Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Inquiry into the Patristic Testimonies the Severians Cite against Chalcedon, and Their…

ΚΕΦΑΛ. ΙΓ΄. Ἀνάκρισις, ἤτοι συζήτησις καὶ γυμνασία Ὀρθοδόξου καὶ Ἀκεφάλου περί τινων χρήσεων, ὧν προφέρουσιν ἐκ τῶν ἁγίων Πατέρων πᾶσαι αἱρέσεις, αἱ ἀθετεῖν βουλόμεναι τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, λέγω δὴ, αἱ ἀπὸ Οὐάλεντος, καὶ Μάνεντος, καὶ Μαρκίωνος, καὶ καθεξῆς, ἕως Εὐτυχοῦς, καὶ Διοσκόρου, καὶ Σευήρου, καὶ Θεοδοσίου, καὶ Γαϊανοῦ, τῶν μίαν λεγόντων φύσιν τῆς σαρκὸς, καὶ τῆς θεότητος τοῦ Ἐμμανουήλ.

Πρὸ μέντοι τῆς τοιαύτης διασκέψεως, ἐκεῖνο ἐροῦμεν, ὅτι εἰ μὲν αἱρετικῶν τινων ἀνδρῶν εἰσι προσθῆκαι, τοιαῦται λέξεις, μόνῳ ἔγνωσται τῷ Θεῷ. Εὑρίσκομεν γὰρ τοὺς αὐτοὺς ἁγίους Πατέρας ἐν ἑτέροις τόποις ἀσύμφωνα καὶ ἐναντία τῶν τοιούτων χρήσεων εἰρηκότας ῥήματα. Εἰ δὲ καὶ, ὡς εἰκὸς, τινὲς ἐκ τῶν τοιούτων λέξεων πατρικαί εἰσιν, ἐκεῖνο ἐροῦμεν, ὅτι τοῖς μὲν ἁγίοις Πατράσιν, ἢ καταχρηστικῶς πως, καὶ ἀπονήρως ἐν ἀκακίᾳ ἐρρέθησαν, ἢ κατὰ σκοπὸν τιμητικὸν τῆς ἁγίας ψυχῆς, καὶ σαρκὸς τοῦ Χριστοῦ ἐνοήθησαν, ἃς οἱ ἀπαρνούμενοι τὸν τῆς ἐνανθρωπήσεως λόγον, οὐ κατὰ τὸν σκοπὸν τῶν ἁγίων Πατέρων ἑρμηνεύουσιν. Ἀλλ᾽ ἐπ᾽ ἀρνήσει τῆς καθ᾽ ἡμᾶς οὐσίας αὐτὰς ἐκλαμβάνουσι μίαν φάσκοντες γεγονέναι φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος μετὰ τὴν ἄφραστον ἕνωσιν, ὡς οἷα τῆς ἁγίας σαρκὸς τοῦ Χριστοῦ διὰ τῆς συγκράσεως μεταβληθείσης εἰς θεότητος φύσιν, προφέροντες ἡμῖν τὴν τοῦ μακαρίου Γρηγορίου φωνὴν, τὴν φάσκουσαν περὶ τοῦ Δεσποτικοῦ σώματος, ὅτι « Καὶ τοῦτο τῇ θεώσει Θεός· » ὁμοίως καὶ τὸν μακάριον Κύριλλον λέγοντα· « Θεοῦ ὁ σταυρὸς, Θεοῦ τὸ πάθος, Θεοῦ ὁ θάνατος, Θεοῦ ἡ ἀνάστασις, » καὶ ἄλλα πλεῖστα τοιαῦτα. Ἀγνοοῦσι δὲ οἱ τάλανες, καὶ ἀπαίδευτοι, ὅτι οὐ τῇ φύσει, ἀλλὰ τῇ ἑνώσει καὶ θεώσει τοῖς ἁγίοις Πατράσιν, αἱ τοιαῦται εἴρηνται φωναί. Οὐ γὰρ εἶπεν ὁ θεῖος Γρηγόριος, τὸ σῶμα τῇ φύσει Θεόν· ἀλλ᾽ ἐπεὶ καὶ τοῦτό φησιν, τῇ θεώσει Θεός· ὡς ἵνα τις εἴποι, ὅτι καὶ ὁ σίδηρος τῇ πρὸς τὸ πῦρ ἑνώσει ἀπαστράπτων τῇ πυρώσει πῦρ λέγεται, οὐ μέντοι καὶ τῇ φύσει. Οὐ γὰρ ἀπέστη τοῦ σίδηρος εἶναι. Οὕτω καὶ ὁ πάνσοφος Κύριλλος πάλιν, οὐκ εἴρηκεν, ὅτι θεότητος ὁ θάνατος, οὐδὲ θεότητος τὸ πάθος· ἐπεὶ ἄρα ἂν παθητὸν καὶ θνητὸν ἐποίει τὸ πλήρωμα τῆς θεότητος· ἀλλὰ Θεοῦ τὸ πάθος εἶπεν. Δύναται γὰρ, ὡς ἤδη προείρηται, εὐσεβεῖ σκοπῷ λέγεσθαι Θεὸς, διὰ τὴν ἄκραν ἕνωσιν, καὶ ὁ Κυριακὸς ἄνθρωπος, εἴγε καὶ ἄνθρωποι ψιλοὶ, καὶ μὴ ἡνωμένῃ θεότητι, ὠνομάσθησαν θεοί. Οὐ δύναται δὲ θεότης καλεῖσθαι κτιστὸν ὑπάρχον τὸ πανάγιον σῶμα, ἵνα μὴ φανῶμεν ὁμοούσιον λέγοντες κτίσματι τὴν θεότητα τῆς ἁγίας Τριάδος. Ὅθεν Θεὸν μὲν λέγομεν πολλάκις καὶ ὅλον τὸ πλήρωμα τοῦ Χριστοῦ, διὰ τὴν ἄκραν ἕνωσιν, οὐ λέγομεν δὲ αὐτὸν ὅλον θεότητα, ἀλλὰ θεότητα καὶ ἀνθρωπότητα, διὰ τὸ διάφορον τῶν φύσεων.

Καὶ ὅπως πάλιν τὸν περὶ τοῦ πάθους Χριστοῦ, καὶ τοῦ Τρισαγίου αὐτοῦ ὕμνου ἀναλάβω τὸν λόγον, διερωτητέον καὶ ἀπορητέον αὐτοὺς, ψαλλόντων καὶ λεγόντων ὑμῶν, « Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς καὶ παθὼν ὑπὲρ ἡμῶν, » πόθεν δῆλον, ὅτι περὶ τοῦ Χριστοῦ τοῦτο λέγετε; Εἰ μὲν γὰρ ἐλέγετε, « Ἅγιος ἀθάνατος ὁ σταυρωθεὶς σαρκὶ ὑπὲρ ἡμῶν, » εὔδηλον, ὅτι εἰς τὸν σαρκωθέντα Χριστὸν τὸν ὕμνον ἀναφέρετε. Μὴ ὀνομαζόντων δὲ ὑμῶν ὅλως σάρκα, ἢ σῶμα, ἢ ἐνανθρώπησιν, ἐπὶ τοῦ τοιούτου ὕμνου, ἀλλὰ λεγόντων ξηρᾷ τῇ λέξει, « Ἅγιος ἀθάνατος ὁ σταυρωθεὶς, » δύναταί τις εὐλόγως ἐπιλαβέσθαι ὑμῶν, καὶ εἰπεῖν, ὡς οὐ τὸν Χριστὸν λέγετε σταυρωθέντα, ἀλλὰ τὸν ἀθάνατον Πατέρα καὶ Θεὸν, ἢ τὸ ἀθάνατον Πνεῦμα τὸ ἅγιον. Τοῦ γὰρ σώματος θνητοῦ ὄντος, καὶ οὐκ ἀθανάτου ἐν τῷ σταυρῷ, πρόδηλοί ἐστε ἐκ παντὸς τρόπου, ὅτι ἢ τὸν ἀθάνατον Πατέρα, ἢ τὸν ἀθάνατον Θεὸν Λόγον, ἢ τὸ ἀθάνατον Πνεῦμα ἅγιον, λέγετε σταυρωθέντα, καὶ παθόντα, καὶ θανόντα.

ΑΚΕΦΑΛΟΣ. Καὶ πῶς πάλιν εὑρίσκομεν τὸν μακάριον Ἀθανάσιον πρὸς Ἰουβενιανὸν τὸν βασιλέα γράφοντα, ὅτι « Ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται Λόγος. » Εἰ οὖν Λόγος γέγονε καὶ ἡ σὰρξ, πῶς δυνατὸν τοῦ λοιποῦ δύο λέγειν φύσεις;

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Καθὼς προείρηκα, καὶ πάλιν ἐρῶ, ὅτιπερ ἐγὼ ἀμφίβολον ἔχω τὴν γνώμην, εἰ ὅλως τῶν ἁγίων Πατέρων εἰσὶν αἱ τοιαῦται φωναί. Καὶ ἵνα ἀποτολμήσας εἴπω· κἂν ἄγγελος ἐξ οὐρανοῦ εἴρηκε τὴν προκειμένην χρῆσιν, ἀδύνατόν τι καὶ οὐδαμῶς γινόμενον εἴρηκεν. Καὶ τοῦτο αὐτὸς ὁ μακάριος Ἀθανάσιος καὶ Κύριλλος φάσκουσι λέγοντες, ὅτι ἀδύνατὸν, καὶ παντελῶς ἀμήχανον, τὴν σάρκα εἰς τὴν τοῦ Λόγου μεταστῆναι φύσιν. Πῶς γὰρ δυνατὸν, τὴν μετὰ μυρίας γενεὰς καὶ χρόνους, ὑπὸ τοῦ προαιωνίου Θεοῦ Λόγου κτισθεῖσαν, γενέσθαι ὁμοφυῆ καὶ συγγενῆ τοῦ ἀκτίστου Θεοῦ Λόγου; Εἰ δὲ « ὁ Λόγος σὰρξ ἐγένετο, » ἵνα καὶ ἡ σὰρξ γένηται Λόγος, πρόδηλον λοιπὸν, ὅτι καὶ ἐν τοῖς τοῦ Λόγου ἰδιώμασι χρὴ ὁμολογεῖν τὴν σάρκα, τοῦτ᾽ ἔστιν, ἀπερίγραπτον, καὶ ἄκτιστον, καὶ ἄναρχον, καὶ ἀσχημάτιστον, καὶ συναΐδιον τῷ Πατρί. Εἰ δὲ οὐδὲν τούτων δυνατὸν λέγειν εἶναι τὴν ἁγίαν σάρκα τοῦ Χριστοῦ, πρόδηλον, ὅτι οὐ γέγονε Λόγος ἡ σάρξ. Εἰ δὲ οὐ γέγονε Λόγος, ὥσπερ οὖν οὐδὲ γέγονεν, ἐψεύσατο ὁ λέγων, ὅτι « Ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται Λόγος. » Καὶ μή μοι εἴπῃ ὁ Ἀκέφαλος, ὅτι οὐ τῇ φύσει εἶπεν ὁ διδάσκαλος γενέσθαι τὴν σάρκα Λόγον, ἀλλὰ τῇ δόξῃ· πρὸς γὰρ τοῦτο δύναμαί σοι κἀγὼ εἰπεῖν, ὅτι τῇ δόξῃ πάντες ἄνθρωποι δύνανται θεοὶ γενέσθαι, κατὰ τὸ, « Ἐγὼ εἶπον, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· » πλὴν ὅτι οὐδὲ κεῖται ἐν τῇ βίβλῳ τοῦ διδασκάλου, ὅτι τῇ δόξῃ, ἀλλ᾽ οὕτως ἀπολύτως, ὅτι « Ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται Λόγος. »

Οὐ ταύτην δὲ μόνην τὴν χρῆσιν προφέρουσιν, ὡς τοῦ ἁγίου Ἀθανασίου, ἀλλὰ καὶ ἑτέραν τινὰ φάσκουσαν, « Χριστὸν σαρκωθέντα δίχα ἁμαρτίας καὶ σαρκικῶν θελημάτων. Ἡ γὰρ θέλησις, φησὶν, θεότητος, μόνη, ὥσπερ καὶ οὐσία μόνη τοῦ Λόγου. » Ταῦτα τίς εἴρηκεν, οὐκ ἔχω λέγειν. Ἐκεῖνο δὲ ἐπίσταμαι καὶ κηρύττω, ὅτι πᾶς ἄνθρωπος μόνην οὐσίαν τοῦ Θεοῦ Λόγου κηρύττων ἐν τῷ Χριστῷ, οὐκ ἔχει τινὰ κλῆρον, οὐδὲ μέρος ἐν Χριστῷ, ὡς ἀρνησάμενος τὸ ἡμέτερον φύραμα, καὶ τὴν καθ᾽ ἡμᾶς φύσιν, ἣν ἀνέλαβεν ἐκ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας. Εἰ γὰρ θεότης ἐστὶ μόνη ἐν τῷ Χριστῷ, τί ἐγκαλοῦμεν τοῖς λέγουσιν Μανιχαίοις, ὅτι ἐν σκιᾷ, καὶ δοκήσει, καὶ φαντασίᾳ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ, καὶ ἐν τῷ ἡλίῳ ἀνερχόμενος, ἀπέθετο καὶ αὐτὸ τὸ σκιῶδες σῶμα, ὃ περιέκειτο ἐν φαντασίᾳ· οἷστισι, λέγω δὴ Μανιχαίοις, γνησίως μαθητεύσας ὁ σεμνὸς Τιμόθεος, τὴν αὐτὴν αὐτοῖς βαδίζει καὶ συνοδεύει τῆς πλάνης τρίβον, φάσκων, ὅτι « Φύσις τοῦ Χριστοῦ μόνη θεότης ἐστὶν, εἰ καὶ σεσάρκωται. » Πρὸς ὃν τις εὐκαίρως ἂν τὴν τοιαύτην αὐτοῦ ἀναλαμβανόμενος φωνὴν, ἀνταποκριθήσεται λέγων· Εἰ φύσις Χριστοῦ μόνη θεότης ἐστὶν, ἀκόλουθον λοιπὸν, λέγειν, ὅτι γέννησις Χριστοῦ μόνης θεότητος, καὶ αὔξησις Χριστοῦ μόνης θεότητος, νηπιότης Χριστοῦ μόνης θεότητός ἐστι, σπαργάνωσις Χριστοῦ μόνης θεότητος, ψηλάφησις Χριστοῦ μόνης θεότητος, πεῖνα, καὶ δίψα, καὶ κόπος, καὶ ἀγωνία, καὶ πτύσμα, καὶ αἷμα, καὶ δάκρυον Χριστοῦ μόνης θεότητος, σταύρωσις Χριστοῦ μόνης θεότητος. Καὶ ποῖος, εἰπέ μοι, ἄνθρωπος, ἢ δαίμων, τὶ τοιούτων τολμήσει εἰπεῖν; Οὐκοῦν ἀσεβεῖ Τιμόθεος λέγων, « Φύσις τοῦ Χριστοῦ, μόνη θεότης ἐστὶ, καὶ μετὰ σάρκωσιν. » Εἰ γὰρ μόνη θεότης ἐστὶν ὁ Χριστὸς, ἡ δὲ θεότης ἀόρατός ἐστι, καὶ ἀψηλάφητος, καὶ ἄθυτος, καὶ ἀμέλιστος, καὶ ἄβρωτος, πρόδηλός ἐστιν ὁ Τιμόθεος ἀρνούμενος, ὥσπερ οἱ Ἰουδαῖοι τὴν θυσίαν καὶ κοινωνίαν τῶν ἁγίων μυστηρίων, καὶ μὴ πιστεύων, μήτε ὁμολογῶν ἐν ἀληθείᾳ σῶμα, καὶ αἷμα ὁρατὸν, καὶ κτιστὸν, καὶ γηγενὲς Χριστοῦ εἶναι· ὃ προσφέρων μεταδίδωσι τῷ λαῷ λέγων· « Σῶμα καὶ αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. » Εἰ γὰρ φύσιν Χριστοῦ μόνην θεότητα εἶναι λέγει, ἀλλότριον δὲ θείας φύσεως τὸ κρατεῖσθαι, καὶ κλᾶσθαι, καὶ μερίζεσθαι, καὶ θρύβεσθαι, καὶ ἐκχεῖσθαι, καὶ κενοῦσθαι, καὶ μεταβάλλεσθαι, καὶ ὑπὸ ὀδόντων κατατέμνεσθαι, εἰς τὸν ἐκ τῶν ὁποτέρων βόθρων ὁ Τιμόθεος πίπτει· ἢ παθητὸν καὶ ῥευστὸν λέγων τὸ Θεῖον, ἢ ἀρνούμενος τὸ σῶμα, καὶ αἷμα Χριστοῦ, ὅπερ προσάγει, καὶ ἐσθίει ἐπὶ τῆς μυστικῆς θυσίας, καὶ μεταδίδωσι λέγων τῷ λαῷ· « Σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » Ἐχρῆν γὰρ αὐτὸν μᾶλλον πρὸς τὸν μεταλαμβάνοντα λέγειν· « Θεότης μόνη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » Λοιπὸν μῦθος παρὰ τῷ Τιμοθέῳ ὁ τῆς σαρκώσεως λόγος.

Ἀλλ᾽ ἄπαγε. Ἡ γὰρ σὰρξ οὐκ ἔστι θεότης, καθὰ ὁ τρισμακάριος Ἀθανάσιός φησιν, ὧδε πως λέγων· « Οὐ γὰρ ἦν τὸ σῶμα ὁ Λόγος, ἀλλὰ σῶμα ἦν τοῦ Λόγου. » Καὶ πάλιν ὁ αὐτὸς τὸ διάφορον τῶν οὐσιῶν τοῦ Χριστοῦ κηρύττων, κατεγκαλεῖ τισι βοῶν· « Ποῖος ἄδης ἠρεύξατο τὴν φωνὴν, τὴν λέγουσαν, ὁμοούσιον εἶναι τὸ σῶμα καὶ τὸν Θεὸν Λόγον; Εἰ δὲ οὐχ ὁμοούσιον, ἑτέρα πάντως καὶ ἑτέρα φύσις ἐστὶ, καθ᾽ ἃ ὁ πάνσοφος Κύριλλος πρὸς Εὐλόγιον τὸν οἰκεῖον αὐτοῦ τοποποιὸν εἴρηκεν ὄντα ἐν Κωνσταντινουπόλει. Εἰ δὲ ἑτέρα καὶ ἑτέρα φύσις ὁρᾶται ἐν Χριστῷ, οὐκ ἔστιν ἡ οὐσία αὐτοῦ μόνη τοῦ Λόγου. Εἰ δὲ οὐκ ἔστι μόνη τοῦ Λόγου ἡ Χριστοῦ φύσις, ψεύστης ἐστὶ Τιμόθεος λέγων, ὅτι φύσις Χριστοῦ μόνη θεότης, εἰ καὶ σεσάρκωται. »

Ὁ ἑτερόδοξός φησιν, οὐκ ἀπαρνούμενος ὁ Τιμόθεος ἢ Σευῆρος τὴν σάρκωσιν τοῦ Χριστοῦ, μίαν φύσιν ἐπ᾽ αὐτοῦ κηρύττουσιν. Ἀλλὰ τοῖς ἁγίοις Πατράσιν ἑπόμενοι· ὁ μὲν γὰρ μακάριος Γρηγόριος ὁ Θεολόγος φησὶν, ὅτι ὁμόθεον γέγονε τὸ σῶμα τῷ Θεῷ Λόγῳ, καὶ τοιοῦτον ἀπετελέσθη, οἷον καὶ τὸ θεῶσαν αὐτό. Ὁ δὲ θεόσοφος Νυσσαεὺς καὶ ὑποδείγματι κέχρηται ἐπὶ τῇ θεώσει καὶ μεταστοιχειώσει τοῦ παναγίου σώματος τοῦ Χριστοῦ φάσκων, ὅτι « Καθάπερ σταγὼν ὄξους βληθεῖσα ἐν τῷ πελάγει τῆς θαλάττης, οὐκέτι ἐστὶν ἐν τοῖς ἰδίοις τοῦ ὄξους ἰδιώμασιν· ἀλλὰ μετεποιήθη καὶ συνεκράθη εἰς τοῦ πελάγους τῶν ὑδάτων ἰδίωμα· οὕτω δὴ καὶ τὸ πανἅγιον ἐκεῖνο σῶμα συνανακραθὲν τῇ θεότητι, οὐκέτι ἐστὶν ἐν τοῖς τῆς σαρκὸς ἰδιώμασιν. »

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Τὴν αὐτὴν πάλιν γνώμην σοῦ ἡμῖν προβαλλομένου, λέγω δὴ τὴν ἀναίρεσιν τῆς ἐνσάρκου οἰκονομίας, ἀνάγκη καὶ ἡμᾶς τοῖς ἤδη προειρημένοις χρήσασθαι καὶ νῦν ῥήμασιν. Εἰ γὰρ τοιοῦτον γέγονε τὸ ἅγιον σῶμα, οἷος ὁ θεώσας αὐτὸ Θεὸς Λόγος, καὶ οὐκ ἔτι ἐστὶν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ἰδιώμασι, πρόδηλον λοιπὸν, ὅτι οὐκέτι ἐστὶ περιγραπτὸν, οὐκέτι ἐστὶ μεταβατικὸν, οὐκέτι ἐστὶν ἐκπορευτὸν, οὐκέτι ἐστὶ ψηλαφητὸν, οὐκέτι ἐστὶν ὁρατὸν, οὐκέτι σχῆμα ἀνθρώπου ἔχει Χριστὸς, οὐκέτι χεῖρας, οὐκέτι πόδας, οὐκέτι σῶμα, οὐκέτι πλευράν· καὶ πῶς λέγει, « Ὄψονται, εἰς ὃν διεκέντησαν; » Εἰ γὰρ οὐκέτι ἐστὶ τὸ σῶμα Χριστοῦ ἐν οἵῳ δή ποτε ἀνθρωπίνῳ ἰδιώματι, ἀλλὰ μετεστοιχειώθη εἰς τὰ τοῦ πελάγους τῆς θεότητος ἰδιώματα, πῶς λέγει τοῖς μαθηταῖς μετὰ τὴν τριήμερον αὐτοῦ ἔγερσιν, καὶ πρὸς ἀφθαρσίαν τοῦ σώματος μεταποίησιν· « Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα; » Πῶς τοὺς τύπους τῶν ἤλων ἐψηλάφησεν ὁ Θωμᾶς; περὶ ὧν φησιν ὁ αὐτὸς Νυσσαεὺς οὕτως· « Σκόπησον, ὅσον εἰσέδυ τὸ δόρυ ἐν τῇ πλευρᾷ, ὥστε καὶ χεῖρα ὅλην μαθητοῦ πρὸς ψηλάφησιν δέξασθαι. » ᾧ συμφωνεῖ καὶ ὁ θεόσοφος Ἐπιφάνιος λέγων· « Εἰπὲ, Μαρκίων, πῶς ἡ κλάσις τοῦ ἄρτου γέγονεν; ἐν φαντασίᾳ, ἢ σώματος ἐνεργοῦντος ὀγκηροῦ; »

Εἰ δὲ πρὸς ταῦτα διαπορεῖ λέγων ὁ δι᾽ ἐναντίας· ὅτι Καὶ πῶς τινες τῶν Πατέρων φάσκουσι, ὥσπερ καὶ ὁ Νυσσαεὺς, μηκέτι εἶναι τὴν σάρκα τοῦ Κυρίου ἐν τοῖς ἀνθρωπίνοις αὐτῆς ἰδιώμασιν, μανθανέτω ὁ ἀπαίδευτος, ὅτι οὐ καθ᾽ ὃ αὐτὸς ὑπολαμβάνει, οἱ ἅγιοι Πατέρες τὰς τοιαύτας φωνὰς εἰρήκασιν, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον· Ἐν ἀρχῇ ποτε τότε ἄφθαρτος καὶ ἀθάνατος ὑπὸ Θεοῦ γεγονὼς ὁ ἄνθρωπος διὰ τῆς ἁμαρτίας γέγονε φθαρτὸς, καὶ θνητὸς, καὶ ὑλικὸς, καὶ ῥευστὸς, καὶ βροτὸς, καὶ πολυπαθὴς, καὶ ἔλλυπος, καὶ ἔγκοπος, καὶ ἔνδακρυς, καὶ ὑπνηλός. Σαρκωθεὶς οὖν ὁ Θεὸς Λόγος, καὶ λαβὼν τὸ ἡμέτερον φύραμα, ἀνεκάθαρε καὶ ἠλευθέρωσεν αὐτὸ πάντων τῶν προσγενομένων αὐτῷ διὰ τῆς ἁμαρτίας ἰδιωμάτων καὶ παθημάτων. Ὅτ᾽ ἂν οὖν ἀκούσῃς διδασκάλου λέγοντος, μηκέτι εἶναι τὴν σάρκα τοῦ Χριστοῦ ἐν τοῖς τῆς σαρκὸς ἰδιώμασιν, οὕτω νόησον, ὅτι οὐκέτι ἐστὶν ὁ κατ᾽ αὐτὸν νοούμενος ἄνθρωπος ἐν τοῖς διὰ τῆς ἁμαρτίας προσγενομένοις τῷ ἡμετέρῳ σώματι φθαρτοῖς πράγμασιν, ἀλλὰ μετεστοιχειώθη διὰ τῆς ἐνώσεως τῆς θεότητος καὶ τῆς τριημέρου ἐγέρσεως τὸ πανάγιον αὐτοῦ σῶμα ἐπὶ τὸ κρεῖττον, καὶ οὐκέτι ἐστὶν ἐν τοῖς προτέροις ἰδιώμασιν. Οὐκέτι ἐστὶ θνητὸν, οὐδὲ φθαρτὸν, οὐδὲ ῥευστὸν, οὐδὲ ἔγκοπον, οὔτε ἐνδεές· ἀλλὰ μετεποιήθη ἀπὸ θνητοῦ εἰς ἀθάνατον, ἀπὸ φθαρτοῦ εἰς ἄφθαρτον, καὶ γέγονε τὸ ὑλικὸν ἄῦλον, τὸ σαρκικὸν πνευματικὸν, τὸ παθητὸν ἀπαθὲς, τὸ ῥευστὸν ἄρευστον, τὸ ἔμπεινον ἄπεινον, τὸ ἔνυδρον ἄνυδρον, τὸ ἐνδεὲς ἀνενδεὲς, τὸ παχυμερὲς λεπτομερὲς, τὸ πρόσκαιρον αἰώνιον· οὐ μέντοι καὶ ἀπερίγραπτον, οὐδὲ ἀσχημάτιστον, οὔτε ἀμετάστατον, οὔτε ἀψηλάφητον, οὔτε ἀόρατον, οὔτε ἄκτιστον, οὔτε ἄναρχον· ταῦτα γὰρ μόνης θεότητός εἰσιν ἰδιώματα.

Οὐκοῦν ὁ εὐσεβὴς καὶ ὀρθόδοξος τῶν Πατέρων λόγος οὐκ οἶδε νῦν τὸ πανάγιον Χριστοῦ σῶμα ἐν τοῖς παρεισάκτοις διὰ τῆς παρακοῆς φυσικοῖς ἡμῶν ἰδιώμασιν, ἀλλὰ τοῖς πρὸ τῆς ἁμαρτίας θεοκτίστοις τοῦ Ἀδὰμ κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν πράγμασιν. Οὕτως εὐσεβῶς νοητέον καὶ ἐκληπτέον τὰς τῶν Πατέρων φωνάς. Ὅσον μὲν γὰρ ἦν δυνατὸν καὶ δεκτικὸν τὸ πανάγιον σῶμα, μετέβαλεν ἐκ τῆς καθ᾽ ὑπόστασιν αὐτῷ ἡνωμένης τοῦ Λόγου θεότητος, ἵνα τὸ μοναδικὸν τοῦ προσώπου Χριστοῦ μάθωμεν· τινῶν δὲ καὶ ἀμέτοχον γέγονεν, ἵνα τὸ διάφορον διδαχθῶμεν τῶν φύσεων. Καὶ διὰ τοῦτο, εἰ καὶ ἡνώθη τῷ ἀπεριγράπτῳ Θεῷ Λόγῳ ἡ σὰρξ, οὐ γέγονεν ἀπερίγραπτος, οὔτε ἀΐδιος, εἰ καὶ τῷ ἀϊδίῳ γέγονε σύζυγος, οὔτε μὴν ἀόρατος, εἰ καὶ τὸν ἀόρατον ἔνδον φέρει, οὔτε μὴν ἀσχημάτιστος, εἰ καὶ ἐν ἀσχηματίστῳ τὴν ὕπαρξιν ἔλαβεν, οὔτε ἄκτιστος, εἰ καὶ ἐξ ἀκτίστου εἰς κτίσιν ἦλθεν, καὶ τοῦτον ἐν ἑαυτῇ ἀδιάστατον ἔχει. Εἰ δὲ ξηραῖς καὶ ἀβασανίστοις προσέχεις ταῖς γραφικαῖς καὶ διδασκαλικαῖς φωναῖς, πολλαῖς καὶ ὀλεθρίαις ἀτοπίαις περιπίπτεις, καὶ τοῦτο εὐθέως ἐκ τῆς προκειμένης τοῦ πανσόφου Γρηγορίου φωνῆς ἀποδείξω. Ἰδοὺ ὡς σταγόνα ὄξους τὴν ἡμετέραν φύσιν ἔφησεν ἀνακραθεῖσαν τῷ πελάγει τῆς θαλάττης. Εὔδηλον, ὅτι ἀόρατος λοιπὸν, καὶ ἀνύπαρκτος, καὶ ἀψηλάφητος γίνεται. Εἰ οὖν τὸ Κυριακὸν σῶμα τῇ πρὸς τὸ πέλαγος τῆς θεότητος ἑνώσει ἀόρατον γέγονεν, ἀόρατον δὲ φύσει, καὶ ἀψηλάφητον ὑπάρχει, καὶ τὸ τῆς θεότητος πέλαγος, ἄρα ἂν φαντασία λοιπὸν καὶ δόκησις εὑρεθήσεται πᾶσα ἡ ἐπὶ γῆς διαγωγη τοῦ Χριστοῦ, ἀπ᾽ αὐτῆς τῆς ἐκ Παρθένου γεννήσεως, καὶ καθεξῆς μέχρι τῆς αὐτοῦ εἰς οὐρανοὺς ἀναλήψεως. Οὐκοῦν οὐ συγχύσει πραγμάτων, ἀλλὰ παραβολῇ ὑποδειγμάτων ὁ θεῖος Γρηγόριος τῇ προσηγορίᾳ τοῦ ὄξους καὶ τῆς θαλάττης ἐχρήσατο, τὸ εὐτελὲς τῆς ἡμετέρας φύσεως πρὸς τὸ ἄπειρον μέγεθος τοῦ ἀκαταλήπτου πελάγους τῆς θεότητος ἐνδεικνύμενος. Οὐ γὰρ ἂν σύγκρασιν καὶ ἀφανισμὸν κηρύττειν ἔμελλε τῶν Χριστοῦ φύσεων ὁ πρὸς Εὐνόμιον λέγων, ὅτι « Ποία φύσις Χριστοῦ ἐπὶ τοῦ πάθους ῥαπίζεται; καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; » Φανερὰ γὰρ ταῦτά φησιν ὁ Πατὴρ, κἂν μή τις ἑρμηνεύσει τῷ λόγῳ, ὅτι αἱ μὲν ὕβρεις τοῦ δούλου εἰσὶν, ἐν ᾧ ὁ Δεσπότης· ἡ δὲ τιμὴ τοῦ Δεσπότου, περὶ ὃν ὁ δοῦλος. Ταῦτα ὁ διδάσκαλος λέγων, καὶ δοῦλον ὀνομάσας τὴν σάρκα, ἤγουν τὴν μορφὴν τοῦ δούλου, πῶς λοιπὸν αὐτὴν ἀφανισθεῖσαν καὶ συγχυθεῖσαν ὡς σταγόνα ὄξους ἐν πελάγει ἠδύνατο λέγειν; Ὥστε οὐ πρὸς σύγχυσιν, ἀλλὰ πρὸς ἄκραν ἕνωσιν τὸ ὑπόδειγμα αὐτοῦ ὁρᾷ.

Ὁ ΑΙΡΕΤΙΚΟΣ πρὸς ταῦτα. Οὐκ ἀπαρνούμενοι οἱ Πατέρες τὴν τοῦ Χριστοῦ σάρκα, τὰς τοιαύτας εἰρήκασι φωνὰς, ἀλλὰ τῇ τοῦ κρείττονος ἐκνικήσει καὶ θεώσει, ὅθεν καὶ ὁ ἀποστολικὸς Πατὴρ Διονύσιος ὁ Ἀρεοπαγίτης, πάντα τὰ ἀνθρώπινα, καὶ φυσικὰ, καὶ ἀδιάβλητα ἡμῶν ὑπὲρ φύσιν, καὶ οὐ κατὰ φύσιν λέγει εἶναι ἐν τῷ Χριστῷ. Φησὶ γὰρ ἐν ταῖς θεολογικαῖς αὐτοῦ στοιχειώσεσι, ὡς ἐξ Ἱεροθέου τοῦ ἁγιωτάτου, οὕτως περὶ Χριστοῦ· « Τὸ δὲ πάντων καινὸν, καινότατον, ὅτι ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπὲρ φύσιν ἦν· ἐν τοῖς κατ᾽ οὐσίαν, ὑπερούσιος, πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ἡμᾶς ὑπερέχων. » Ὅθεν καὶ πρὸς Γάϊον ἐπιστέλλων ὁ αὐτὸς Πατὴρ φάσκει, ὅτι « Οὐ κατὰ ἄνθρωπον ὁ Χριστὸς ἐνήργει τὰ ἀνθρώπινα καὶ φυσικὰ ἡμῶν πράγματα, ἀλλ᾽ ὑπὲρ ἄνθρωπον λοιπὸν τὰ ἀνθρώπινα ἔπραττεν. »

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Ἐν πάσαις μὲν ταῖς θείαις καὶ ἱεραῖς Γραφαῖς, καὶ ἀναγνώσεσι τῆς θείας εὐλαβείας, καὶ φόβου Θεοῦ δέεται ὁ ἄνθρωπος, πολλῷ πλέον δὲ ἐν τοῖς περὶ Θεοῦ ῥήμασί τε καὶ κηρύγμασιν. Ἀλλ᾽ οἱ αἱρετικῶν παῖδες ἐοίκασιν μονοφθάλμοις τισὶν ἀνθρώποις, τὰ μὲν τῶν Πατέρων καθορῶντες, τὰ δὲ παρορῶντες. Ὁ γὰρ Πατὴρ οὕτως εἰπὼν, ὅτι πάντα τὰ καθ᾽ ἡμᾶς ὑπὲρ ἡμᾶς εἶχεν ὁ Χριστὸς, ὁ αὐτὸς πάλιν εἴρηκεν, ἐν τῷ περὶ ἑνώσεως καὶ διακρίσεως κεφαλαίῳ, ὅτι ἐκ Παρθενικῶν αἱμάτων ἐσαρκώθη· ὅπερ παχύ τι ῥῆμα, καὶ τοῖς ἰδιώταις βαρὺ καταφαίνεται, ὡς μὴ ῥηθὲν ὑφ᾽ ἑτέρου τινὸς τῶν διδασκάλων. Οὐκοῦν ἐχρῆν πάντα τὰ τοῦ Πατρὸς ῥήματα, εὐσεβῶς ἐκλαμβάνειν. Εἰ γὰρ οὐδὲν τῶν καθ᾽ ἡμᾶς φυσικῶν εἶχεν καθ᾽ ὁμοιότητα ἡμῶν ὁ Χριστὸς, ἀλλὰ πάντα ὑπὲρ ἡμᾶς, ψεύδεται Παῦλος λέγων, αὐτὸν γενόμενον ἄνθρωπον ἐκ σπέρματος Δαυῖδ τὸ κατὰ σάρκα ἀσπόρως, καὶ « πρὸς τὰ παιδία κεκοινωνηκέναι σαρκὸς καὶ αἴματος, » καὶ « πεπειραμένον κατὰ πάντα τρόπον καθ᾽ ἡμᾶς δίχα μόνης τῆς ἁμαρτίας. »

Σχόλιον. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, δοκεῖ μοι, ἔνθεν ἔλαβεν ὁ Διονύσιος τὴν φωνὴν, ὡς Παύλου γενόμενος μαθητής.

Εἰ οὖν ἐν ὁμοιώματι ἀνθρώπων γέγονεν ἄνθρωπος, καθ᾽ ἡμᾶς ἦν· εἴγε πεπείραται τῶν ἡμετέρων δίχα μόνης τῆς ἁμαρτίας, ὡς Παῦλος νομοθετεῖ. Εἰ δὲ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις, οὐ κατὰ ἄνθρωπον, ἀλλ᾽ ὑπὲρ ἄνθρωπον ἦν, πῶς δυνατὸν λέγειν, αὐτὸν ὁμοούσιον ἡμῶν εἶναι κατὰ τὴν ἀνθρωπότητα; Ὁμοουσιότης γὰρ κυρίως ἐστὶν ἡ τῶν φυσικῶν ἰδιωμάτων τοῦ ὁμοφυοῦς ἀπαράλλακτος ταυτότης. Οὐκοῦν οὐκ ἀπαρνούμενος ὁ Διονύσιος τὸ τοῦ σώματος τοῦ Χριστοῦ πρὸς ἡμᾶς ὁμοούσιον, καθάπερ οἱ αἱρετικοὶ νομίζετε, εἴρηκε τὸ, « Ἐν πᾶσι τοῖς φυσικοῖς ἡμῶν, ὑπὲρ φύσιν αὐτῶν εἶναι, καὶ οὐ κατὰ ἄνθρωπον ἐνεργεῖν τὰ ἀνθρώπινα, » ἀλλὰ δι᾽ ὅτι οὐκ ἀπὸ σπορᾶς, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ Λόγου, καὶ σὺν τῷ Θεῷ Λόγῳ καθ᾽ ὑπόστασιν ἐν τῇ μήτρᾳ ὑπέστη τὸ ἀνθρώπινον ἡμῶν τῆς ψυχῆς, καὶ τοῦ σώματος τέλειον φύραμα· καὶ λοιπὸν σὺν Θεῷ ὑποστὰν, καὶ ἔνθεον καὶ σύνθεον γεγονὸς, οὐ ψιλάνθρωπα εἶχε τὰ ἀνθρώπινα, ἀλλὰ θεανδρικῶς μὲν, καὶ ἀδιαστάτως τυγχάνοντα ἐν τῷ μοναδικῷ προσώπῳ Χριστοῦ. Ὅμως φυλάττοντα ἀσύγχυτον ἑκατέρων τὴν οἰκείαν ἰδιότητα, καὶ δηλοῦντα σαφῶς, ὅτι τὰ μὲν τῶν φυσικῶν καὶ ἀδιαβλήτων ἡμῶν πραγμάτων ὁ Χριστὸς ἐν τῇ οἰκείᾳ σαρκώσει πεποίηκεν ὑπὲρ ἄνθρωπον, τὰ δὲ κατὰ ἄνθρωπον καὶ κατὰ τὸν νόμον τὸν κοινὸν τῆς ἡμῶν φύσεως· τινὰ δὲ πάλιν, καὶ ταπεινοτέρως τῶν ἡμετέρων πραγμάτων ἐν τῇ οἰκείᾳ σαρκὶ διεπράξατο, ἵνα τὰ τῶν αἱρετικῶν ἐμφράξῃ στόματα. Τὸ γὰρ ὀφθῆναι τὸ εἶδος Χριστοῦ ἐν τῷ σταυρῷ ἄτιμον, καὶ « ἐκλεῖπον ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, » ὥς φησιν ὁ Ἡσαῖας· καὶ πάλιν, τὸ ὀφθῆναι ἄγγελον ἐνισχύοντα αὐτόν· καὶ τὸ πρὸ τῶν λῃστῶν τελευτῆσαι αὐτὸν ἐκ τῆς ὀδύνης τῶν ἤλων ἑκουσίως· καὶ τὸ μώλωπας καὶ τύπους τραυμάτων δεῖξαι ἐν ἀφθάρτῳ σώματι, καὶ τὸ ἐν εὐτελεστάτῃ μορφῇ κηπωροῦ ὁρᾶσθαι φύσιν ἀθανάτου καὶ πνευματικοῦ σώματος· καὶ τὸ ἐπὶ τεσσαράκοντα ἡμέρας συναυλίζεσθαι, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ συνδιαιτᾶσθαι βροτοῖς καὶ φθαρτοῖς ἀνθρώποις, τὴν ἄχραντον ἐκείνην, καὶ ἔνθεον, καὶ ἀνενδεῆ, καὶ ἄϋλον, καὶ ἀθάνατον τοῦ Δεσποτικοῦ σώματος, μετὰ τὴν ἀνάστασιν, φύσιν, ὄντως πάνυ πτωχείας τινὸς, καὶ συγκαταβάσεως, καὶ εὐτελείας, καὶ ταπεινώσεως μὴ ἀρμοζούσης τῇ ἀθανάτῳ φύσει, τοῦ παναγίου ἐκείνου σώματος Χριστοῦ τυγχάνει. Ταῦτα γὰρ ἅπαντα οὐκ εἰσὶν ὑπὲρ ἄνθρωπον, ἀλλὰ καὶ μᾶλλον πτωχότερα τῆς καθ᾽ ἡμᾶς φύσεως. Οὐδεὶς γὰρ ἀνθρώπων ἐκ νεκρῶν ἐν τῇ ἀναστάσει ἐγειρόμενος, τοῦ λοιποῦ ἐσθίει, καὶ πίνει βρῶσιν ἰχθύων ὀπτῶν, ἢ ἀπὸ μελισσίου κηρίον. Οὐδεὶς δίκαιος, οὔτε δὲ ἁμαρτωλὸς ἀνίσταται ἔχων ἐν τῷ σώματι μώλωπας, καὶ οὐλὰς, καὶ τραυμάτων τύπους. Οὐδεὶς δίκαιος ἐν εὐτελεστάτῃ μορφῇ κηπωροῦ ἐκ νεκρῶν ἀνίσταται, εἴγε τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος.

Εἰ δὲ λέγει μοι ὁ αἱρετικὸς, ὅτι οἰκονομικῶς ταῦτα Χριστὸς πεποίηκε πρὸς πίστωσιν τῶν μαθητῶν, καὶ εἰς νόμον οὐκ ἀναφέρονται, κἀγώ σοι εὐθέως ἐρῶ, ὅτι οἰκονομικῶς κατῆλθε, καὶ ἐσαρκώθη, καὶ λοιπὸν μὴ λεγέσθω ἀληθὴς ἡ οἰκονομικὴ αὐτοῦ ἐνανθρώπησις. Ἐφεύρεμα γάρ ἐστι τοῦτο πρῶτον τοῦ Μάνεντος. Τὸ γὰρ οἰκονομικῶς, ἀντὶ τοῦ φαντασιωδῶς ἐφεῦρεν ὁ Μάνης.

Δειξάντων τοίνυν ἡμῶν ὅτι τινὰ ὁ Χριστὸς, καὶ εὐτελεστέρως τῶν καθ᾽ ἡμᾶς ἑκουσίως διεπράξατο, καίπερ Θεὸς ἀληθὴς ὑπάρχων, ἀναγκαῖον λοιπὸν εἰπεῖν, καὶ ἅπερ καθ᾽ ὁμοιότητα ἡμῶν κατὰ τὸν νόμον τῆς φύσεως πεποίηκε· καὶ πάλιν, ἅπερ ὑπὲρ ἄνθρωπον, καὶ ὑπὲρ φύσιν, ἐν τοῖς φυσικοῖς ἡμῶν, ὡς Θεὸς καὶ ποιητὴς τῆς φύσεως ἐξειργάσατο, καινοτομήσας τοὺς ὅρους, καὶ τοὺς νόμους, καὶ τὴν τάξιν τῆς ἀνθρωπίνης ἡμῶν φύσεως καὶ ὑπάρξεως. Τὸ μὲν οὖν ἄνθρωπον ἐν τῇ μήτρᾳ τῆς παναγίας Παρθένου, τοῦτο ὑπὲρ ἡμᾶς, καὶ θεία ὡς ἀληθῶς Θεοῦ ἐνέργεια. Τὸ δὲ κατὰ πρόσβασιν ἐννεαμηνιαῖον αὔξειν καὶ ἐξογκοῦσθαι τὸ βρέφος καὶ τὴν κοιλίαν τῆς θεοτόκου Μαρίας, τοῦτο καθ᾽ ἡμᾶς, καὶ τῆς ἡμετέρας φύσεως φυσική τις καὶ κοινὴ κυήσεως γαστρὸς καὶ σώματος αὐξητικὴ ἐνέργεια. Πάλιν τε τὸ φυλάξαι σώας τὰς σφραγῖδας τῆς παρθενίας μετὰ τόκον, τοῦτο θεότητος ἔργον ὑπὲρ ἡμᾶς. Τὸ δὲ, προελθεῖν καὶ χωρισθῆναι τῆς μήτρας, τοῦτο καθ᾽ ὁμοιότητα ἡμῶν πεποίηκεν ὁ Χριστὸς, βρέφος ἀληθῶς γενόμενος, καὶ τεχθεὶς, καὶ Θεὸς σεσαρκωμένος. Διὸ εὐθέως ἔδειξεν ὡς Θεὸς παρθενικοὺς μαζοὺς ὑπὲρ φύσιν γαλακτορῥοοῦντας, προσέδραμε τῶν μαζῶν νηπιοπρεπῶς κλαυθμυριζόμενος κατὰ τὸν νόμον τῆς νηπιαζούσης ἡμῶν φύσεως, καθ᾽ ὁμοιότητα ἡμῶν ἀπαράλλακτον τὴν περιτομὴν καὶ ἐκβολὴν ἐποιήσατο τῆς σαρκός.

Εἰ γὰρ λέγετε, ἀληθεύειν Παῦλον, τὸν φάσκοντα περὶ Χριστοῦ, ὅτι πεπείραται πάντων τῶν ἡμετέρων κατὰ πάντα τρόπον, δίχα μόνης τῆς ἁμαρτίας, πάντως ὅτι διὰ πάντων τῶν ἡμετέρων ἦλθεν, ἵνα πάντα θεώσῃ καὶ ἁγιάσῃ ὡς Θεὸς τῇ ἑνώσει. Οὐκοῦν Θεὸς σεσαρκωμένος ὦν, ἐξ αὐτῆς ἄκρας ἐνώσεως ὁ Χριστὸς, ἐταπείνωσεν ἑαυτὸν ἑκουσίως, καὶ διὰ πάντων τῶν ταπεινῶν καὶ πτωχῶν ἰδιωμάτων τῆς μορφῆς ἐμοῦ τοῦ δούλου ἐν κόσμῳ ἐφανερώθη, μὴ ἐκπεσὼν τοῦ εἶναι Θεός. Ἑκουσίως καθ᾽ ὁμοιότητα ἡμῶν πεποίηκε τὸν ἐννεαμηνιαῖον χρόνον ἐν μήτρᾳ, καθ᾽ ὁμοιότητα ἀνθρώπων σμικροπρεπὲς νήπιον ἐτέχθη. Καθ᾽ ὁμοιότητα ἡμῶν τὴν ὄρεξιν τοῦ μητρικοῦ γάλακτος καὶ τὸν μαζὸν ἐπεζήτησεν ἑκουσίως, ἐν ὁμοιώματι ἀνθρώπων, ὡς νήπιος, μετὰ χρόνον τοῦ τόκου τὰ νηπιώδη ψελλίσματα προεβάλετο ἐκ τοῦ στόματος. Καθ᾽ ὁμοιότητα ἡμῶν κατὰ βραχὺ μετὰ τὸν νηπιώδη συρτικὸν ἐπὶ τοῦ ἐδάφους περίπατον χειροκρατούμενος, τὸ περιπατεῖν, καὶ λαλεῖν, ὑπὸ τῆς μητρὸς ἐδιδάσκετο. Καθ᾽ ἡμᾶς τὴν τῶν τριχῶν καὶ ὀνύχων ἔκφυσιν κατὰ μικρὸν προεβάλετο. Καθ᾽ ἡμᾶς τὴν αὔξησιν, καὶ τὴν περιγραφὴν, καὶ τὴν παχύτητα τοῦ σώματος εἶχεν. Οὐχ ὑπὲρ ἡμᾶς τὴν αὔξησιν τῆς ἡλικίας ἐποιήσατο, οὐδὲ τἄλλα τὰ τοῦ σώματος, ἵνα μὴ φαντασία καὶ δόκησις νομισθῇ αὐτοῦ ἡ σάρκωσις. Οὐ ξένην, οὐδὲ ὑπὲρ ἄνθρωπον εἶχεν τὴν τοῦ σώματος διάπλασιν· οὐχ ὑπὲρ ἄνθρωπον εἶχεν τὸ τῶν μελῶν σχῆμα. Μορφὴν γὰρ δούλου ὁ Δεσπότης περιέκειτο· οὐκοῦν καὶ σῶμα δούλου, καὶ τὸ παχυμερὲς τοῦ δούλου, καὶ τὸ θνητὸν τοῦ δούλου, καὶ τὰς ἐκκρίσεις τοῦ δούλου, τὰς δι᾽ ὀφθαλμῶν, καὶ διὰ στόματος, καὶ ῥινῶν, καὶ ἰδρώτων, καὶ τῶν δύο τῶν καθ᾽ ἡμᾶς μελῶν, τῶν βρώσεων καὶ πόσεων ἐκκριτικῶν. Οὐ γὰρ τὸ ὑγιὲς καὶ ἄφθαρτον σῶμα ἐνεδύσατο, τὸ πρὸ τῆς ἐκπτώσεως τοῦ ἀνθρώπου. Τὸ γὰρ ὑγιὲς, καὶ ἄφθαρτον, καὶ ἀθάνατον ἰατρείας οὐκ ἔχρῃσεν. Οὐκοῦν τὸ νοσῆσαν, καὶ παρατραπέν μου σαρκίον ὁ Θεὸς Λόγος ἔλαβε, τὸ φθαρτὸν, τὸ ῥευστὸν, τὸ παχυμερὲς, τὸ ἐνδεὲς, τὸ θνητὸν, τὸ παθητὸν, τὸ ἔμπειρον, τὸ ἔνδιψον, τὸ ἔγκοπον, ὅπως τούτων πάντων αὐτὸ ἐλευθερώσῃ.

Λοιπὸν μή μοι κακῶς παρερμήνευε τὰς τῶν Πατέρων καὶ τὰς Διονυσίου φωνάς. Εἰ γὰρ, ὡς σὺ, ὁ αἱρετικὸς νομίζεις, οὐδὲν τῶν ἀνθρωπίνων πραγμάτων τῶν φυσικῶν λέγω καθ᾽ ἡμᾶς εἶχεν, ἢ ἐνήργησεν ὁ Χριστὸς, πρόδηλον λοιπὸν, ὅτι οὐδὲ ὁμοούσιος ἡμῶν ἦν κατὰ τὴν σάρκα, οὐδὲ ὁμόσχημον ἀνθρώπων ἦν αὐτοῦ τὸ σῶμα· οὐδὲ κατὰ ἄνθρωπον τὰ μέλη· οὔτε καθ᾽ ἡμᾶς ἡ νηπιότης, οὔτε ἡ αὔξησις, οὐδὲ ὁ τῆς γαστρὸς τῆς μητρὸς ὄγκος, οὔτε ὁ χρόνος, οὔτε ἐν ἀληθείᾳ ἔφυγεν, οὔτε νηπιοπρεπῶς ηὔξησεν, οὐδ᾽ ἄλλο τι τῶν θεοκτίστων καὶ ἀδιαβλήτων ἡμῶν κατὰ φύσιν ἐνήργησεν, οὔτε ἔσχεν, οὔτε ἔπραξε. Λοιπὸν, οὔτε ὁ ὕπνος αὐτοῦ ἀληθής ἐστιν ὕπνος· οὔτε ὁ θάνατος ἀληθὴς θάνατος· οὔτε ἡ κέντησις, ἀληθὴς κέντησις· οὔτε ὁ χωρισμὸς τῆς ψυχῆς αὐτοῦ ἐκ τοῦ ἀχράντου σώματος ἀληθὴς χωρισμός· οὔτε ἡ τρῆσις τῶν μελῶν, καὶ τῆς πλευρᾶς τομὴ, ἀληθής ἐστι σώματος πληγὴ καὶ τομή. Εἰ γὰρ πάντα τὰ καθ᾽ ἡμᾶς ἕπασχε καὶ ἔπραττε, μηδὲν λοιπὸν ἐπ᾽ αὐτοῦ κατὰ νόμον τῆς φύσεως ὅλως εἴπης μήτε σῶμα, μήτε σχῆμα, μήτε μέλος, μήτε ὕπνον, μήτε μορφὴν, μήτε περιγραφὴν σώματος, μήτε θάνατον. Ἀλλ᾽ οὐχ οὕτως αἱ θεῖαι Γραφαὶ, καὶ ὁ Παῦλος νομοθετεῖ. Ἄκουσον γὰρ αὐτοῦ ἐν πάσαις ταῖς θεοφθόγγοις αὐτοῦ ἐπιστολαῖς, καὶ εὑρήσεις, ὅτι τὸν μὲν ἡμέτερον θάνατον κοίμησιν ὀνομάζει, τὸν δὲ τοῦ Χριστοῦ θάνατον, οὐ κοίμησιν, ἀλλὰ θάνατον κυρίως προ[σ]αγορεύει. Περὶ μὲν γὰρ ἡμῶν, φησίν· Οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων. » Καὶ ὅτι « Πάντες μὲν οὐ κοιμηθησόμεθα· » καὶ, « Οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. » Καὶ ἄλλα μυρία τοιαῦτα. Περὶ δὲ Χριστοῦ, ὅτι « Ἀπέθανε κατὰ τὰς Γραφὰς, καὶ ὅτι τὸν θάνατον αὐτοῦ καταγγέλλομεν· » καὶ ὅτι « Θανατωθεὶς μὲν σαρκὶ, » καὶ ἀπλῶς ἐν διαφόροις τόποις, τὸν ἡμέτερον κοίμησιν λέγει· ἵνα σημάνῃ τὴν ἐξ ὕπνου ἡμῶν πάντων ἀνάστασιν· τὸν δὲ τοῦ Χριστοῦ, θάνατον ὀνομάζει· ἵνα τοὺς αἱρετικοὺς καταισχύνῃ, τοὺς ἐν φαντασίᾳ λέγοντας γενέσθαι τὴν σάρκωσιν καὶ τὰ λοιπὰ ἀνθρώπινα τοῦ Χριστοῦ. Τοῦτο δὲ οὐ Παῦλος ἐλάλησεν, ἀλλ᾽ ὁ Χριστὸς ὁ ἐν αὐτῷ οἰκῶν, αὐτὸς τὸν θάνατον τὸν ἴδιον ὠνόμασεν· ὁ καὶ μετὰ τὴν ἀνάστασιν πιστωσάμενος ἡμῖν τὸν λόγον τῆς σαρκώσεως διὰ τῆς βρώσεως καὶ τῶν τύπων τῶν ἤλων, ὡς προείρηται. Εἰ οὖν οὐ μόνον καθ᾽ ἡμᾶς τὰ καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἔστιν ὅτε πτωχοτέρως τῶν καθ᾽ ἡμᾶς δείκνυσιν ὁ Χριστὸς ἐν ἑαυτῷ τὰ καθ᾽ ἡμᾶς ἑκουσίως καὶ οἰκονομικῶς, πῶς δυνατὸν εἰπεῖν, ὅτι οὐδὲν ὅλως τῶν ἀνθρωπίνων ἐνήργησεν κατὰ τὴν φύσιν ἐπὶ γῆς, καὶ εἰ δεῖ περὶ τούτου ἀκριβέστερον εἰπεῖν, ἐροῦμεν καὶ ἡμεῖς τῷ θεοσόφῳ Κυρίλλῳ ἑπόμενοι. Ἐκεῖνος γάρ φησιν, ὅτι « Τῶν τοῦ Σωτῆρος φωνῶν αἱ μέν εἰσι θεοπρεπεῖς, αἱ δὲ ἀνθρωποπρεπεῖς, ἄλλαι δὲ πάλιν μέσην τινὰ ἔχουσαι τάξιν. » Οὐκοῦν εἰ λαλεῖ ὁ Χριστὸς θεῖκῶς, λαλεῖ δὲ καὶ ἀνθρωπικῶς, φθέγγεται δὲ πάλιν καὶ ὁμαδικῶς, τοῦτ᾽ ἔστι θεανδρικῶς, πάντως λοιπὸν ὅτι καὶ πάντα τὰ κατ᾽ αὐτὸν πράγματά τε καὶ ἐνεργήματα, τὰ μὲν ἐποίει κατὰ τὴν θεότητα· τὰ δὲ, κατὰ τὴν ἀνθρωπότητα· τὰ δὲ πάλιν κοινῶς, κατὰ τὴν προσωπικὴν αὐτοῦ ὀλότητα. Θεότητα δὲ λέγω ἀχώριστον σαρκὸς, καὶ ἀνθρωπότητα ἀδιαίρετον θεότητος. Καὶ τούτων οὕτως ἐχόντων, πῶς κατηγορῶν τοῦ τόμου Λέοντος Τιμόθεος ὁ ὑμέτερος πρόμαχος, οὕτω φησὶν ἐν τῷ συγγράμματι αὐτοῦ· « Φύσις γὰρ τοῦ Χριστοῦ μόνη θεότης, εἰ καὶ σεσάρκωται· » ὡς ὑμεῖς μίαν φύσιν ἐν τῷ Χριστῷ δογματίζετε, καὶ ταύτην θείαν; Εἴπατε λοιπὸν ἡμῖν, ὦ σοφοὶ, αὕτη ἡ μία, καὶ τιμία, καὶ ἁγία, καὶ προσκυνητὴ φύσις, ἣν ὁμολογεῖτε θείαν ἐπὶ τοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τελεία ἐστὶ, καὶ σώα, καὶ ἀνελλιπὴς μετὰ τὴν ἕνωσιν ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ ἐν πᾶσιν, οἷς ἔπραξεν ὁ Χριστὸς, ἢ οὔ; Πρὸς ταῦτα ἀποκρίνονται ὁμοθυμαδὸν οἱ τε Σευηριανοὶ, οἵτε Γαϊανῖται, καὶ λέγουσιν· «Ναὶ, τελεία ἐστὶ, καὶ ἀνελλιπὴς, καὶ ἀμέριστος μετὰ τὴν ἕνωσιν ἡ φύσις τοῦ Χριστοῦ· ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, μηδαμῶς μερισμὸν, ἢ τομὴν, ἢ μείωσιν ὑφισταμένη, ἢ διαίρεσιν. Εἷς γάρ ἐστιν ὁ Χριστὸς, καὶ μία ἡ φύσις αὐτοῦ, καὶ οὐ δύο. »

Σχόλιον. Οὕτως ἐρωτήσατε αὐτοὺς καὶ ὑμεῖς Καὶ οὕτως ἁρμόσασθαι πρὸς αὐτοὺς κατὰ τὸν προκείμενον σκοπὸν τοὺς μὲν Ἰακωβίτας περὶ φύσεως· τοὺς δὲ Ἀρμασίτας, περὶ θεανδρικῆς ἐνεργείας.

Ἀπόκρισις ἡμῶν πρὸς αὐτούς. Καὶ γὰρ ὁμολογουμένων ἐστὶν, ἐὰν μία φύσις ἐστὶν ὁ Χριστὸς, καὶ αὐτὴ πᾶσα θεότης γνωρίζεται, ὡς οὐ δύναται ὅλως μείωσίν τινα, ἢ ἔλλειψιν, ἢ ὑφαίρεσιν, ἢ διάζευξιν, ἢ ἐλάττωσιν, ἢ ἀναπλήρωσιν παθεῖν. Ἡ γὰρ θεία φύσις ἀεὶ, καὶ εἰς τὸν αἰῶνα ὁμοίως, καὶ ἀνελλιπῶς, καὶ ἀμειώτως ἡ αὐτὴ ὑπάρχει, μήτε ἔλλειψιν, μήτε προσθήκην παθεῖν δυναμένη, ἀλλ᾽ ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, ὁμοία, καὶ σώα, καὶ ἀνελλιπὴς τυγχάνουσα. Εἰ οὖν φύσις Χριστοῦ, καὶ ἐνέργεια μία, καὶ αὕτη θεία, ὀφείλει πάντως ὁ Χριστὸς, ἐν παντὶ τόπῳ, ὅμοιος, καὶ ἀνελλιπὴς εὑρίσκεσθαι ὡς Θεός. Δεῦρό μοι λοιπὸν, ὦ αἱρετικὲ, καὶ ἀμφὶ τῷ ποδὶ ἀκολούθει μοι ἐν τέταρσί τισι τόποις ἐν τῷ πάθει τοῦ Χριστοῦ. Λέγω δὴ, νεκροῦ αὐτοῦ τυγχάνοντος ἐν τῷ μνήματι τοῦ Ἰωσήφ. Εἶτα, ἀπὸ τοῦ μνήματος ἐλθέ μοι ἐπὶ τὸν ἄδην. Καὶ ἀπὸ τοῦ ᾅδου ἄγωμεν ἐπὶ τὸν παράδεισον. Καὶ ἀπὸ τοῦ παραδείσου, πάλιν ἐλθὲ ἐκτὸς τοῦ τάφου ἐν τῷ κήπῳ, ἔνθα αὐτὸν ἐθεάσατο ἐν σχήματι κηπωροῦ ἡ Μαγδαληνὴ Μαρία. Εἰ γὰρ μόνη θεότης ἐστὶν ὁ Χριστὸς, ὡς λέγετε, ὁμοίως, καὶ ἀνελλιπὴς ἐν παντὶ τόπῳ ὡς Θεὸς εὑρίσκεται· ἀνελλιπὲς γὰρ τὸ Θεῖον. Καὶ πῶς λοιπὸν ἐν τῷ τάφῳ ἐλλιπής ἐστι ὁ Χριστὸς, ψυχῆς νοερᾶς χωρισθείσης ἐξ αὐτοῦ, ἡνίκα εἶπεν· « Πάτερ εἰς χεῖρά σου παρατίθημι τὸ πνεῦμά μου; » Κατελθωμεν καὶ ἐν τῷ ἄδῃ, καὶ ἴδωμεν ἐκεῖ τὸν Χριστὸν, πῶς σκυλεύει τὸ δεσμωτήριον. Ἐρωτήσωμεν τὸν Ἀδάμ, ἐρωτήσωμεν τὰ σώματα, καὶ τὰ στόματα τῶν ἀναστάντων ἁγίων, ὅπως εἴπωσιν ἡμῖν, πῶς ἑώρακαν ἐν τῷ ᾅδη Χριστόν· ποίῳ σώματι, ποίῳ φύσει, ποίᾳ μορφῇ ἦλθε, καὶ κατῆλθεν ἐν τοῖς καταχθονίοις; Πῶς ἐν ἴχνεσιν ἀβύσσου περιεπάτησε; Ποίᾳ φύσει ἠνοίγησαν φόβῳ πύλαι θανάτου; Ποίαν ἰδέαν ἰδόντες οἱ πυλωροὶ τοῦ ἄδου ἔφριξαν; Ἄρα τὴν θείαν φύσιν ἑώρακαν γυμνήν; Ἅπαγε. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε. Ἀλλὰ τίς ἄρα τὴν σάρκα τοῦ Δεσπότου ἐθεάσατο; Οὐδαμῶς. Αὕτη γὰρ ἔνθεος ἐν τῷ τάφῳ νεκρὰ, καὶ ἀκίνητος ἔκειτο. Οὐκοῦν ἐν μὲν τῷ σταυρῷ, καθώς φησιν ὁ προφήτης, εἴδομεν τὸν Χριστόν. Καὶ οὐκ εἶχεν εἶδος σωματικὸν, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος τοῦ σώματος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐν δὲ τῷ τάφῳ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχε ψυχὴν, οὔτε ἀνθρώπου πνεῦμα. Ἐν δὲ τῷ ἄδῃ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχε σῶμα, οὔτε αἷμα, οὔτε ὀστέα, οὔτε πάχος, οὔτε ὑλικὸν εἶδος, ἀλλὰ μόνην ψυχὴν νοερὰν ἔνθεον, σώματος κεχωρισμένην. Ἐν δὲ τῷ παραδείσῳ σὺν τῷ ληστῇ, καὶ οὐκ εἶχεν οὔτε ψυχὴν, οὔτε σῶμα, ἀλλὰ μόνῃ τῇ θεότητι, τῇ πανταχοῦ παρούσῃ. Συμπαρῆν τῷ λῃστῇ, ὥσπερ καὶ πρότερον τῷ Ἀδὰμ γυμνὸς καὶ ἀσώματος· συμπαρῆν ὡς Θεὸς, ὡς μόνος οἶδεν αὐτὸς, ὁρώμενος αὐτῷ, καὶ μένων ἀόρατος. Αὖθις τε μετὰ τὴν τριήμερον ταφὴν εἴδομεν Χριστὸν ἀναστάντα, καὶ εἰς ἑαυτὸν, ὡς Γρηγόριός φησιν, ἐπανελθόντα, καὶ πάλιν σῶμα, καὶ ψυχὴν, καὶ νοῦν, καὶ Θεὸν ἅμα τυγχάνοντα, καὶ τῇ Μαρίᾳ ἐν τῷ κήπῳ πρώτῃ ὁραθέντα.

Τούτων δὴ οὕτως ὑπὸ Χριστοῦ πεπραγμένων τε καὶ τετελεσμένων, παρέστωσαν νῦν οἱ αἱρετικοὶ, φάσκοντες, ὅτι μία φύσις ὁ Χριστὸς, καὶ αὕτη πᾶσα θεότης ἐστί. Καὶ ἀκουέτωσαν Ἰακώβου τοῦ ἀποστόλου περὶ θείας φύσεως θεολογοῦντος καὶ λέγοντος, ὅτι « Οὐκ ἔστι παρὰ τῇ θείᾳ φύσει παραλλαγή. » Εἰ οὖν οὐκ ἔστι παρὰ τῇ θείᾳ φύσει οἷα δήποτε παραλλαγὴ, ἀλλὰ πᾶσα ταυτότης, καὶ ἰσότης, καὶ ἀνελλιπὴς, καὶ πάγιος τελειότης, ποίᾳ, εἰπέ μοι, φύσει Χριστοῦ τὰς τοιαύτας καὶ τοσαύτας ἀτρέπτως ἐναλλαγὰς λογισώμεθα, τὰς ἐλλείψεις, τὰς ἀναπληρώσεις, τὰς διαστάσεις, τὰς ἀποκαταστάσεις, τὴν τῆς ψυχῆς διαίρεσιν ἀπὸ σώματος, τὴν ἐν τῷ ᾅδῃ μακρὰν ἀναχώρησιν, τὴν πρὸς τὸ ἴδιον ἔνθεον σῶμα αὐτῆς σύνθεον ἔλευσιν. «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου, καὶ ὁ Θεός μου, » περὶ τοῦ Θεοῦ Λόγου ὁ προφήτης βοᾷ. Καθὰ καὶ αὐτὸς ὁ Θεὸς Λόγος φησὶν, ὅτι « Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἶμι, καὶ οὐκ ἠλλοίωμαι. » Εἰ οὖν ἐν τοῖς τοῦ Θεοῦ Λόγου ἰδιώμασι μετεποιήθη, καὶ ὁ καθ᾽ ὑπόστασιν ἡνωμένος αὐτῷ ἄνθρωπος, πῶς ἐν μὲν τῷ σταυρῷ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος; ἐν δὲ τῷ τάφῳ ἀτελὴς ἦν, καὶ ἐλλιπὴς ψυχῆς νοερᾶς; ἐν δὲ τῷ ἄδῃ ἐλλιπὴς ἦν σώματος τοῦ ἰδίου ἡ ψυχή; ἐν δὲ τῷ παραδείσῳ κατ᾽ αὐτὴν τὴν ἡμέραν τοῦ πάθους, συμπαρῆν ἐκεῖ τῷ λῃστῇ· οὐδὲ τὸ σῶμα εἶχεν ἐκεῖ, οὐδὲ τὴν ψυχὴν ἐν ἅδου οὖσαν; Καὶ ἵνα συντόμως εἴπω, ἐὰν δείξωσιν ἡμῖν οἱ αἱρετικοὶ, πάντη ἀνελλιπῆ τὸν Χριστὸν ἐν τῷ τάφῳ, καὶ ἐν τῷ ἄδῃ, καὶ ἐν τῷ παραδείσῳ μετὰ ψυχῆς καὶ σώματος ὄντα τῇ ἡμέρᾳ τοῦ πάθους, εὔδηλον ὅτι μία οὐσία καὶ ἐνέργεια, καὶ οὐ δύο ἐστὶ, καθὰ καὶ προκατέθεντο εἰπόντες, ὅτιπερ ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, ἀνελλιπῶς παριστῶμεν εἶναι τὴν φύσιν τοῦ Χριστοῦ. Πρὸς οὖς πάλιν τὰ αὐτὰ λέξω· Εἰ μία φύσις ἐστὶν ὁ Χριστὸς, καὶ αὕτη θεία, πόστον μέρος αὐτῆς ἔλειψεν, ὅτε ἔκειτο ἐν τῷ τάφῳ νεκρά; Καὶ εἰ ὅλως δυνατὸν ἔλλειψιν ὑπομεῖναι θείαν φύσιν, πόστον μέρος αὐτῆς τάττετε τὴν ψυχήν; καὶ πόστον τὸ σῶμα; Εἰ γὰρ μία οὐσία ὁ Χριστὸς, πάντως ὅτι τρίτη μοῖρα ταύτης ἐστὶν ὁ Λόγος, καὶ τρίτη τὸ σῶμα, καὶ πάλιν τὸ ἄλλο τρίτον μέρος ἡ ψυχή. Διὸ ἵνα μὴ ταῖς τοιαύταις ὑμῶν ἀπάταις, καὶ φρενοβλαβείαις περιπέσωμεν, ὁρῶντες ἡμεῖς εἰς τὸν Κυριακὸν ἔνθεον ἄνθρωπον, τὰς τοιαύτας, καὶ τοσαύτας ἀτρέπτους ἐναλλαγάς τε, καὶ προλήψεις, καὶ ὑφαιρέσεις, καὶ μεταστάσεις, καὶ προκοπὰς, καὶ μορφώσεις, καὶ αὐξήσεις, καὶ μεταποιήσεις· καὶ βουλόμενοι τὴν θείαν, καὶ ἄτρεπτον, καὶ ἀναλλοίωτον τοῦ Θεοῦ Λόγου φύσιν ἐλευθέραν δεῖξαι πάσης παραλλαγῆς, καὶ μεταβολῆς, καὶ ἀλλοιώσεως, καὶ νεκρώσεως, τούτον χάριν, καὶ τὴν τοῦ Χριστοῦ ἀνθρωπότητα φύσιν, ἤγουν ἀλήθειαν προσαγορεύομεν, καὶ οὐδέποτε τὴν Σευήρου καὶ Τιμοθέου δύσφημον δεξόμεθα φωνὴν, τὴν λέγουσαν, ὅτι φύσις Χριστοῦ μόνη θεότης ἐστίν.

Ἀλλὰ τί πάλιν ἡμῖν προβάλλονται οἱ σεμνοὶ οὗτοι τῶν αἱρετικῶν ῥήτορες; Φάσκουσι γὰρ, ὅτι « Εἰ μὴ θεότης ἐστὶν ὁ Χριστὸς, πῶς τὸ πτύσμα αὐτοῦ τυφλὸν ἰάσατο; Πῶς τὸ δάκρυον αὐτοῦ τὸν Λάζαρον ἔγειρε; Πῶς ἐπὶ γῆς Σαμαρείτιδος διψήσας οὐκ ἔπιεν; Πῶς μετὰ τὴν νηστείαν τῶν τεσσαράκοντα ἡμερῶν πεινάσας, οὐκ ἔφαγεν; Ἀλλ᾽ οὐδὲ ὑπνώσαντα αὐτὸν, εἰ μὴ ἅπαξ ἐν τῷ πλοίῳ ἀκηκόαμεν, οὐδὲ πιόντα, ὡς ἔτυχε, δείκνυσι τὸ Εὐαγγέλιον. Ἀπερ ἅπαντα ἀπόδειξίς εἰσιν, ὅτι θεία γέγονε καὶ ἡ σὰρξ, καὶ οὐκ ἦν ἐν τοῖς ἀνθρωπίνοις ἰδιώμασι. Καὶ διὰ τοῦτο μία φύσις ὁ Χριστός.

Ἀπόκρισις ὀρθοδόξου. Εὔκαιρον ἡμῖν νῦν πρὸς ὑμᾶς εἰπεῖν τὸ, « Ὦ ἀνόητοι, καὶ βραδεῖς τῇ καρδίᾳ, τοῦ πιστεύειν οἷς ἐλάλησαν περὶ Χριστοῦ ἀπόστολοι, καὶ προφῆται. » Βουλόμενοι γὰρ, ὡς νομίζετε, θεότητα δεῖξαι ὅλον τὸν Χριστόν· αὐτῇ τῇ θεότητι αὐτοῦ καθάπερ Μανιχαῖοι καὶ Ἀρειανοὶ προσκρούετε, παθητὴν αὐτὴν καὶ τρεπτὴν ὡς τὰ κτίσματα δεικνύντες. Ἀμέλει γοῦν ὁ θεῖος καὶ πάνσοφος ἐν διδασκάλοις Μελίτων, ἐν τῷ περὶ σαρκώσεως Χριστοῦ λόγῳ τρίτῳ, λίαν ἐπιμέμφεται ἐξηγητὴν τὸν βουλόμενον ἐκ τῶν μετὰ τὸ βάπτισμα ὑπὸ Χριστοῦ πραχθέντων παραστῆσαι, ἢ πιστώσασθαι τὸ ἀληθὲς τῆς ψυχῆς, ἢ τοῦ σώματος αὐτοῦ, ἢ τῶν φυσικῶν καὶ ἀναμαρτήτων αὐτοῦ πραγμάτων, λέγω δὴ πείνης, δίψης, ὕπνου, δακρύου, πτύσματος, ἱδρῶτος, ἐκκρίσεως τῆς διὰ ῥινὸς, καὶ ἐκκρίσεως, καὶ ἀποβολῆς τῆς φθειρομένης καὶ πεττομένης βρώσεως καὶ πόσεως φυσικῶς. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ὁμοίως ἀδιαβλήτων καὶ φυσικῶν ἡμῖν ὄντων, τοῦτ᾽ ἔστι τῆς λύπης, καὶ ἀγωνίας, καὶ ἀθυμίας. Φησὶ γὰρ κατὰ Μαρκίωνος συντάττων ὁ θεόσοφος Μελίτων. Ἀπηρνεῖτο γὰρ καὶ ὁ Μαρκίων, καθάπερ Σευῆρός τε καὶ Γαϊανὸς, τὴν ἔνσαρκον Χριστοῦ οἰκονομίαν, τὰς αὐτὰς προτάσεις καὶ χρήσεις εὐαγγελικὰς, ἅσπερ καὶ νῦν οὗτοι πρὸς ἡμᾶς οἱ Μαρκίωνος τοῦ Ποντικοῦ μαθηταί. Πρὸς ὃν λίαν ἐχεφρόνως ὁ Μελίτων ἀπεκρίνατο φάσκων· « Ὡς οὐδὲ μία ἀνάγκη τοῖς νοῦν ἔχουσιν, ἐξ ὧν μετὰ τὸ βάπτισμα ὁ Χριστὸς ἔπραξε, παριστᾶν τὸ ἀληθὲς καὶ ἀφάνταστον τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος τῆς καθ᾽ ἡμᾶς ἀνθρωπίνης φύσεως. Τὰ γὰρ μετὰ τὸ βάπτισμα, φησὶν, ὑπὸ Χριστοῦ πραχθέντα, καὶ μάλιστα τὰ σημεῖα, τὴν αὐτοῦ κεκρυμμένην ἐν σαρκὶ θεότητα ἐδήλουν καὶ ἐπιστοῦντο τῷ κόσμῳ. Θεὸς γὰρ ὢν ὁμοῦ τε καὶ ἄνθρωπος τέλειος ὁ αὐτὸς, τὰς δύο αὐτοῦ οὐσίας ἐπιστώσατο ἡμῖν· τὴν μὲν θεότητα αὐτοῦ, διὰ τῶν σημείων ἐν τῇ τριετίᾳ τῇ μετὰ τὸ βάπτισμα· τὴν δὲ ἀνθρωπότητα αὐτοῦ, ἐν τοῖς τριάκοντα χρόνοις τοῖς πρὸ τοῦ βαπτίσματος. Ἐν οἷς διὰ τὸ ἀτελὲς, τὸ κατὰ σάρκα ἀπέκρυβε τὰ σημεῖα τῆς αὐτοῦ θεότητος, καίπερ Θεὸς ἀληθὴς προαιώνιος ὑπάρχων.

Σχόλιον. Σημειωτέον, ὅτι ψευδῆ εἰσι καὶ ἀπόβλητα τὰ λεγόμενα παιδικὰ θαύματα τοῦ Χριστοῦ. Καὶ οὐ πεποίηκε σημεῖον προφανῶς ἐν ἀνθρώποις ἐπὶ γῆς, ὥς φησι τὸ Εὐαγγέλιον πρὸ τοῦ σημείου τοῦ οἴνου τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας ἐν τῷ γάμῳ μετὰ τὸ αὐτοῦ βάπτισμα. Ἀλλὰ πᾶσαν ὅλην τὴν τριακονταετηρίδα, καθ᾽ ὁμοιότητα ἡμῶν κατὰ πάντα τρόπον ἐβίωσε, καὶ διῆξε δίχα μόνης τῆς ἁμαρτίας, καθ᾽ ἃ Παῦλος μαρτυρεῖ, καίπερ Θεὸς ὢν ἀληθὴς, καὶ πρὸ σαρκὸς, καὶ μετὰ σάρκωσιν.

Εἰ οὖν πεπείραται ὁ Χριστὸς, πάντων τῶν ἡμετέρων κατὰ πάντα τρόπον ἐπὶ τριάκοντα χρόνους, ὥς φησιν ὁ Παῦλος, μανθανέτωσαν οἱ αἱρετικοὶ, ὅτι τεχθεὶς ὁ Θεὸς ἐκ τῆς ἁγίας Παρθένου ἑκουσίως, φωνῇ μετὰ κλαυθμοῦ νηπιοπρεπῶς ἐδάκρυσεν ὡς ἄνθρωπος. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ παντὸς αὐτοῦ τοῦ ἐνιαυσιαίου, καὶ διετοῦς, καὶ τριετοῦς νηπιάζοντος χρόνου, Ἰησοῦς ὁ πεπειραμένος κατὰ πάντα τρόπον, καθ᾽ ὁμοιότητα ἡμῶν, μυριάκις ἔκλαυσε τὸν φυσικὸν καὶ νηπιώδη κλαυθμόν. Μυριάκις ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἔφαγε, καὶ ἔπιεν. Ἑκουσίως κατὰ τὴν τῆς φύσεως τῶν παίδων πεῖναν, καὶ δίψαν, ἐσθίων, καὶ πίνων. Μυριάκις ὕπνωσε κατὰ τὸν ὕπνον φυσικὸν καὶ ἀναμάρτητον. Μυριάκις ἔπτυσε, καὶ τὸ ῥευστὸν τοῦ σώματος ἔδειξε, καὶ διὰ ῥινῶν, καὶ διὰ στόματος. Μυριάκις ἐκοπίασεν ὑποτασσόμενος ἑκουσίως, καὶ δουλεύων ἐν τῇ τοῦ δούλου μορφῇ τοῖς ἑαυτοῦ γονεῦσιν, ὥς φησιν ὁ Λουκᾶς. Μυριάκις ἠγωνίασε καὶ ἐλυπήθη ὡς νήπιος χωρὶς πάθους καὶ ἀμαρτίας. Σῶμα γὰρ εἶχεν ὁ Χριστὸς ἁμαρτίας ἐλεύθερον, οὐ μὴν τῶν σωματικῶν ἀναγκῶν ἀπηλλαγμένον, καθ᾽ ἂ διδάσκει ὁ Χρυσόστομος Ἰωάννης ἐν τῇ εἰς τὸ κατὰ Ματθαῖον ἑρμηνείᾳ. Εἰ γὰρ ἀπηρνήσατο τὰς φυσικὰς καὶ ἀδιαβλήτους ἀσθενείας καὶ ἐνδείας τῆς ἡμετέρας φύσεως, ἅρα ἂν αὐτὴν τὴν φύσιν προαπηρνήσατο, καθ᾽ ἃ πάλιν καὶ τοῦτο ὁ αὐτὸς Χρυσόστομος ἡμῖν ὑπηγόρευσεν. Οὐκ οἴκοθεν δὲ ταῦτα ὁ θεόσοφος Πατὴρ ὑπηγόρευσεν, ἀλλὰ Παύλῳ μαθητεύσας καὶ ἐπόμενος. Ἀκήκοε γὰρ αὐτοῦ ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ λέγοντος·

« Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς, ἤγουν ὁ Χριστὸς, μετέσχε παραπλησίως τῶν αὐτῶν παθημάτων. » Λεγέτω μοι λοιπὸν ὁ αἱρετικὸς, ποῖά εἰσι τὰ παθήματα τῆς σαρκὸς τῶν νηπίων, τὰ φυσικὰ καὶ ἀδιάβλητα, ὧν ὁ Χριστὸς μετέσχεν, εἰ μὴ πεῖνα, καὶ δίψα, καὶ ὕπνος, καὶ κόπος, καὶ ὅσα ἄλλα πρὸ βραχέως ὁ λόγος ἠρίθμησεν; Ἐπήγαγε γὰρ εὐθέως ὁ Ἀπόστολος λέγων περὶ Χριστοῦ· « Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὥφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται. » Καὶ πάλιν μετὰ βραχέα φησίν· « Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειραμένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας. » Πεπειραμένον δὲ τίνος; πρόδηλον, ὅτι τῶν φυσικῶν ἡμῶν ἀδιαβλήτων ἀσθενειῶν, δι᾽ ἃς ἑκουσίως ἐνηνθρώπησεν. Ὅτ᾽ ἂν οὖν ἀκούσῃς Παύλου μαρτυροῦντος, ὅτι πεπείραται ὁ Χριστὸς τῶν τῆς φύσεως ἡμῶν ἀσθενειῶν κατὰ πάντα, χωρὶς μόνης τῆς ἁμαρτίας, μηκέτι λοιπὸν καθ᾽ ἡμῶν ἀγανακτήσῃς λεγόντων, ὅτι πεῖραν ἔσχεν ὁ Χριστὸς γεννηθεὶς πάντων τῶν νηπιακῶν καὶ φυσικῶν ἡμῶν τοῦ σώματος ἰδιωμάτων καὶ ἀμέμπτων παθημάτων. Διὰ γὰρ τοῦτο τὰς προκειμένας ἤγαγον μαρτυρίας, ἵνα μή μοι εἶπης, ὅτι Καὶ πόθεν δῆλον, ὅτι πεῖραν ἔσχεν ὁ Χριστὸς πάντων τῶν φυσικῶν ἡμῶν, καὶ καθαρῶν, καὶ ἀδιαβλήτων πραγμάτων, ἄνευ σπορᾶς καὶ ἁμαρτίας γενόμενος ἄνθρωπος;

Ὅρα γοῦν ὅτι καὶ αὐτὴ ἡ Θεομήτωρ, καὶ Θεοτόκος Μαρία, ἡ ἐκ Πνεύματος ἁγίου συλλαβοῦσα καὶ τεκοῦσα ἀσπόρως αὐτὸν Χριστὸν τὸν Θεὸν, Υἱὸν αὐτῆς, καὶ τέκνον αὐτῆς ὠνόμαζε πάντοτε αὐτὸν, ἕως τῆς αὐτοῦ ἀπὸ γῆς ἀναλήψεως, καίπερ ὁρῶσα αὐτὸν θεοσημείας ποιοῦντα, καὶ νεκροὺς ἀνιστάντα, ἀλλ᾽ ἐπειδὴ ἐν τῇ νηπιότητι αὐτοῦ καὶ πάσῃ τῇ τριακονταετηρίδι πρὸ τοῦ βαπτίσματος πεπειραμένον πάντων καθ᾽ ὁμοιότητα ἡμῶν εἶδεν αὐτὸν, τούτον χάριν υἱὸν αὐτῆς ὠνόμαζεν αὑτὸν, καίπερ Θεὸν ὄντα ἀληθινόν. Εἰ δὲ σκληρά σοι, καὶ βαρέα, καὶ ἄπιστα τὰ λεγόμενα φαίνεται, εἰπέ μοι, τί δήποτε μῦρα ἤγαγον ἐν τῷ τάφῳ Χριστοῦ αἱ γυναῖκες; Θεότης γὰρ ἡ εὐώδης καὶ ἄβρωτος οὐ χρήζει μύρων· ἀλλὰ τὸ ὑλικὸν καὶ φθορᾶς καὶ ἀποφορᾶς δεκτικὸν, δι᾽ ἢν καὶ Νικόδημος ἀνθρώπινόν τι λογισάμενος, μετὰ ἀλόης ἐσμύρνισε τὸ ἔνθεον Χριστοῦ σῶμα. Τοιγαροὖν ἔχοντες συνηγόρους ἡμῶν, καὶ μάρτυρας ἀψευδεῖς, τοὺς αὐτόπτας, καὶ ὑπηρέτας, καὶ συγχρόνους τοῦ Χριστοῦ κατὰ σάρκα γενομένους, τούτοις μᾶλλον, καὶ οὐκ ἄλλοις πειθαρχήσομεν. Οὗτοι γὰρ ἡμῖν καταγγέλλουσι τὴν ὑπομάζιον τοῦ Ἰησοῦ γέννησιν, τὴν γαλούχησιν, τὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν, τοῦ μικροφυοῦς τοῦ μεγάλου Θεοῦ παλαιστημαίου μεγέθους τοῦ σώματος, τὸ δάκρυον, τὸ νηπιῶδες, τὸν ὕπνον, τὴν ἀφθεγξίαν τοῦ στόματος, « πρὸ τοῦ γινώσκειν τὸ παιδίον καλεῖν πατέρα, ἢ μητέρα, » ὡς Ἡσαῖας φησί· τὴν κατὰ πρόσβασιν τῶν τριχῶν, καὶ ὀνύχων, καὶ τῶν μελῶν αὔξησιν· τὴν καθ᾽ ἡμέραν τῆς τοῦ σώματος μορφῆς τρανοτέραν μόρφωσιν· τὴν κατὰ πρόσβασιν ἐξ ἀδυναμίας παιδικῆς τῶν νεύρων, καὶ ὀστῶν, καὶ χειρῶν, καὶ ποδῶν στερέωσιν· τὴν μετὰ χρόνον τῶν ὀδόντων κατὰ φύσιν βλάστησιν· τὴν μετὰ τὸ γάλα στερεωτέρας βρώσεως μετάληψιν· τὴν χειρακρατουμένην διδαχὴν τοῦ περιπάτου.

Εἰ δὲ ἐπὶ τοῖς λεγομένοις, ὁ αἱρετικὸς, ἀγανακτεῖς, καὶ φρίττεις, τί λοιπὸν δράσεις, εἰ ἀκούσῃς σαρκὸς, καὶ αἵματος ὀκτωημέρου περιτομῆς ἐκκοπὴν, καὶ ἀποβολὴν ἀπὸ Χριστοῦ γενομένην; Ἡ πάλιν, τριχῶν καὶ ὀνύχων αὐτῶν οὐσιωμένων διάφορον κουρὰν, καὶ ἀπόῤῥιψιν; Νόμος γὰρ Θεοῦ διατάττεται Ἰουδαίοις, κείρεσθαι, καὶ μὴ τρέφεσθαι πλοκάμους. Ἑκὼν δέ σοι πάρειμι σιγήσων, τὴν τῶν θρόμβων τοῦ αἵματος, καὶ τῆς πλευρᾶς εἰς γῆν ἐξ Ἰησοῦ κατάρρυσίν τε, καὶ ἐξ ἐνυποστάτου σαρκὸς Θεοῦ ἀφαίρεσιν. Ἴσως δέ σε μηδὲ τοῖς Εὐαγγελίοις πιστεύειν μαρτυροῦσιν, ὅτι « προέκοπτεν ὁ Ἰησοῦς σοφίᾳ, » καὶ ἡλίκιᾳ τὴν νηπιώδη καταλιπὼν, καὶ πρὸς τὴν παιδιώδη, καὶ μειρακιώδη, καὶ πρὸς ἔφηβον, καὶ ἔννομον, καὶ τελείαν, μεθιστάμενος ἡλικίαν. Εἰ γὰρ μὴ κατὰ νόμον τὸν φυσικὸν κατεδέξατο ἑκουσίως τὰ τῆς φύσεως τοῦ σώματος, ἀδιάβλητα μάλιστα πρὸ τοῦ βαπτίσματος, διὰ τί, Θεὸς ὢν παντοδύναμος, μὴ εὐθέως, ἡνίκα ἐτέχθη, ἐπὶ τῆς φάτνης ἐλάλησε; διὰ τί εὐθέως τεχθεὶς οὐκ ἐπεριπάτησε; Τίνος χάριν μὴ εὐθέως πατέρα καὶ μητέρα ἐκάλεσε; διὰ τί εὐθέως μὴ ὀδόντας, καὶ τρίχας, καὶ τὰ λοιπὰ μέλη τὰ τοῦ σώματος, πεπληρωμένα ἐτέχθη ἔχων; διὰ τί δὲ μὴ, καὶ μορφήν τινα κρείττω, καὶ λαμπροτέραν τῆς ἀνθρωπίνης μορφῆς ἠμφιέσατο; Εἰ γὰρ ταῦτα πεποίηκεν εὐθέως ἂν ἐγίνωσκον, καὶ οἱ γονεῖς, καὶ ὁ κόσμος, ὅτι Θεός ἐστι, καὶ οὐκ ἄνθρωπος. Καὶ εἰ τοῦτο ἔγνων, οὐκ ἂν αὐτὸν υἱὸν ἴδιον ἐκάλουν· οὐκ ἂν αὐτὸν ὑποτάσσεσθαι αὐτοῖς, καὶ δουλεύειν κατεδέξαντο· μᾶλλον δὲ, ὥς φησιν ὁ Βατανεώτης ὁ Νεαρὸς, εἰ ὑπὲρ ἄνθρωπον ἄνθρωπος πιστευθῆναι ἠβούλετο ὁ Ἰησοῦς, διὰ τί μὴ μᾶλλον συνήγαγεν ἐκ πάντων τῶν ἐθνῶν ἐν τῇ Σιὼν Ἰουδαίους, καὶ Ἐλληνας, ὥσπερ ἐπὶ τῇ Πεντηκοστῇ πεποίηκε; Καὶ οὖτως ὁρώντων πάντων κατῆλθεν ἐξ οὐρανοῦ ἄνθρωπος, ὥσπερ μέλλει κατέρχεσθαι τῇ δευτέρᾳ παρουσίᾳ αὐτοῦ· καὶ ὥσπερ ὥφθησαν πᾶσιν αἱ γλῶσσαι αἱ τοῦ πυρὸς, καὶ ὥσπερ ὅλου τοῦ Ἰσραὴλ θεωροῦντος κατῆλθεν ἐν εἴδει πυρὸς, ἐπὶ τοῦ Σινᾶ ὄρους, καὶ θεωρήσας ἐπίστευσεν ὁ λαός.

Ταῦτα δὴ καὶ Ἀμμώνιος ὁ Ἀλεξανδρεὺς πρὸς τὸν Ἀλικαρνασσέα γράφων φησὶν, ὅτι εἰ ὑπὲρ ἄνθρωπον κατὰ πάντα τρόπον ἠβούλετο ὁ Χριστὸς γνωρισθῆναι τὸ σῶμα αὐτοῦ, τί ὅλως ἦν χρεία γυναικὸς, καὶ μήτρας Μαρίας; Τίς ἦν χρεία ἐννεαμηνιαίου ἐν γαστρὶ οἰκήσεως; Ὁ γὰρ τὸν Ἀδὰμ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας, ἄνευ γυναικὸς καὶ μήτρας, καὶ τόκου, ἠδύνατο καὶ ἑαυτῷ κατασκευάσαι ἄνθρωπον, καὶ οἰκῆσαι εἰς αὐτὸν καὶ ἐπιδημῆσαι ἐν τῷ κόσμῳ. Πάλιν τε εἰ μὴ ὁμοιωθῆναι ἡμῖν ἠβούλετο κατὰ τὴν σάρκα, δίχα μόνης τῆς ἁμαρτίας, κατὰ πάντα τρόπον, διὰ τί μὴ ἀστρῷον σῶμα ἠμφίεστο; ἢ ἡλιόμορφον; ἢ κρυσταλλοειδὲς, καὶ λάμπον, οἷον ἦν τὸ πρόσωπον τοῦ Ἀδὰμ, ὅτε γέγονε; καὶ τὸ πρόσωπον Μωσέως, ἐν τῷ ὄρει Σινᾶ; ὡς γὰρ Θεὸς αὐτῶν ὑπάρχων λαμπροτέραν ἐκείνων μορφὴν ἐνδείξασθαι καὶ ἔχειν ὀφείλει, πρὸς τὸ πιστωθῆναι τῷ κόσμῳ ὅτι Θεὸς ὑπάρχει. Διὰ τί δὲ οὐχ ὡράθῃ καὶ συνανεστράφη, ὡς ὡράθη καὶ συνανεστράφη τῷ Ἀδάμ; μὴ ἐσθίων, μὴ πίνων, μὴ κοιμώμενος, μὴ κοπιῶν, μὴ πτύων, μὴ δακρύων, μὴ πάσχων; Ὁ γὰρ τὸν Ἀδὰμ μὴ πτοήσας, μηδὲ καταπλήξας ἐν τῷ συνδιάγειν αὐτῷ, ἠδύνατο καὶ ἡμῖν ὁμοίως ἐπιφανῆναι, καθὰ πάλιν καὶ τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, πρόσωπον πρὸς πρόσωπον ὡράθη, καὶ οὐκ ἐπάταξεν αὐτόν. Ὁμοίως καὶ οἱ προφῆται, καὶ ὁ Ναβουχοδονόσωρ, καὶ Μωσῆς, καὶ ἄλλοι μυρίοι ὀπτασίαν δίχα σώματος ἑωράκασι Θεοῦ. Οὐ μόνον δὲ ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις ὄψεται Χριστὸν ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ· καὶ τοῖς ἀποστόλοις δὲ ἐν ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ ὧν μετὰ τὴν ἀνάστασιν συνηυλίσθη ἐπὶ ἡμέρας τεσσαράκοντα· διὰ τί οὖν μὴ ἀγγελικῇ φύσει ἐπεφάνη τῷ κόσμῳ, ἀλλὰ φθαρτῇ, καὶ θνητῇ, καὶ ῥευστὴ σαρκί;

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Ὅτι γὰρ εἰ ὤφθη Χριστὸς κρείττονά τινα, καὶ παράδοξον μορφὴν ἔχων, εὐθέως ἐπιστεύετο, ὅτι Θεὸς ὑπάρχει· ἐκ Γραφικῆς ἱστορίας τὸ λεγόμενον παραστῆσαι πειράσομαι. Ποιήσας ὁ Θεὸς τὸν Ἀδὰμ, κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, ἐνέθηκεν εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τοῦ ἐμφυσήματος τὴν χάριν, καὶ ἔλλαμψιν, καὶ ἀκτῖνα τοῦ παναγίου Πνεύματος, εἶτα διὰ τῆς παρακοῆς, καὶ τῆς ἁμαρτίας ἀποσβεσθείσης τῆς τοιαύτης χάριτος ἐκ τοῦ προσώπου αὐτοῦ, ἐγέννησε τὸν Κάϊν, ἐγέννησε τὸν Ἄβελ Μετὰ δὲ τούτους, ἄκουσον τί φησιν ἡ Γραφή. « Ἔζησε δὲ Ἀδὰμ ἔτη διακόσια, καὶ τριάκοντα, καὶ ἐγέννησεν υἱὸν, κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, » τοῦτ᾽ ἔστιν, οἵαν εἶχεν ἀπ᾽ ἀρχῆς, ὅτε γέγονεν ὑπὸ Θεοῦ εἰκόνα, καὶ ἔλλαμψιν ἐπὶ τοῦ προσώπου αὐτοῦ, « Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, » τοῦτ᾽ ἔστιν ἐξανάστασις· ἐπειδὴ εἶδεν ἐν αὐτῷ ἀνακαινισθεῖσαν τὴν ἀρχαίαν καὶ παράδοξον ἐκείνην ἐπὶ τοῦ προσώπου μορφὴν, καὶ χάριν, καὶ ἔλλαμψιν τοῦ παναγίου Πνεύματος, ἢν θεασάμενοι ἐπὶ τοῦ προσώπου τοῦ Σὴθ, ἅπαντες οἱ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἄνθρωποι, εὐθέως προσηγόρευσαν αὐτὸν θεόν· καὶ διὰ τοῦτο περὶ τῶν υἱῶν αὐτοῦ εἶπεν ἡ Γραφὴ, ὅτι « Ἰδόντες οἱ υἱοὶ τοῦ Σὴθ, τὰς θυγατέρας τῶν ἀνθρώπων, » τὰς ἐκ τοῦ γένους τοῦ Κάϊν, ἔλαβον ἑαυτοῖς γυναῖκας· μετεῖχον γὰρ καὶ αὐτοὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, ἕως εἶπεν ὁ Θεὸς, ὅτι « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. » Μέντοιγε ὁ Σὴθ ἐπὶ ἐννεακοσίους πέντε χρόνους διέμεινεν ἐν μέσῳ τῶν ἀνθρώπων, ἔχων τὴν τοιαύτην παράδοξον τοῦ προσώπου μορφὴν, ὀνομαζόμενος ὑπὸ πάντων θεός. Καὶ ὁ Ναβουχοδονόσωρ δὲ τὴν παράδοξον ὄψιν τοῦ τετάρτου, υἱὸν Θεοῦ ἐκάλεσεν. Καὶ ὁ Μανωὲ τὴν ἐξαίρετον τοῦ ἀγγέλου μορφὴν, Θεὸν προσηγόρευσεν. Ὁμοίως καὶ ὁ Ἰακὼβ, τὴν ξένην τοῦ παλαίσαντος αὐτῷ ὄψιν Θεὸν ὠνόμασε. Καὶ ἡ ἐγγαστρίμυθος παραδόξους μορφὰς θεασαμένη θεοὺς αὐτοὺς προσηγόρευσε. Καὶ Μωσῆς δὲ ἐπὶ τεσσαράκοντα χρόνους διέμεινεν ἐν ἐκείνῃ τῇ παραδόξῳ τοῦ προσώπου μορφῇ.

Καὶ τίνος χάριν ὁ πάντων τούτων τὰ πρόσωπα οὕτω δοξάσας Χριστὸς, οὐκ ἔδειξε τοῖς ἀνθρώποις ἐν ἑαυτῷ τοιαύτην μορφὴν, ὅπως πιστωθῇ, ὅτι Θεὸς ὑπάρχει ἀληθῶς, καὶ τούτου χάριν κρείττονα παρὰ τὴν ὑλικὴν, καὶ γηγενῆ, καὶ φθαρτὴν ἔχει μορφήν; Ἀλλ᾽ « ἐταπείνωσε, καὶ ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου ἑκουσίως λαβών. » Ὅθεν καὶ ἐν αὐτῇ τῇ ταπεινώσει ταπεινοτέρως ἐταπείνωσεν ἑαυτόν· οὐ γὰρ υἱὸς βασιλέως ἐπὶ γῆς γέγονεν, οὐχ υἱὸς ἀρχιερέως, οὐχ υἱὸς δυνάστου, οὐ μητρὸς βασιλίδος· ἀλλὰ γονέων πτωχῶν, κώμης οἰκτρᾶς Ναζαρέτ, οὐ μητροπόλεώς τινος, οὐ τῆς Ἱερουσαλὴμ, ἀλλὰ τόπου πτωχοῦ. Ἰωσὴφ πτωχὸς, ἡ τούτου τέχνη οἰκτρὰ, ὁ βίος αὐτῶν πτωχός. Ὅθεν, καὶ ἐν Βηθλεὲμ οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι, οὔτε μὴν πλῆθος δούλων, καὶ ζώων, καὶ ἡμιόνων. Διὸ καὶ πᾶσα ἡ ἐπὶ γῆς τοῦ Χριστοῦ διατριβὴ, ἐν πτωχείᾳ καὶ πεζοπορίᾳ γέγονεν· ὁ Κύριος τοῦ οὐρανοῦ, καὶ τῆς γῆς ἀδούλευτος ὦν, οἶκον ἐξ οἴκου μετερχόμενος, καὶ ξενοδοχούμενος, καὶ ἐκ τῶν συνακολουθούντων αὐτῷ γυναικῶν τρεφόμενος, ὁ πᾶσι τὴν ζωὴν καὶ τὴν τροφὴν χαριζόμενος. Ταῦτα δὲ πάντα τὰ πτωχοπρεπῆ οὐκ ἀσκόπως ὁ Χριστὸς πεποίηκεν· ἀλλ᾽ ἐπειδὴ δι᾽ ὑψηλοφροσύνης ἔπεσεν ὁ ἄνθρωπος, νομίσας γενέσθαι θεὸς, τούτου χάριν, διὰ πολλῆς καὶ ἀφάτου ταπεινοφροσύνης πεποίηκεν ὁ Χριστὸς πάντα τὰ τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ, ἐπὶ τοσοῦτον ταπεινώσας ἑαυτὸν, ὥστε καὶ αὐτὰ αὐτοῦ τὰ ἐντάφια ἱμάτια, οὐκ ἐξ οἰκείων γονέῶν, ἀλλὰ ἐκ τοῦ Ἰωσὴφ ἐκομίσατο ἑκουσίως.

Διὸ ἐπιγνόντες τὸν σκοπὸν τῆς ἑκουσίου Χριστοῦ ταπεινώσεως, ὅτι ἑαυτὸν ἐκένωσε, καὶ ἐπτώχευσεν, ἵνα τὴν ὑπερηφανίαν τοῦ ἐχθροῦ καταργήσῃ, μὴ δειλιάσωμεν μετὰ Παύλου εἰπεῖν, ὅτι « Πεπείραται Ἰησοῦς πάντων τῶν ἡμετέρων παθημάτων δίχα μόνης τῆς ἁμαρτίας. » Καὶ μάλιστα ἔχοντες τὰς προειρημένας αὐτοῦ πρὸ τοῦ βαπτίσματος παραστάσεις, καὶ τὰς νηπιώδεις, ἕως εἰς ἄνδρα τέλειον, αὐξήσεις, τὰς πείνας, τὰς δίψας, τοὺς κόπους, τὰ δάκρυα, καὶ τὰ λοιπὰ, τὰ καθ᾽ ἡμᾶς, ἅτινα τοῖς αἱρετικοῖς ἀντιτιθέντες, λέγω δὴ, ἅπερ ἐν τοῖς τριάκοντα χρόνοις καθ᾽ ἡμᾶς ἑκουσίως διεπράξατο· μηκέτι περὶ ὧν μετὰ τὸ βάπτισμα ὁ Χριστὸς ἐπεδείξατο ἀνθρωπίνων ζυγομαχήσωμεν. Μὴ περὶ ὕπνου, μὴ περὶ βρώσεως, ἢ πόσεως, ἢ κόπου, ἢ δακρύων, ἢ λύπης, ἢ ἀγωνίας, ἢ ἑτέρου τινὸς ὑλικοῦ. Ἵνα γὰρ καὶ μηδὲν ὅλως ἀνθρώπινον διεπράξατο μετὰ τὸ βάπτισμα ἐν τοῖς τρισὶ χρόνοις, μήτε ἔφαγε, μήτε ἔπιε, μήτε ὕπνωσε, μήτε ἐκοπίασε, μήτε ἔπτυσε, μήτε ἔκλαυσεν, ἀρκοῦσιν ἡμῖν εἰς τὸ βεβαιῶσαι τὸ ἀληθὲς τῆς αὐτοῦ ἀνθρωπότητος, πάντα, ὅσα ἔπραξε καθ᾽ ἡμᾶς ἐν τοῖς τριάκοντα χρόνοις τοῖς πρὸ τοῦ βαπτίσματος, νόμος γάρ ἐστιν ἐξ ἀποστολικῶν κανόνων, ὁ ἐπιτρέπων τῆς τῶν πλειόνων μαρτυριῶν, ἢ χρήσεων εἶναι τὴν ψῆφον ἐπὶ παντὶ ζητήματι, καὶ δόγματι συντείνοντι εἰς Χριστόν.

Πλὴν τῷ ἐπεσκεμμένως ἐγκύψαντι τοῖς ἁγίοις Εὐαγγελίοις, πτωχότερα, καὶ εὐτελέστερα, καὶ ἀτιμότερά εἰσιν, ἅπερ Χριστὸς πέπονθε, καὶ ἔπραξεν ἑκουσίως μετὰ τὸ βάπτισμα αὐτοῦ, ὑπὲρ πάντα, ὅσα πεποίηκεν ἀνθρώπινα καθ᾽ ἡμᾶς πρὸ τοῦ βαπτίσματος αὐτοῦ· καίπερ Θεὸς ὦν ἀληθινὸς, καὶ πρὸ σαρκὸς, καὶ μετὰ σάρκωσιν. Τί γὰρ, εἰπέ μοι, τούτου πτωχότερον ἐπὶ Θεοῦ, ἢ εὐτελέστερον, ἢ ἀτιμότερον, ὅτι ὁ Ποιητὴς οὐρανοῦ καὶ γῆς, « τὸ ἀπαύγασμα τῆς ὄνξης τοῦ Πατρὸς, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, » ὁ ὢν Θεὸς ἐπὶ πάντων, ὁ ὁμοούσιος καὶ ὁμόδοξος Λόγος τοῦ Πατρὸς, ὁ συναϊδιος τοῦ παναγίου Πνεύματος, ὁ ἄκτιστος, ὁ ἄτρεπτος, ὁ αὐτόφωτος, Υἱὸς ὁ μονογενὴς, ἐθελοντὶ ὑπὸ ἀνόμων, σὺν ἀνόμοις, ὡς ἄνομος σαρκὶ εἰς θάνατον ἀπάγεται ἄτίμον, ὡς κακοῦργος, νυκτὶ συλλαμβανόμενος, δεσμούμενος, ῥοπιζόμενος, ἐκδυόμενος, ἐμπτυόμενος, κολαφιζόμενος, φραγελλούμενος, ἐπὶ ξύλου γυμνὸς προσηλούμενος, ὡς κατάκριτος, τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν πλευρὰν κεντούμενος, καὶ τὴν ἐκδίκησιν ἐαυτοῦ μὴ ποιούμενος, καίπερ ὡς Θεὸς πάντα δυνάμενος, ἀλλ᾽ ὡς πρόβατον ἡσύχως τὸν ὑπὲρ ἡμῶν θάνατον καταδεχόμενος. Τότε ὡς ἀληθῶς ἐπειρά[σ]θη, καθ᾽ ὁμοιότητα ἡμῶν, ἐν ἀληθείᾳ νεκρὸς γενόμενος. Τότε καθ᾽ ὁμοιότητα ἡμῶν εἴδομεν τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦτ᾽ ἔστιν, ὑπὲρ τοὺς λοιποὺς καταδίκους ἀνθρώπους. Τότε ἀληθῶς ἐν ὁμοιώματι ἀνθρώπων νεκρῶν νεκρὸς σαρκὶ ὁ Θεὸς γέγονεν· ἐν ὁμοιώματι ἀνθρώπου ἐν τάφῳ κατ[ετ]έθη· καὶ εἴδομεν αὐτὸν νεκρὸν κείμενον, ἔνθεον, κεχωρισμένον ψυχῆς, σῶμα νεκρὸν ἀληθῶς ἄψυχον, ἄλαλον, ἄπνουν, μὴ λαλοῦν, μὴ κινούμενον, μὴ ὁρῶν, μὴ μεθιστάμενον, μὴ διδάσκον, μὴ αἰσθανόμενον, ἀλλὰ νεκρὸν ἀληθῶς σῶμα Θεοῦ, ὡς πάντες νεκροὶ, καὶ εἰδότες τὸ ὅραμα, καὶ θέαμα τὸ μέγα τοῦτο τῆς θεοσώμου νεκρώσεως ἐξεθαμβήθημεν· καὶ ἀναλαβόντες τὰς προειρημένας φωνὰς, ἃς καθ᾽ ἡμῶν προφέρειν νομίζουσιν οἱ αἱρετικοὶ ἀτενίζοντες τῷ παναγίῳ Χριστοῦ σώματι, πρὸς αὐτοὺς διαποροῦντες εἴπομεν· Εἰ ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα καὶ τὸ σῶμα αὐτοῦ γένηται Λόγος, πῶς τὸ πρὸ βραχέως λαλοῦν ἐν τῷ σταυρῷ Χριστοῦ σῶμα, νῦν ἐν τῷ τάφῳ οὐ λαλεῖ λόγον, καίπερ ἔχον ἐν ἑαυτῷ τὸν ἀσίγητον Θεὸν Λόγον; Εἰ γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ὑπέμεινε τὴν νέκρωσιν, καὶ εἰ ἐν πᾶσι τοῖς φυσικοῖς ἡμῶν ὑπὲρ φύσιν ἦν, πῶς κατὰ τὴν φύσιν ἡμῶν χωρισμὸν ψυχῆς κατεδέξατο; καὶ εἰ τοιοῦτο γέγονε τὸ σῶμα, οἷος ὁ θεώσας αὐτὸ Θεὸς Λόγος, πρόδηλον, ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀθάνατον ἦν ἐν τῷ μνήματι, ὥσπερ ὁ Θεὸς Λόγος, καὶ δοκήσει, καὶ φαντασίᾳ ὡρᾶτο νεκρόν. Καὶ εἰ ὡς σταγὼν ὅξους συνανεκράθη ἡ σὰρξ τῷ πελάγει τῆς θεότητος, καὶ οὐκέτι ἦν μετὰ τὴν ἕνωσιν ἐν οἵῳ δήποτε ἰδιώματι ἀνθρώπων, ἢ φάσμα, καὶ σκιὰν εἴλησεν ὁ Νικόδημος καὶ Ἰωσὴφ τὰς ὀθόνας, καὶ τέθεικεν ἐν τῷ τάφῳ, ἢ πάλιν πέλαγος μόνης θεότητος εἴλησε σινδόνι, καὶ κατέκλεισε δεσμήσας. Εἰ δὲ θεότητος φύσις περιεγράφετο ἐν τῷ μνήματι, μεταστοιχειώσασα τὸ σῶμα, καὶ ἀλλοιώσασα πρὸς τὴν οἰκείαν φύσιν· πῶς ὁ διδοὺς τῷ ἀψύχῳ οὐρανῷ φωνὴν βροντῆς, οὐ δέδωκε καὶ τῷ νεκρῷ καὶ ἀψύχῳ αὐτοῦ σώματι φωνὴν ἐν τῷ μνήματι; Πῶς ὁ κινῶν ἄψυχον γῆν ἐκ θεμελίων, οὐκ ἐσάλευσε τὴν ἄψυχον αὐτοῦ σάρκα ἐν τῷ μνήματι; Πῶς ὁ ἀνοίξας τὰ στόματα τῶν ἀψύχων τάφων, οὐκ ἤνοιγε τὸ στόμα αὐτοῦ ἐν τῷ τάφῳ; Εἰ γέγονε τῇ θεώσει, καὶ τὸ σῶμα Χριστοῦ θεότης, πῶς οὐ θεωρεῖ καὶ βλέπει, ὡς ἡ θεότης ἡ τὰ πάντα θεωροῦσα, ἀλλὰ κεκλεισμένον ἔχει τὸ ὅμμα, τὸ σῶμα, τὸ ἔχον ἐν ἑαυτῷ τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον; Πῶς οὐ ζῇ τὸ ἔχον ἔνδον τὴν τοῦ κόσμου ζωήν; Πῶς οὐκ ἀναπνεῖ ἀχώριστον ὃν τῆς πάντων πνοῆς, καὶ ζωῆς Θεοῦ; Καὶ γὰρ δυνατωτέρα καθ᾽ ὑπερβολήν ἐστιν ἡ δύναμις, καὶ ἡ ἐνέργεια τοῦ Θεοῦ Λόγου τοῦ ἐν αὐτῷ, ὑπὲρ τὴν δύναμιν καὶ ἐνέργειαν τῆς ψυχῆς, τῆς χωρισθείσης ἐξ αὐτοῦ, ἡνίκα εἶπεν ἐν τῷ σταυρῷ· « Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. »

Εἰ οὖν καινοτομήσας τὴν φύσιν, ἐκαινοτόμησε καὶ πάντα τὰ φυσικὰ τῆς φύσεως, καὶ οὐ κατὰ ἄνθρωπον ἔδρασέ τι τῶν ἀνθρωπίνων, ἐχρῆν αὐτὸν, καὶ τὴν τοῦ σώματος νέκρωσιν μὴ καθ᾽ ἡμᾶς διαπράξασθαι. Εἰ δὲ κατὰ ἀλήθειαν ἀληθῆ θάνατον Χριστοῦ καταγγέλλετε, καὶ ἀληθῆ ψυχῆς ἀπὸ σώματος διάζευξιν, καὶ ἀψευδῆ ἐν τάφῳ τριήμερον νέκρωσιν, καὶ σώματος θνητοῦ ἀφωνίαν, καὶ ἀβλεψίαν, καὶ ἀκινησίαν ἀφαντασίαστον, γνῶτε σαφῶς, ὦ τῶν αἰρέσεων παῖδες, ὅτιπερ καὶ μετὰ τὴν ἕνωσιν ἑκουσίως, οὐ πάντα τὰ καθ᾽ ἡμᾶς ὑπὲρ ἡμᾶς ἔπραξεν ὁ Χριστός. Οὐδὲ τοιοῦτον αὐτοῦ γέγονε τὸ σῶμα, οἷος καὶ ὁ θεώσας αὐτὸ Λόγος, ἀπερίγραπτον, καὶ ἀόρατον, καὶ ἄκτιστον, καὶ ἄναρχον· οὐδὲ ὡς σταγὼν ὄξους, καὶ ἀνεκράθη, καὶ ἠλλοιώθη, καὶ μετεβλήθη, εἰς ἀπερίγραπτον, ὁμοούσιον πέλαγος θεότητος· ἀλλ᾽ ἐν ἰδιότητι κατὰ φύσιν, καὶ μετὰ τὴν ἕνωσίν εἰσιν, Ἡ μὲν θεότης ἀόρατος, τὸ δὲ σῶμα ὁρατὸν, καὶ περίγραπτον, καὶ κτιστόν.

Ταῦτά μοι φύλαττε, ὁ πιστὸς, ἐν καιρῷ τοῦ πρὸς ἀλλοφύλους πολέμου, ὥσπερ ῥομφαίαν ἀντίστομον κρατῶν, τὸν σταυρὸν τοῦ Χριστοῦ, καὶ τὸν τάφον. Καὶ ὁπότε τὰς πολυπλόκους αὐτῶν προβάλλονται τῆς θεοπασχίας φλυαρίας, ἄγαγε αὐτοὺς ἐπὶ τὸν προκείμενον σταυρόν· κἀκεῖ κεντήσας τούτους ἀπόσφαξον. Ὅτε δὲ τὴν φαντασίαν, καὶ τὴν ἄρνησιν τῆς καθ᾽ ἡμᾶς φύσεως ἐν Χριστῷ δογματίζουσι, φέρε αὐτοὺς ἐπὶ τὸν Δεσποτικὸν τάφον, κἀκεῖ αὐτοὺς θανατώσας, τῷ ἄδῃ παράπεμψον.

· Contents ·