Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

14. Ammonius of Alexandria against the Monophysites

ΚΕΦΑΛ. ΙΔ΄. Ἀμμωνίου Ἀλεξανδρέως κατὰ Μονοφυσιτῶν.

Καὶ γὰρ καὶ ὁ περὶ πάντα πολυπειρότατος τῶν ἐξηγητῶν Ἀμμώνιος ὁ Ἀλεξανδρεὺς τούτῳ τῷ τρόπῳ τὸν Ἀλικαρνασσέα χειρωσάμενος ἐθανάτωσεν. Ἀναλαβὼν γὰρ, καὶ προσποιησάμενος τὸ τοῦ Σαμωσατέως πρόσωπον, ὡς εἶδεν τὸν Ἰουλιανὸν εἰς δόκησιν καὶ φαντασίαν τρεπόμενον, καὶ ἄνω καὶ κάτω θεωθεῖσαν, καὶ ἀποθεωθεῖσαν, καὶ τραπεῖσαν, καὶ ὡς σταγόνα ὄξους πρὸς τὸ πέλαγος τῆς θεότητος λέγοντα ἀλλοιωθεῖσαν τὴν ἁγίαν σάρκα τοῦ Χριστοῦ, ὡσανεὶ διαπριόμενος, καὶ διαπληκτιζόμενος ἐπὶ τῇ ἀθετήσει τῆς ἀληθείας, ὁ ἱερὸς Ἀμμώνιός φησιν πρὸς τὸν Ἰουλιανὸν, ὅτι μὲν Θεὸς ἀληθὴς ὁ Χριστὸς. ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ θεῖον ὄντως αὐτοῦ τὸ ἅγιον σῶμα τῇ θεώσει, καὶ ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, παντί που δῆλον. Ὁ γὰρ μὴ οὕτω φρονῶν, ξένος, καὶ ἀλλότριός ἐστι τῆς ἁγίας θεότητος αὐτοῦ. Ὅμως διὰ τὴν πολλὴν καὶ φιλόνεικον ὑμῶν ζυγομαχίαν, τῶν ἀρνουμένων τὴν ἀνθρωπίνην φύσιν τοῦ Χριστοῦ, ἰδοὺ οἰκειοῦμαι, καὶ ἀναλαμβάνω προσώπον τοῦ Σαμωσατέως, ἢ μᾶλλον ἀπίστου Ἰουδαίου Φίλωνος τοῦ φιλοσόφου· καὶ οὗτος γὰρ πρὸς Μνάσωνα τὸν ἀποστολικὸν μαθητὴν, ἀντίῤῥησιν τότε περὶ τῆς Χριστοῦ ποιούμενος θεότητος, διχρῶτα τὸν Μνάσωνα λέγων. Τίς, καὶ ποία, καὶ πόθεν ἡ ἀπόδειξις, ὅτι Θεὸς ὁ Χριστός; Κᾶν γὰρ τὸ ἄσπορον, φησὶ, τοῦ τόκου αὐτοῦ τοῦ ἐκ Παρθένου εἴπῃς, τιμιωτέρα, καὶ παραδοξοτέρα ἐστὶν, ἡ τοῦ Ἀδὰμ γένεσις, αὐτοχείρως ὑπὸ Θεοῦ διαπλασθεῖσα, καὶ θείῳ ἐμφυσήματι ψυχωθεῖσα, καὶ καθαρωτέρως τῆς ἐν μήτρᾳ γυναικείᾳ, καὶ κόπρῳ, καὶ βρόμῳ, καὶ ῥύπῳ ἐννεαμηνιαίας κατοικήσεως τοῦ Ἰησοῦ γεγενημένη. Κἂν τὰ σημεῖα, ἅπερ ἐποίησε μετὰ τὸ βάπτισμα αὐτοῦ εἴπῃς, κἀγώ σοι λέγω, ὅτι οὐδεὶς ἐπὶ γῆς ἐποίησε σημεῖα καὶ τέρατα ἐπὶ χρόνους τεσσαράκοντα, οἷα ἐποίησε Μωσῆς. Κἂν μοι πάλιν δείξῃς τὸν Ἰησοῦν ἐγείροντα νεκρόν· ἀλλ᾽ ὁ προφήτης Ἰεζεκιὴλ ἀνέστησεν ἐκ τῶν ξηρῶν ὀστέων πλῆθος ἀμέτρητον παρεμβολῆς νεκρῶν ἀνθρώπων. Καὶ αὐτὸς δὲ Ἰησοῦς εἶπεν, ὅτι μείζονα αὐτοῦ ποιήσουσί τινες ἄνθρωποι σημεῖα.

Εἰ δὲ φάσκετε πρὸς ἡμᾶς, ὅτι ὡς Θεὸς ἀνελήφθη εἰς οὐρανοὺς ὁ Ἰησοῦς, μάλιστα μὲν ὁ προφήτης Ἠλιοὺ ἐνδοξοτέρως ἀνελήφθη ἐν ἅρματι πυρὸς, καὶ ἴπποις πυρός. Ὥστε μείζω πάσης ὑμῶν βλασφημίας ἐστὶ, τὸ ὀνομάζειν Θεὸν οὐράνιον τὸν Ἰησοῦν· καὶ γὰρ καὶ ὁ Θεὸς αὐτὸς πρὸς Μωσέα εἴρηκεν, ὅτι « Οὐκ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. » Καὶ ἡ ἡμετέρα δὲ Γραφὴ μαρτυρεῖ, ὅτι « Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Θεὸν εἶδεν ἀνθρώπων οὐδεὶς, οὔτε ἰδεῖν δύναται. » Καὶ πῶς οὐκ αἰδοῦνται Χριστιανῶν κήρυκες λέγοντες Θεὸν τὸν Ἰησοῦν; Εἴρηται γὰρ ὅτι ὁ Θεὸς πῦρ καταναλίσκον ἐστίν. Εἰπέ μοι, Θεὸς πύρινος πεινᾷ; Θεὸς πύρινος διψᾷ; Θεὸς πύρινος πτύει; Θεὸς πύρινος περιτέμνεται, καὶ αἱμοῤῥοεῖ; καὶ ἀποῤῥίπτει εἰς γῆν περιτόμιον σάρκα, καὶ αἷμα, καὶ κόπρον γαστρὸς, ἅπερ ἅπαντα ἐκριφέντα ἀπὸ τοῦ Ἰησοῦ εἰς γῆν, ὑπὸ κυνῶν, ἔσθ᾽ ὅτε, ἢ θηρῶν, καὶ ὀρνίθων κατεβρώθη καὶ κατεπόθη, καὶ ὑπὸ κτηνῶν κατεπατήθη πάντα τὰ ἐκ τῆς σαρκὸς αὐτοῦ ἐκκοπέντα, καὶ ἐκριφέντα, καὶ ἀποβληθέντα. εἴτε πτύελοι, εἴτε ὄνυχες, εἴτε τρίχες, εἴτε αἷμα, εἴτε ἰδρὼς, εἴτε δάκρυον, ἅπερ πάντα μοῖραί τινες, καὶ μέρη εἰσὶ συνουσιωμένα τῇ οὐσίᾳ τοῦ σώματος, καὶ κατὰ πρόσβασιν, καὶ αὔξησιν ἐκκοπτόμενα ἀπορρίπτονται. Λέγετε γὰρ, ὅτι ὡμοιώθη οἷς κατὰ πάντα τρόπον τοῖς ἀνθρώποις ἐν τῇ σαρκὶ αὐτοῦ χωρὶς ἁμαρτίας. Διὸ καὶ θανόντα αὐτὸν τριήμερον κηρύττετε Θεὸν ὄντα. Καὶ ποῖος Θεὸς πῦρ καταναλίσκον δύναται ἀποθνήσκειν· ὅπου γε οἱ δοῦλοι αὐτοῦ ἄγγελοι ἀποθνήσκειν οὐ δύνανται· οὔτε μὴν τὰ πονηρὰ τῶν δαιμόνων πνεύματα, οὔτε πάλιν αἱ τῶν ἀνθρώπων ψυχαί; Ποῖος δὲ πάλιν, λέγω, Θεὸς, ὁ ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχων, φεύγει, ὡς ἔφυγεν Ἰησοῦς ἀπὸ Ἡρώδου, ἵνα μὴ νήπιος φονευθῇ; Ποῖος Θεὸς, πειράζεται ὑπὸ τοῦ διαβόλου, ἐπὶ ἡμέρας τεσσαράκοντα; Ποῖος Θεὸς γίνεται κατάρα, καθὰ Παῦλος περὶ Ἰησοῦ φησι; Ποῖος δὲ Θεὸς ἀναμάρτητος ποιεῖ ἁμαρτίαν; Δι᾽ ἡμᾶς γὰρ, ὡς λέγεται, ἁμαρτία ὁ Ἰησοῦς γέγονεν. Εἰ δὲ Θεός ἐστι, πῶς προσηύξατο ἵνα παρέλθη τὸ ποτήριον τοῦ θανάτου; Καὶ οὐκ εἰσηκούσθη. Εἰ Θεός ἐστι, πῶς ὑπὸ Θεοῦ ἐγκαταλειφθεὶς ἔλεγεν· « Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί με ἐγκατέλιπες; » Θεὸς ὑπὸ Θεοῦ ἐγκαταλιμπάνεται; Θεὸς Θεοῦ δέεται, λέγων, « Μὴ ἐγκαταλίπῃς τὴν ψυχήν μου εἰς ἄδου; » Θεὸς δεσμεῖται, καὶ κολαφίζεται, καὶ ἐμπτύεται, καὶ σφάζεται; Εἰ δὲ ἄρα Θεὸς ἦν, ἐχρῆν αὐτὸν πατάξαι τοὺς συλλαβεῖν αὐτὸν θέλοντας. Ὥσπερ ἐπὶ τοῦ Λὼτ ὁ ἄγγελος Σοδομίτας ἐπάταξεν. Ἀλλὰ τὸ ἀδύνατον τῷ Ἰησοῦ ὀνομάζετε ὑμεῖς μακρόθυμον.

Ἀνάθεμα, καὶ κατάθεμά σοι, ὅτι καὶ αὐτοὶ οἱ δαίμονες Υἱὸν Θεοῦ ὡμολόγησαν τὸν Χριστόν.

Ἀκουέτωσαν ταῦτα αἱ τῶν αἱρέσεων θυμελεῖς ὀρχῆστραι, αἱ δοκοῦσαι τιμᾶν τὸν Χριστὸν, καὶ διὰ τοῦτο ἀρνούμενοι τὸ ὁμολογεῖν φύσιν τὸ πανάγιον σῶμα αὐτοῦ. Ἰδοὺ γὰρ ὁ μιαρὸς Φίλων οὐδὲν περὶ φύσεως ἐμέμψατο, ἀλλὰ τοῖς πάθεσι Χριστοῦ, καὶ ταῖς ὕβρεσι σκανδαλιζόμενος προσέκοψε, καθὼς καὶ πάντες οἱ ἐθνικοί τε καὶ ἄπιστοι. Λοιπὸν, εἰ τιμᾶν τὴν ἄτιμον τιμὴν αὐτὸν βούλεσθε λέγοντες τῇ τοῦ κρείττονος ἐκνικήσει ἀποθεωθεῖσαν τὴν σάρκα, καὶ τῷ πελάγει τῆς θεότητος ὁμοιωθεῖσαν, καὶ τοιαύτην γενομένην, οἷος ὁ θεώσας αὐτὴν Λόγος, μηδὲν τῶν προειρημένων παθῶν, καὶ τῶν εὐσκανδαλίστων φωνῶν, ὧν ὁ μιαρὸς Φίλων ἐν Χριστῷ ἀπηρίθμησεν, ὁμολογήσετε. Καθ᾽ ὑπερβολὴν γάρ εἰσιν ἀτιμότερα τὰ προκείμενα πάθη ὑπὲρ τὸ εἰπεῖν φύσιν, ἢ βούλησιν, ἢ ἐνέργειαν ἀνθρωπίνην ἐν αὐτῷ τῷ Χριστῷ. Τὴν αὐτὴν δὲ τῆς ἀπωλείας ὁδὸν τῷ Φίλωνι βαδίζων, καὶ ὁ Ἐδεσηνὸς Μάρων ὁ μιαρὸς, Νέστορος ἀπόγονος ὑπάρχων, συντάττων κατὰ τῶν ὁμολογούντων Θεὸν τὸν Χριστόν. Οὕτω πώς φησιν ἐν τῇ δυσσεβεῖ αὐτοῦ συγγραφῇ· « Σοφίζονται δὲ οἱ τῷ Αἰγυπτίῳ Κυρίλλῳ πειθόμενοι φάσκοντες, ὅτι ἀχώριστος ἦν ἐν τῷ τάφῳ τοῦ σώματος τοῦ Ἰησοῦ ἡ θεότης, μεταποιοῦσα αὐτὸ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν. » Πρὸς οὓς ὡσανεὶ πρὸς παῖδάς τινας ἐν θεάτρῳ παίζοντας ἐρεῖ τις· Ποῦ γάρ ἐστι τόπος, ὦ ἀνόητοι, ἔνθα οὐκ ἔστιν ἡ ἀπερίγραπτος θεότης; Ὁ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, καὶ πανταχοῦ παρὼν, πάντως ὅτι καὶ ἐν τῷ τάφῳ τοῦ Ἰησοῦ ἦν, ὥσπερ ἐν πάσῃ τῇ κτίσει. Εἰ δὲ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν τὸ σῶμα Χριστοῦ ἠγέρθη, οὐδὲν θαυμαστόν· ἄπιστοι γὰρ ἐθνικοὶ διὰ θανάτου ἄφθαρτα σώματα ἀνιστάμενα ἔχοντες.

Ἀνάθεμά σοι εἰς αἰῶνα.

Ἔστι γοῦν τὸ παρ᾽ αὐτοῖς τοῖς τῆς συνόδου Χαλκηδόνος ἐπιμεμφομένοις, τὴν δὲ φύσιν τῆς σαρκὸς τοῦ Χριστοῦ ἀπαρνουμένοις ὄντως ἐκπλήξεως ἀνάπλεων, ὅτιπερ τὸ ὁρώμενον σῶμα, καὶ κρατούμενον, καὶ αὐξούμενον, καὶ σπαργανούμενον, καὶ περιτεμνόμενον, καὶ ψηλαφώμενον, καὶ δεσμούμενον, καὶ ῥαπιζόμενον, καὶ σφαζόμενον, καὶ κεντούμενον, καὶ βασταζόμενον, καὶ θαπτόμενον, καὶ θυόμενον, καὶ κλώμενον, καὶ μελιζόμενον, καὶ ἐσθιόμενον, καὶ θρυπτόμενον, καὶ μεταδιδόμενον, φάσκουσι μὴ εἶναι φύσιν, ἤγουν ἀλήθειαν. Τὸν δὲ Λόγον, τὸν ἀόρατον, ὅνπερ οὔτε εἶδον, οὔτε ὄψονται, οὔτε ἐκράτησαν, οὔτε κρατήσουσιν, οὔτε κατέλαβον, οὔτε καταλήψονται, οὔτε περιέγραψαν, οὔτε ἐθανάτωσαν, οὔτε ἐμέλισαν, οὔτε ἔφαγον, οὔτε ὅλως τι τῶν αὐτοῦ καταλαβέσθαι δύνανται, οὐ φύσιν, οὐ μορφὴν, οὐκ εἶδος, οὐ χρῶμα, οὐ σχῆμα, οὐ μέτρον, οὐ κίνησιν, οὐ μετάστασιν, οὐ μετάβασιν, οὐ κέλευσιν, ἢ ἀναχώρησιν, οὐδ᾽ ἄλλο τι τῶν ἐν τῷ Θεῷ Λόγῳ ὄντων, τοῦτον ὁμολογοῦσιν οὐσίαν. Καὶ μὴν, ἵνα τι καὶ παραφρονῶν πρὸς αὐτοὺς εἴπω, τὸ ὁρώμενον καὶ κρατούμενον ἐν τοῖς πράγμασι, μᾶλλον πιστεύεται καὶ οὐσία ὑπάρχουσα ὁμολογεῖται, παρὰ πάντων, ὑπὲρ τὸ μὴ ὁρώμενον, ἢ κρατούμενον, ἀλλὰ λόγῳ ἐξ ἀκοῆς πιστευόμενον. Τὰ γὰρ τῆς Χριστοῦ θεότητος πίστει ἐξ ἀκοῆς παρειλήφαμεν. Τὰ δὲ τῆς σαρκὸς αὐτοῦ, διὰ τῆς πείρας αὐτῆς τῶν πραγμάτων ἑωράκαμεν καὶ ἐψηλαφήσαμεν.

Ὡς εἰ δόξει τινὶ τῶν ἀπίστων περιεργότερον εἰσπράξαι ἡμᾶς φυσικὰς ἀποδείξεις περὶ τῆς θεότητος τοῦ Χριστοῦ, καὶ ὁποία ἡ ταύτης φύσις, καὶ πόθεν ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἦν ὁ Θεὸς ὁ ποιητὴς τῶν ἁπάντων, οὐδὲν ἕτερον τῷ ταῦτα περιεργαζομένῳ δυνάμεθα λέγειν· ἀλλ᾽ ἢ ὅτι πίστει μόνῃ τὰ περὶ τῆς θεότητος πάντα παραδίδονται, πίστει ἀπεριέργῳ, καὶ οὐκ ἐξερευνήσει, οὐδὲ καταλήψει. Κἂν γὰρ οἱ πιστοὶ διὰ τῶν σημείων τοῦ Χριστοῦ ἐπιστώθημεν τὸ ἀληθὲς τῆς αὐτοῦ θεότητος· ἀλλ᾽ ἤκουσας πρὸ βραχέος, πῶς ὁ δι᾽ ἐναντίας ἀντέθηκε τοῖς Χριστοῦ θαύμασι, τὰς ἀμυθήτους Μωσέως σημειοποιίας. Καὶ γοῦν πολέμου κατὰ τὴν Ἀντινόπολιν πρὸς Ἀκόλουθον τὸν σοφιστὴν τὰς διαλέξεις ποιουμένῳ, Ἰουδαῖον τὸν αὐτὸν τυγχάνοντα, ἀντιθέντος καὶ αὐτοῦ τοῖς τοῦ Χριστοῦ θαύμασι τὰς Μωσέως θαυματουργίας. Εἶτα ἐμοῦ εἰρηκότος, ὅτι Μωσῆς μὲν ὡς προφήτης ὦν, διὰ προσευχῆς ἐξετέλει τεράστια· ὁ δὲ Χριστὸς, ὡς Θεὸς, αὐτοκελεύστως τὰ θαύματα διεπράττετο δίχα προσευχῆς. Πρὸς ταῦτα ἔφασκεν ὁ Ἰουδαῖος, ὅτι καὶ ὁ Χριστὸς διὰ προσευχῆς, τὸν Λάζαρον ἤγειρε, καὶ διὰ προσευχῆς τοὺς πέντε ἄρτους ἐπλήθυνε, καὶ προσηύξατο παρελθεῖν αὐτὸ τὸ ποτήριον, καὶ εἰς ὅρος κατ᾽ ἰδίαν, Θεῷ ὡς ἄνθρωπος προσηύχετο, λέγων· « Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. » Εἰ δὲ καὶ χωρὶς προσευχῆς ἐποίησέ τινα σημεῖα, οὐδὲν θαυμαστόν· καὶ Μωσῆς γὰρ, τὰ μὲν διὰ προσευχῆς, τὰ δὲ καὶ χωρὶς προσευχῆς ἐθαυματούργει, ὥσπερ καὶ Ἡλίας χωρὶς προσευχῆς τὸ ἔλαιον καὶ τὸ ἄλευρον ἐπλήθυνε. Χωρὶς προσευχῆς τὸν Ἰορδάνην ἔσχισε [Ἡλίας]. Χωρὶς προσευχῆς, καὶ Ἐλισσαιὲ τὸ ἔλαιον ηὐλόγησε, καὶ τὸν θάνατον τὸν ἐν τῷ λέβητι ἰάσατο. Χωρὶς προσευχῆς τὸν λεπρὸν Νεεμὰν ἐκαθάρισε, καὶ νεκρὸν ὁ νεκρὸς Ἐλισσαιὲ ἀνέστησεν. Εἰ δὲ λέγεις μοι, ὅτιπερ Μωσῆς καὶ οἱ προφῆται ὑπὸ Θεοῦ ἀπεστάλησαν, ὡς δοῦλοι, κἀγώ σοι ἐρῶ, ὅτι ὁ Χριστὸς ἔλεγεν, ὅτι ὁ Θεὸς αὐτὸν ἀπέστειλε. Καὶ ὅτι οὐ δύναται χωρὶς τοῦ Θεοῦ ποιῆσαι οὐδέν· καὶ ὅτι ὅσα λαλεῖ, ἐκ τοῦ Θεοῦ ἔλαβε πρόσταξιν· τὸ, τί εἰπεῖν, καὶ τί λαλῆσαι, καὶ μὴ ποιῆσαι τὸ θέλημα τοῦ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος αὐτόν. Εἰ δὲ καὶ σεισμὸς, καὶ σκότος γέγονεν, ὡς λέγετε, ὅτε ὁ Ἰησοῦς ἐσταυρώθη, ἀλλὰ μὴν καὶ ἐφ᾽ ἑτέρων ἁγίων πολλάκις ὑπό τινων ἀνόμων ἀδίκως ἀποθανόντων, σημεῖα, καὶ σεισμοὶ καὶ τέρατα γεγόνασιν.

Ταῦτα, καὶ τὰ τοιαῦτα τῶν ἀπίστων καὶ ἀθέων περὶ τῆς θεότητος τοῦ Χριστοῦ γλωσσαλγούντων καὶ βλασφημούντων λεγέτωσαν ἡμῖν οἱ φάσκοντες τὴν τοῦ Κυρίου σάρκα ἀνακραθεῖσαν, καὶ τῷ πελάγει τῆς ἀοράτου θεότητος ὁμοιωθεῖσαν. Πόθεν τὸν δι᾽ ἐναντίας πείθουσιν, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, εἰ μὴ πίστει μόνῃ ἀπεριέργῳ; Τὴν δὲ τοῦ σώματος αὐτοῦ φύσιν, οὐ μόνον πίστει, ἀλλὰ καὶ δι᾽ αὐτῆς τῆς πείρας τῶν πραγμάτων, ὧν ἑωράκαμέν τε καὶ ἐψηλαφήσαμεν, καὶ καθ᾽ ἡμέραν φύσει, καὶ ἀληθείᾳ μεταλαμβάνομεν ἐσθίοντες. Ἀλλ᾽ οἶμαι πάντας τοὺς παραιτουμένους, καὶ ἀπαρνουμένους τὴν φύσιν, καὶ τὰ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ τὰς ταύτης ἰδιότητας, ἀπ᾽ αὐτοῦ ἐκείνου Μάνεντος τοῦ μυσαροῦ μέχρι καὶ νῦν, μὴ ἀλλοθέν ποθεν ἀποστρέφεσθαι καὶ ἀποφεύγειν αὐτοὺς ταῦτα, εἰ μὴ ἐκ τοῦ εἶναι αὐτοὺς ὅλους δι᾽ ὅλου βεβορβορωμένους τῇ πυρώσει, καὶ ἀσελγείᾳ, καὶ ἐπιθυμίᾳ, καὶ ἡδυπαθείᾳ τῆς πορνείας, καὶ τῷ γαργαλισμῷ τῶν ἡδονῶν τοῦ σώματος, καὶ τοῦ λογισμοῦ, καὶ τῆς ψυχῆς αὐτῶν, καὶ νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν μολυνομένους, λογιστικῶς τε καὶ πρακτικῶς περὶ τὰς τῶν σωμάτων ἐρωτομανίας, καὶ ἀκαθαρσίας, καὶ ἀνδρομανίας, καὶ θηλυμανίας, καὶ ἡδυπαθείας, καὶ σαρκικῆς αἰσχρουργίας, καὶ ὁρᾶν διηνεκῶς ἐν ἑαυτοῖς ὥσπερ τινὰ φλόγα δεινῆς καμίνου, ἅπτοντας τοὺς γαργαλισμοὺς τῆς φλογὸς, καὶ τῶν σπινθήρων τῶν τῆς σαρκὸς αὐτῶν πυρώσεων τῆς ἀσελγοῦς ὀρέξεως· καὶ τούτου λοιπὸν οἰομένους ἀκάθαρτον εἶναι τὴν φύσιν τοῦ σώματος, καὶ ἀνάξιον ὅλως κἂν λόγῳ ψιλῷ ὁμολογεῖσθαι, ὅτι σῶμα τὸ καθ᾽ ἡμᾶς ἀνέλαβεν ὁ Χριστὸς, ἢ ἀνθρωπίνην σάρκα, ἢ ἐνέργειαν, ἢ θέλημα, ἢ ἰδιότητα παντοίαν ὁμοούσιον ἡμῶν, νομίζοντες οἱ κατάσπιλοι, καὶ βορβορώδεις χοῖροι, ὅτιπερ κατὰ τὴν αὐτῶν τῆς σαρκὸς ἡδυπάθειαν, καὶ φιλήδονον ἀκαθαρσίαν, οὕτω πᾶσα σὰρξ, καὶ πᾶν ἀνθρώπου σῶμα ἐνεργεῖται, καὶ πολεμεῖται, καὶ μολύνεται, καὶ μαίνεται, καὶ ἐκπυροῦται πρὸς μιαρὰς ὀρέξεις τε, καὶ παρὰ φύσιν ἐμμανεῖς ἡδυπαθείας, καὶ ῥύσεις σαρκομανίας.

Τοιαύτης μιαρᾶς διαθέσεως, καὶ σαρκικῆς ἐκκαύσεως ὧν Οὐαλεντῖνος πρῶτος μετὰ τοὺς ἀποστολικοὺς χρόνους ἀναφανεὶς ἐκήρυξε, μὴ εἰληφέναι σάρκα τὴν καθ᾽ ἡμᾶς τὸν Χριστόν. Τούτου τὴν ἀκαθαρσίαν τῆς σαρκὸς περιέχων καὶ Μάνης ὁ δυσσεβὴς ἔφασκε, σκιᾷ καὶ δοκήσει, καὶ οὐ φύσει εἶναι σῶμα τὸ ὁρώμενον τοῦ Χριστοῦ. Διὸ οὐδὲ κτίσμα Θεοῦ εἶναι τὴν σάρκα ἡμῶν ἐδογμάτιζεν, ἀλλὰ κτίσμα τοῦ διαβόλου· καὶ τούτου χάριν φησὶν οὕτως ὑπὸ τοῦ κτίσαντος αὐτὴν, ἐκπυροῦται, καὶ πολεμεῖται δαίμονος· « Οὐ γὰρ οἰκεῖ, φησὶν, ἐν σαρκὶ ἡμῶν ἀγαθόν. » — « Διὸ ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα [κατὰ] τῆς σαρκός. » Καί· « Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν. » Καί· « Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; » — « Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. » Καί· « Οἱ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. » Ταῦτα, καὶ τὰ τοιαῦτα τοῦ δυσσεβοῦς συλλέξαντος, καὶ προερμηνεύσαντος Μάνεντος, μετά τινας πλείονας χρόνους ἐγκύψαντες, καὶ ὥσπερ καταθελχθέντες, καὶ τερφθέντες Εὐτύχιος ὁ ἀρχιμανδρίτης, καὶ Διόσκορος, Τιμόθεός τε, καὶ Σευῆρος, καὶ μάλιστα Ἰουλιανὸς ὁ Ἀλικαρνασσεὺς, ταῖς τοῦ Μάνεντος καὶ Οὐαλεντίνου βίβλοις ὁμοῦ τε, καὶ λοιπῶν, καὶ ἔχοντες τὸν ἐμπαθῆ καὶ ἀκάθαρτον τῆς σαρκὸς γαργαλισμὸν, καὶ τὰς αἰσχρὰς κινήσεις συμπνιγούσας καὶ σκοτούσας αὐτῶν τὴν διάνοιαν, ἤρνησαν τὸ μέχρι τῆς δεῦρο Μανιχαϊκῶς τὴν φύσιν, καὶ τούτου χάριν φάσκουσιν αὐτὴν θεότητα εἶναι μόνην, οἰόμενοι, ὅτιπερ, ἐὰν ὁμολογήσωσιν ἐπ᾽ αὐτοῦ σαρκὸς φύσιν, ἀκάθαρτόν τι, καὶ ῥυπαρὸν, καὶ ἀνάξιον Θεοῦ πρᾶγμα ὁμολογοῦσι.

Ταῦτα δὲ νῦν οὐ στοχαστικῶς ἐκτιθέμεθα, ἀλλὰ δι᾽ αὐτῆς τῆς πείρας, ἐν Ἀλεξανδρείᾳ καὶ ἐν ἄλλοις τόποις, ἐξ αἱρετικῶν στομάτων αὐτὰ ἀκηκοὼς, καὶ μάλιστα Γαϊανιτῶν, οἴτινες, ὥσπερ τινὰ ἀκάθαρτον, καὶ μιαρὸν οὖσαν τὴν τοῦ σώματος ἡμῶν φύσιν, βδελυττόμενοι καὶ κακίζοντες αὐτὴν, οὐ κατεδέχοντο ὁμοούσιον, ἢ ὁμοιοπαθὲς ἡμῶν σῶμα ὁμολογεῖν ἐν Χριστῷ, προφέροντες καὶ αὐτοὶ τὰς ἀσθενείας τὰς φυσικὰς τῆς σαρκὸς, ἃς διὰ τῆς παρατροπῆς, τῆς παρακοῆς ἐσχήκαμεν· λέγω δὴ τὰς τῆς βρώσεως καὶ πόσεως φθαρτὰς καὶ δυσώδεις ἐκ κοιλίας ἐκκρίσεις, καὶ τὰς ἰδρώτων ἀποφορὰς, καὶ τοὺς τῶν ὀδόντων βρόμους, καὶ τοὺς τῶν τραυμάτων ἰχῶρας, καὶ σήψεις, καὶ ὀσμὰς, καὶ δυσωδίας, καὶ σκώληκας· καὶ ἀνάξιον λέγοντες εἶναι φύσιν τοιούτου σώματος, ὅλως κἂν προ[σ]ψαῦσαι Θεῷ· ἀγνοοῦντες, οἱ παράφρονες, ὅτιπερ οὐ δι᾽ ἕτερόν τινα τρόπον ἐνηνθρώπησεν ὁ Θεὸς Λόγος, τὸ οὐράνιον πῦρ, τὸ καταναλίσκον, εἰ μὴ διὰ τὰ τοιαῦτα ἡμῶν πάθη, ὅπως ἑνώσας ταῦτα, τῇ ἰδίᾳ τοῦ νοεροῦ πυρὸς φύσει τῆς θεότητος, ὥσπερ ἐν χωνευτηρίῳ ἀποκαθάρῃ τὸν ἄνθρωπον, καὶ ἀποκαταστήσῃ εἰς τὸ ἀπ᾽ ἀρχῆς τῆς ἀφθαρσίας, καὶ ἀπαθείας, καὶ ἀῤῥευσίας, καὶ ἀθανασίας, καὶ ἀβρωσίας, καὶ εὐωδίας ἀξίωμα. Ὅθεν διὰ τὰς τοιαύτας ἀσθενείας, καὶ ῥύπους τῆς γηγενοῦς ἡμῶν σαρκὸς, ἔλεγεν ὁ Χριστὸς, ὅτι « Πῦρ ἦλθον βαλεῖν ἐπὶ γῆν, » τοῦτ᾽ ἔστι θεότητα ἑνῶσαι τῇ γεώδει ἡμῶν φύσει. Οὐκοῦν προφανῶς ἐλέγχονται οἱ τὴν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἡμῶν φύσιν βδελυττόμενοι, καὶ κακίζοντες, καὶ ἐνυβρίζοντες ἡμῶν τὸ σῶμα τὸ ὑπὸ χειρῶν Θεοῦ διαπλασθὲν, καὶ μορφωθὲν, καὶ θείῳ ἐμφυσήματι ψυχωθέν. Ὅτιπερ αὐτῷ τῷ Ποιητῇ προσκρούουσι, τὸ ποίημα καὶ ὁμοίωμα τῆς εἰκόνος αὐτοῦ καθυβρίζοντες τὸν ἄνθρωπον, ὡς ἀκάθαρτον, κατὰ τὴν Μανιχαίων δόξαν. Εἰ οὖν ἀκάθαρτος ἡ τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκὼν, πῶς ἰδοὺ πάντα, ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν; Ἀλλὰ τοῦτο πάσχουσιν οἱ αἱρετικοὶ, ὡς καὶ ἀνωτέρω προεῖπον, διὰ τὴν παροῦσαν τῇ σαρκὶ αὐτῶν παρὰ φύσιν ἀκαθαρσίαν, καὶ τὸ ἔχειν ἐν ἑαυτοῖς κατακρατοῦσαν τῆς ψυχῆς καὶ τοῦ σώματος τὴν ἐνέργειαν τοῦ διαβόλου. Οὐδεὶς γὰρ παρ᾽ αὐτοῖς, ὡς καθαρὸς τῇ καρδίᾳ ἐν ἑαυτῷ τὸν Θεὸν οἰκοῦντα ἐθεάσατο, κατὰ τὸν λόγον τοῦ Χριστοῦ. Οὐδεὶς αὐτῶν ἔγνω, οὔτε ἐθεάσατο τὴν βασιλείαν τῶν οὐρανῶν ἐντὸς αὐτοῦ. Οὐδεὶς ἐκείνων ἔχει τὸν θησαυρὸν τοῦ πνεύματος ἐν τῷ ὀστρακίνῳ σκεύει τοῦ πηλίνου σώματος. Οὐδεὶς αὐτῶν ἐφόρεσε τὴν εἰκόνα τοῦ ἐπουρανίου Θεοῦ ἐν τῇ καρδίᾳ. Οὐδεὶς ἐν ἐκείνοις γέγονε σύμμορφος τῆς δόξης τοῦ Υἱοῦ τοῦ Θεοῦ. Εἰ γὰρ ἔγνωσαν ὅτι ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμα αὐτὸς, καὶ ὁ Κύριος γίνεται, ὥς φησιν ὁ Ἀπόστολος, εἰ ἔγνωσαν ὅτι θεοὶ καὶ υἱοὶ Ὑψίστου οἱ ἄξιοι γίνονται· εἰ ἐπίστευσαν τὸ, ὅτι ἐλεύσεται ὁ Χριστὸς, καὶ ὁ Πατὴρ, καὶ μονὴν παρὰ ἀνθρώπῳ ποιήσουσιν· εἰ ἔμαθον, πῶς ναὸς Θεοῦ γίνεται ὁ ἄνθρωπος, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτῷ, καὶ ἵνα συντόμως εἴπω, εἰ ἐνεδύσαντο τὸν Χριστὸν, κατὰ τὸ εἰρημένον, ὅτι « Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, » αὐτὸς ὁ Χριστὸς ὁ οἰκῶν ἐν αὐτοῖς, ἐδίδασκεν αὐτοὺς, πῶς ἐνοικεῖ ἐν τῇ σαρκὶ ἡμῶν ὁ Θεὸς, καὶ ἐμπεριπατεῖ· καὶ πῶς τὸ πήλινον ἡμῶν τοῦτο σῶμα, διὰ τοῦ πυρὸς τοῦ πνεύματος ἀπεντεῦθεν ἤδη σύμμορφον γίνεται τῆς δόξης τῆς εἰκόνος τοῦ Χριστοῦ, καὶ πῶς ἀνακαθαίρεται παντὸς ῥύπου, καὶ γίνεται κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, ὡς ἦν ἀπ᾽ ἀρχῆς, διὰ τῆς ἑνώσεως καὶ κοινωνίας τῆς θεότητος. Ἔνθα γὰρ θεότης οἰκεῖ, καὶ μάλιστα κατ᾽ οὐσίαν, ἐκεῖ πάντα ἁγνὰ, πάντα ἅγια, πάντα καθαρὰ, πάντα Θεοῦ ἄξια. Οὐδὲν ἐκεῖ ἀπόβλητον, οὐδὲν ῥυπαρὸν, οὐδὲν Θεῷ ἐναντίον· οὐ σῶμα, οὐ ψυχὴ, οὐ νοῦς, οὐ φύσις, οὐ θέλημα, οὐκ ἐνέργεια. Ἀλλ᾽, ὡς προείρηται, διὰ τὸ μὴ κτήσασθαι αὐτοὺς τὴν ἀπάθειαν τῆς σαρκὸς, καὶ τὴν καθαρότητα τῆς φύσεως, νομίσαντες οἱ αἱρετικοὶ, ὅτι πᾶσα σὰρξ, καθ᾽ ὁμοιότητα αὐτῶν ὑπὸ τοῦ βορβόρου τῶν ἡδονῶν ἐνεργεῖται, παρητήσαντο ὁμολογεῖν, ἀνθρωπίνην φύσιν, καὶ τὰ τῆς φύσεως ἐν τῷ Χριστῷ. Τί οὖν φησι Νεστόριος, καὶ οἱ σὺν αὐτῷ ὁμολογοῦντες φύσιν, καὶ πάντα τὰ τῆς φύσεως ἡμῶν ἐν Χριστῷ Πνεύματος ἁγίου οἱ τοιοῦτοι μετέχουσιν; Ἄπαγε τῆς ἀτοπίας! μάλιστα μὲν γὰρ καὶ αὐτοὶ, διὰ τὸ μὴ οἰκεῖν εἰς αὐτοὺς τὴν θεότητα, τούτου χάριν ἠρνήσαντο ὁμολογεῖν Θεὸν ἀληθῶς τὸν Χριστὸν, καὶ Θεοτόκον κυρίως τὴν Μαρίαν ἁγίαν.

· Contents ·