Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
15. Another Chapter, against Their New Festal Letter
ΚΕΦΑΛ. ΙΕ΄. Περὶ τῆς ἑορταστικῆς, μᾶλλον δὲ θρηνητικῆς ἕκτης ἐπιστολῆς τοῦ νῦν ἐπισκόπου τῶν Θεοδοσιανῶν ἐν Ἀλεξανδρείᾳ τῆς πεμφθείσης ἐν Βαβυλῶνι.
Ἀλλὰ τί πάλιν ἡμῖν, οἱ τὴν μίαν φύσιν ἐπὶ Χριστοῦ λέγοντες δογματίζουσι; φάσκουσι γὰρ, ὅτι « Ἐὰν εἴπωμεν δύο φύσεις ἐπ᾽ αὐτοῦ, ἀνάγκη πᾶσα ἡμᾶς δύο λέγειν φύσεις ἐπὶ τῆς ἁγίας Τριάδος. Ὅσα γὰρ ἐὰν προστεθῇ τῷ ἑνὶ τῆς ἁγίας Τριάδος Χριστῷ, ταῦτα τῇ πάσῃ Τριάδι λογίζεται. » Εὔγε, ὡς ἀληθῶς τῆς πολλῆς τῶν ἀσόφων σοφίας! ὑπέρευγε τῶν νέων τοῦ Μάνεντος μαθητῶν νομοθεσίας! « Διὰ τοῦτο, φησὶν, οὐ φάσκομεν, ἐν τῷ Χριστῷ δύο ἡνωμένας φύσεις, οὔτε μὴν θελήσεις, οὐδ᾽ αὖ ἐνεργείας, » ἐπειδὴ πάντα, ὅσα ἂν ἑνὶ τῆς ἁγίας Τριάδος Χριστῷ ὁμολογήσωμεν, ταῦτα πάντα καὶ ἐπὶ πάσης τῆς ἁγίας Τριάδος λέξομεν.
Σχόλιον. Ἰωάννης ὁ ἐπίσκοπος τῶν Θεοδοσιανῶν πρὸ πέντε χρόνων εἰς τὰς δύο ἑορταστικὰς αὐτοῦ ἐξέθετο τὴν φωνὴν, τὴν λέγουσαν, ὅτι « Πάντα τὰ ἐν τῷ Χριστῷ λεγόμενα, ταῦτα καὶ ἐπὶ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος λέγονται. » Ἐπιλαβομένων ἡμῶν τῆς πρώτης, πάλιν τῷ ἑξῆς χρόνῳ τὰ αὐτὰ ἐξέθετο· προφανῶς οἱ δυστυχεῖς ῥήτορες τῷ Θεολόγῳ Γρηγορίῳ ἀντιστρατευόμενοι. Ἐκεῖνος γὰρ ἐν τῷ περὶ Υἱοῦ Λόγῳ φησὶν, ὅτι « Ὅσα ἐπὶ τῆς Τριάδος πληθυντικῶς, [ὅσα ἐπὶ τῆς Τριάδος ἑνικῶς λέγεται, ἐπὶ τῆς σαρκώσεως ἐναντίως ἔχει, καὶ πάλιν,] ταῦτα ἐπὶ τῆς οἰκονομίας μοναδικῶς· » οἷόν τι, μίαν οὐσίαν ἐπὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἐδιδάχθημεν ὁμολογεῖν, μίαν θέλησιν, μίαν ἐνέργειαν· ἐπὶ δὲ τῆς σαρκώσεως τοῦ ἑνὸς τῆς αὐτῆς Τριάδος, δύο φύσεις καθ᾽ ὑπόστασιν ἡνωμένας, θελητικάς τε καὶ ἐνεργητικὰς οὔσας. Ὅθεν ἑπόμενοι τῷ θείῳ Γρηγορίῳ οἱ εὔφρονες, φάσκομεν διαφόρους ἐνεργείας καὶ θελήσεις ἐν τῷ Χριστῷ. « Ὅσα γὰρ, φησὶν, ἐπὶ τῆς Τριάδος ἑνικῶς λέγεται, ἐπὶ τῆς σαρκώσεως ἐναντίως ἔχει. » Ἐπὶ μὲν γὰρ τῆς Τριάδος ἄλλος καὶ ἄλλος, ἐπὶ δὲ τοῦ Χριστοῦ οὐκ ἄλλος καὶ ἄλλος, ἀλλὰ, ἄλλο καὶ ἄλλο· ἐπὶ δὲ τῆς Τριάδος, οὐκ ἄλλο καὶ ἄλλο. Ἀλλὰ ταῦτα οἱ Αἰγυπτιάζοντες τὸν νοῦν, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται, φάσκοντες, ὅτιπερ πάντα, ὅσα ἐὰν προστεθῇ καὶ ῥηθῇ ἐν τῷ Χριστῷ, ταῦτα τῇ πάσῃ ἁγίᾳ Τριάδι ἁρμόζει. Λοιπὸν δεῦτε δὴ κατὰ τοῦτον τῆς τραγῳδίας τὸν μῦθον, δύο, ὥσπερ θυμελικῶν ἐταιρίδων ὀρχήστρας συστησάμενοι, ἀνεπιφθόγγως ἀλλήλαις θυμελικῶς ὀρχήσασθε τὰς περὶ Χριστοῦ φωνάς· οἱ μὲν λέγοντες, οἱ δὲ τῇ Τριάδι αὐτὰς ἀνταποκρινόμενοι προσάψατε. Εἰ δὲ δεῖ κἀμὲ συμπαῖξαι καὶ ἐμπαῖξαι ὑμῖν, ἤδη τῆς τραγῳδίας ἀπάρξομαι. Λέγω· « Ὁ Λόγος σὰρξ ἐγένετο. » Ἀποκρίνονται Σευῆροι· « Ἡ Τριὰς σὰρξ ἐγένετο. Πάντα γὰρ τὰ Χριστοῦ τῇ Τριάδι ἁρμόζουσιν. » Ἐγὼ λέγω· « Μαρία μήτηρ Χριστοῦ. » Ἡ ὀρχήστρα Σευήρου λέγει· « Μαρία μήτηρ Τριάδος. » Ἡμεῖς λέγομεν Ἰησοῦ γέννησιν ἐν Βηθλεὲμ ἐν τῇ φάτνῃ. Ἡ θυμέλη λέγει, ὅτι « Ἡ Τριὰς νήπιος ἀν ἔκειτο ἐν τῇ φάτνῃ. » Αὐλῶ ὑμῖν πάλιν, καὶ ὀρχήσασθε, καὶ θρηνῶ ὑμᾶς, καὶ ὑμεῖς κόψασθε. Λέγω ἐγώ· « Χριστὸς ἐπειράσθη σαρκί. » Ὑμεῖς ὀρχούμενοι λέγετε· « Ἡ Τριὰς ἐπειράσθη ἐν τῇ σαρκί. » Ἐγὼ φάσκω Χριστοῦ σαρκικὴν περιτομήν. Σευῆροι αὐλοῦσιν Τριάδος περιτομήν. Ἐγὼ λέγω· « Χριστὸς ῥαπίζεται. » Ἡ ὀρχήστρα βοᾷ, ὅτι « Ἡ Τριὰς ῥαπίζεται. » Ἐγὼ φάσκω· « Χριστὸς κατάρα γέγονεν. » Ἀποκρίνονται Σευῆροι· « Ἡ Τριὰς κατάρα γέγονεν. » Ἡ Ἐκκλησία λέγει· « Χριστὸς προδίδοται. » Σευῆροι λέγουσιν· « Ἡ Τριὰς προεδόθη. » Ἡμεῖς λέγομεν, ὅτι « Ἐδάκρυσεν ὁ Ἰησοῦς σαρκὶ, καὶ ἐκοπίασε. » Σευῆροι λέγουσιν· « Ἡ Τριὰς ἐδάκρυσεν, καὶ ἐκοπίασεν. » Ἐγὼ λέγω· « Χριστὸς σαρκὶ ἔπαθε. » Σευῆροι φάσκουσιν· « Ἡ Τριὰς πέπονθεν. » Ἡ Ἐκκλησία λέγει· « Χριστὸς τέθνηκε. » Σευῆροι φάσκουσιν· « Ἡ Τριὰς τέθνηκεν· » ὅτι πάντα τὰ ἐπὶ Χριστοῦ λεγόμενα εἰς αὐτὴν ἀνατρέχει. Ἐγὼ δὲ καὶ συντάττων ταῦτα, δέδοικα, μὴ ὑποβρύχιος γένωμαι τῷ μεγέθει τῆς βλασφημίας.
Ἀλλ᾽ ἴσως ἀνανεύων πρὸς ταῦτα ὁ Ἀκέφαλος φάσκει, ὅτι μόνα τὰ οὐσιωδῶς ἐν Χριστῷ λεγόμενα, ἐπιγράφομεν ὁμοίως τῇ πάσῃ Τριάδι. Ἀλλὰ καὶ πρὸς τοῦτο ἀνθυπαντήσας ἐρῶ, ὅτι δυσσεβὲς ἡμῖν τὸ δόγμα καὶ παράνομον. Πῶς γὰρ δυνηθείητε φάσκειν μίαν Τριάδος φύσιν σεσαρκωμένην; Πῶς ἐκ δύο φύσεων μία ὑπόστασις ἡ Τριάς; Πῶς δύο γεννήσεις ἐπὶ τῆς Τριάδος; Πῶς δύο φύσεις καὶ ἰδιότητες; Πῶς ὁρατὴ καὶ ἀόρατος ἡ Τριὰς ὥσπερ Χριστός; Εἰ δὲ πάντα τὰ ἐν τῷ Χριστῷ ὁρῶνται, καὶ ἐπὶ Πατρὸς, καὶ τοῦ Πνεύματος, πρόδηλον, ὅτι καὶ πάντα τὰ ἐν ἐκείνοις νοοῦνται, καὶ ἐν τῷ Χριστῷ. Καὶ λοιπὸν ἔσεται μία φύσις ὁ Χριστὸς, ἐν τρισὶν ὑποστάσεσι καὶ προσώποις ὑπάρχων. Ὁ αὐτὸς καὶ γεννητὸς, καὶ ἐκπορευτός. Καὶ γεννήτωρ, καὶ γέννημα, κατὰ τὴν Σαβελλίου τοῦ μιαροῦ δυσσέβειαν· εἰς ἣν ἐκ παντὸς τρόπου περιπίπτουσιν οἱ ταυτὸν λέγοντες εἶναι τὴν φύσιν καὶ τὴν ὑπόστασιν. Ὅμοιον γὰρ αὐτοῖς ἐστι τὸ εἰπεῖν, ὅτι ἡ φύσις τῆς Τριάδος ἐσαρκώθη, εἴπερ ταυτὸν φύσις καὶ ὑπόστασις. Ἀλλ᾽, ὡς ἔοικεν, ἡρετίσαντο, ὡς οἴονται, οἱ αἱρετικοὶ μυρίοις κρημνοῖς ἑαυτοὺς καταποντῶσαι, καὶ μόνον Μῶμόν τινα κατὰ τῆς ὀρθοδόξου ἡμῶν πίστεως φλυαρῆσαι. Ἡ δὲ ἕστηκε παγία καὶ ἀκράδαντος ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πέτρας, πρὸς ἣν αἱ πύλαι τοῦ ἄδου, τοῦτ᾽ ἔστιν, αἱ τῶν αἱρέσεων γλῶσσαι προσκρούουσι μὲν, οὐκ ἰσχύουσι δὲ αὐτῆς τῇ χάριτι τοῦ θελήσαντος αὐτὴν Χριστοῦ τοῦ Υἱοῦ, τοῦ Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.