκριβείας· Οὐκ εἶπόν σοι, ποῖον ἐσταυρώθη, ἀλλὰ, ποῖον ἐκ τῶν τριῶν τούτων, τῶν ἐν Χριστῷ ἀπέθανε, καὶ ἐνεκρώθη τριήμερον; Ταῦτα ὑφ᾽ ἡμῶν ἐρωτηθέντες, ὁμοῦ, καὶ ἐσχάτως αἰσχυνθέντες οἱ αἱρετικοὶ, λέγουσι· Τὸ σῶμα ἀπέθανε τὸ τοῦ Χριστοῦ. Λέγομεν πάλιν πρὸς αὐτούς· Μὴ ἀπέθανεν, ἢ ἔπαθεν, ἢ ἐνεκρώθη ἡ ψυχὴ αὐτοῦ; Λέγουσιν ἐκεῖνοι· Μὴ γένοιτο. Τότε διαπαίζοντες, καὶ μυκτηρίζοντες αὐτοὺς εἴπαμεν· Εἶτα, αἰσχύνεσθε, ὅτι τὴν ψυχὴν αὐτοῦ, τὴν κτισθεῖσαν ὑπ᾽ αὐτοῦ, λέγετε ἀπαθῆ καὶ ἀθάνατον, τὸν δὲ κτίσαντα αὐτὴν Θεὸν Λόγον, λέγετε. « Ἅγιος ἀθάνατος, ὁ παθὼν καὶ ἀποθανὼν δι᾽ ἡμᾶς, » ὑπὲρ τὰ κτίσματα καθυβρίζοντες τὸν Κτίστην; Λέγετε τοὺς ἀγγέλους ἀθανάτους καὶ ἀπαθεῖς. Λέγετε τὰς ψυχὰς ἡμῶν ἀθανάτους· [λέγετε καὶ τοὺς δαίμονας ἀπαθεῖς καὶ ἀθανάτους], καὶ οὐκ αἰσχύνεσθε, πάλιν λέγω, τὸν τούτων ποιητὴν, τὸν φύσει μόνον ὄντα ἀπαθῆ, παθητὸν, καὶ θνητὸν προσαγορεύοντες, ὑπὲρ τὰ κτίσματα τὸν Κτίστην ἀτιμάζοντες. Καὶ πρόσχες, ὃ λέγω· Πέντε τινὰ ὑπῆρχον ἐν τῷ σταυρῷ· προσηλουμένου τοῦ Χριστοῦ ἐν αὐτῷ. Ἦν ὁ ἥλιος, ὅστις καὶ πρῶτος τοὺς ἤλους καὶ τὴν λόγχην ἐδέξατο, καὶ ἕμεινεν ἀχώριστος τοῦ σταυροῦ, καὶ ἀπαθὴς ἐκ τῶν ἤλων. Ἦν καὶ τὸ πανάγιον Χριστοῦ σῶμα. Ἦν καὶ ἡ ἁγία αὐτοῦ ψυχή. Ἦν καὶ ὁ Θεὸς Λόγος. Ἦν καὶ τὸ ξύλον τοῦ Σταυροῦ. Τὰ τέσσαρα τούτων κτιστά. Ὁ δὲ Θεὸς Λόγος ἄκτιστος, καὶ κτίστης αὐτῶν. Διεφυλάχθη τὰ δύο κτίσματα ἀπαθῆ, λέγω δὴ, ὁ ἥλιος, καὶ ἡ παναγία αὐτοῦ ψυχή. Καὶ πῶς λοιπὸν ἡ θεότης αὐτοῦ ἀποθνήσκειν ἠδύνατο; Ὥστε κατὰ δύο μὲν τρόπους ἀθάνατος ὁ Χριστὸς, καθ᾽ ἕνα δὲ τρόπον θνητὸς, ἤγουν τῇ σαρκί. Οὐκοῦν οἱ πιστοὶ παρὰ σοὶ κρίνονται, ὦ ἀκέφαλε, Πέτρος, καὶ Παῦλος, οἱ στύλοι, καὶ κορυφαῖοι, καὶ φωστῆρες τῆς οἰκουμένης, καὶ τῆς πίστεως πρόκριτοι κήρυκες; Μηκέτι κατὰ Πέτρον τὸν σὸν Κναφέα ψάλλε τὸ, « Ἅγιος ἀθάνατος ὁ παθὼν Θεὸς Λόγος, » ἀλλὰ κατὰ Πέτρον τὸν ἁλιέα, λέγε· « Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν. » Μηκέτι κατὰ Παῦλον τὸν Σαμωσατέα, ἄλλα κατὰ Παῦλον τὸν Ταρσέα Χριστὸν κήρυττε θανωθέντα μὲν σαρκὶ, ζωοποιηθέντα δὲ Πνεύματι. Σαρκὶ θνητῇ, καὶ οὐ πνεύματι τῷ ἀθανάτῳ, Χριστὸς τέθνηκεν. Οἱ δὲ ψάλλοντες τὸ, « Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς καὶ παθὼν ὑπὲρ ἡμῶν, » ἢ τὸν Θεὸν Λόγον τὸν ἀθάνατον θανατωθέντα λέγουσιν, ἢ τὴν ψυχὴν αὐτοῦ τὴν ἀθάνατον. Ἀλλ᾽ ἐλέγχει αὐτοὺς ὁ τοῦ Χριστοῦ τάφος, οὐ Θεὸν Λόγον νεκρωθέντα ἔχων, οὔτε ψυχὴν νοερὰν θανατωθεῖσαν, ἀλλὰ σῶμα ἔνθεον νεκρόν.
Τούτων δὴ οὕτως ἐχόντων, ὁπηνίκα ἀκούσῃς, ὅτι « Ὁ Κύριος τῆς δόξης ἐσταυρώθη, » ἢ ὅτι « Ὁ Θεὸς πέπονθεν ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος, » ἢ, « Ἐάσατε με μιμητὴν γενέσθαι τοῦ πάθους τοῦ Θεοῦ ἡμῶν, » ἢ « ῥανίδες αἵματος Θεοῦ, » ἢ « Θεοῦ θάνατον, καὶ ταφὴν, καὶ σταυρὸν, » μηδαμῶς τῇ τοῦ Θεοῦ Λόγου φύσει, τὰ πάθη καὶ τὸν θάνατον λογίσῃ, ἀλλὰ τῇ καθ᾽ ὑπόστασιν ἡνωμένῃ αὐτῷ σαρκί. Ὥσπερ γὰρ θεολογεῖται ἡ σὰρξ διὰ τὴν πρὸς Θεὸν Λόγον ἄρῥητον καὶ ἀδιαίρετον ἕνωσιν, οὕτω πολλάκις ἀνθρωπολογεῖται, καὶ παθολογεῖται, καὶ θανατολογεῖται, καὶ ὁ ἐν αὐτῇ Θεὸς Λόγος οἰκειούμενος τὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς πάθη οἰκονομικῶς πως καὶ συγκαταβατικῶς, μένων αὐτὸς ἀπαθὴς καὶ ἀθάνατος φυσικῶς καὶ ἀληθῶς, ὡς Θεός. Καὶ ὥσπερ ἐὰν λαβὼν ῥομφαίαν, καὶ εἰσελθὼν ἐν τῇ καμίνῳ τῶν παίδων, ἔσφαξας Ἀζαρίαν, οὐδαμῶς τὴν τοῦ πυρὸς φύσιν ἔβλαπτες, ἢ ἐχώριζες ἐκ τοῦ σώματος. Οὕτω καὶ τῆς σαρκὸς Χριστοῦ παθούσης, ἀχώριστος καὶ ἀπαθὴς ἦν ὁ Θεὸς Λόγος ἐν αὐτῇ.
Οὐ μόνον δὲ εἰς τὸν περὶ τοῦ πάθους Χριστοῦ λόγον συμβάλλεται ἡμῖν τὸ προκείμενον τοῦ σταυροῦ ἐκτύπωμα, καὶ ὑπόδειγμα, καὶ ἐπίγραμμα τῶν τριῶν προσηγοριῶν, λέγω δὴ τοῦ Θεοῦ Λόγου, καὶ τῆς νοερᾶς ψυχῆς αὐτοῦ, καὶ τοῦ παναγίου σώματος, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς λοιποῖς τῶν ἐναντίων πρὸς ἡμᾶς προβλήμασι καὶ διαστρέμμασι. Πάλιν γὰρ ἡνίκα ἡμῖν τὰ χρησείδια καὶ κλεψύδρια προεβάλλοντο, καὶ τὰς λεπτὰς ἐννοίας περὶ Χριστοῦ, ἤτοι νοῦ φαντασίας, καὶ τὰς δοκήσεις, καὶ κράσεις, καὶ συγχύσεις, καὶ συμπλοκὰς, καὶ τὰς ἀρνήσεις τῶν ἁγίων Πατέρων τὰς Σευηροπαραδότους, καὶ τὰ τῆς σταγόνος τοῦ ὄξους καὶ τοῦ πελάγους παραδείγματα· καὶ ἁπλῶς ἐν πάσαις αὐτῶν ταῖς προτάσεσι, ταῖς ἀρνουμέναις τὸ εἰπεῖν ἐπὶ Χριστοῦ δύο ἡνωμένας ἀδιαιρέτων φύσεις, ἡμεῖς τὸν προκείμενον τίμιον σταυρὸν, καὶ τὴν ἐν αὐτῷ τρισώνυμον ἐπιγραφὴν κατ᾽ αὐτῶν εἰς τρόπαιον ἀήττητον προβαλλόμεθα διακωμῳδοῦντες αὐτοὺς, καὶ τερετίζοντες, καὶ τὸν δάκτυλον ἡμῶν εἰς ἑκάστην τῶν τριῶν προσηγοριῶν ἐπιτιθέντες, καὶ διερωτῶντες αὐτοὺς, καὶ λέγοντες· Τί φατε ἡμῖν, ὦ οὗτοι « προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις, » σπήλαιον σκοτεινὸν καὶ δύσβατον, λαβύρινθον λεξειδίων προφέρετε λέγοντες, ὅτι « Μετὰ τὴν ἄρῥητον ἕνωσιν ἐθεώθη ἡ σὰρξ, καὶ οὐκέτι λέγεται φύσις; Τοιαύτη γὰρ γέγονεν, οἷος καὶ ὁ θεώσας αὐτὴν Θεὸς Λόγος· καὶ λοιπὸν οὐκέτι ἐστὶν ἐν τοῖς ἰδίοις ἰδιώμασιν, ἀλλὰ τῇ τοῦ κρείττονος ἐκνικήσει μία φύσις τὸ πᾶν τοῦ Χριστοῦ γέγονε· συνανεκράθη γὰρ τὸ σῶμα τῷ πελάγει τῆς θεότητος. Διὸ καὶ τοῦτο τῇ θεώσει Θεὸς γέγονε.
Σχόλιον. Κατ᾽ ἐρώτησιν ἀναγνωστέον τὸ καταβατόν.
Τί ἡμῖν τούτους καὶ τοὺς τοιούτους ἄνω καὶ κάτω περισύρετε λόγους, καλῶς μὲν τοῖς ἁγίοις Πατράσιν εἰρημένους, κακῶς δὲ ὑφ᾽ ὑμῶν νοουμένους;
Ἐμβλέψατε δὴ εἰς τὸν προκείμενον τοῦ σταυροῦ τύπον, καὶ εἰς τὴν τοῦ Χριστοῦ ἐν αὐτῷ τρισώνυμον ἐπιγραφὴν, καὶ εἴπατε ἡμῖν, μὴ γέγονεν ὁ Θεὸς Λόγος ὁμοούσιος τῇ σαρκὶ μετὰ τὴν ἕνωσιν; Μὴ ἀπέστη ἡ νοερὰ ψυχὴ τοῦ εἶναι ψυχή; Μὴ γέγονε τὸ σῶμα ὁμοούσιον τῷ Λόγῳ; Μὴ ἐστερήθη ἓν τῶν τριῶν τούτων τῆς οἰκείας ἰδιότητος; Μὴ γέγονε τὸ σῶμα Χριστοῦ ἀπερίγραπτον; Μὴ γέγονε θνητὴ ἡ νοερὰ αὐτοῦ ψυχή; Μὴ γέγονε παθητὸς καὶ ῥευστὸς ὁ Θεὸς Λόγος; Οὐδαμῶς. Οὐκοῦν εἰ καὶ μετὰ τὴν ἕνωσιν ἄτρεπτα καὶ ἀσύγχυτα πάντα τὰ ἐν Χριστῷ μεμενήκασι, πῶς τὰ δύο ἀθάνατα, καὶ τὸ θνητὸν αὐτοῦ σῶμα μία φύσις λέγεσθαι δύνανται;
Ἐρώτησις πρὸς τοὺς αὐτοὺς ἐλέγχουσα τὴν θεοπασχίαν αὐτῶν.
Ὃν λέγετε σταυρωθέντα, τοῦτον λέγετε καὶ ἀποθανόντα, ἢ οὔ;
ΟἹ ΑΙΡΕΤΙΚΟΙ. Ναί. Εἷς γὰρ ὁ Χριστὸς, καὶ οὐ δύο.
Ὁ ΟΡΘΟΔΟΞΟΣ. Καλῶς. Λέγοντες οὖν, « Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς καὶ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀποθανὼν, » τίνα λέγετε ἀθάνατον ἀποθανόντα; κἂν γὰρ τὸν Θεὸν Λόγον εἴπητε, κακῶς λέγετε· οὐ γὰρ ἦν ἀθάνατος ἡ σὰρξ ἐπὶ τοῦ σταυροῦ. Κἂν δὲ πάλιν, τὴν πᾶσαν ὁλότητα τοῦ Χριστοῦ εἴπητε, « Ἅγιος ἀθάνατος ὁ παθὼν, » καὶ οὕτως κακῶς λέγετε· τὸ γὰρ, ἀθάνατος, οὐχ ἁρμόζει ἐπὶ τοῦ σώματος, ὡς ἤδη προεῖπον. Ὁ δὲ θάνατος ἀλλότριός ἐστι τοῦ ἀθανάτου Λόγου καὶ τῆς συναθανάτου αὐτοῦ ψυχῆς, ὥστε κατὰ πάντα τρόπον βλάσφημος ὁ τοιοῦτος ὑμῶν ὕμνος σὺν ὑμῖν καὶ τοῦ ποιήσαντος αὐτόν.