Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Orthodox Interpretation of “In Christ Dwells All the Fullness of the Godhead”

ΚΕΦΑΛ. Ιϛ΄. Σευηριανοῦ ἐπισκόπου Γαβαλῶν εἰς τὸ ἀποστολικὸν λόγιον, τὸ περὶ Χριστοῦ φάσκον, ὅτι « Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. »

Καὶ μὴν εἰ ἀπερίγραπτος τυγχάνει ἡ θεότης καὶ ἄποσος, οὐδὲ πλήρωμα δυνατὸν λέγεσθαι ἐπ᾽ αὐτῆς οὐδὲ πᾶν. Καὶ γὰρ τὸ πληρούμενον, καὶ πλήρωμα ἔχον, πρόδηλον, ὅτι καὶ ποσότητα ἔχει, καὶ περιγραφὴν, καὶ στάσιν· ὡς ὅτ᾽ ἂν λέγῃ. Πλήρωμα νόμου Χριστὸς, τοῦτ᾽ ἔστι, τέλος τοῦ νόμου Χριστός. Καὶ πάλιν τὸ πλήρωμα τοῦ χρόνου, καὶ τὸ πλήρωμα τῶν ἐθνῶν τῆς γῆς· οὐ δύναται εἶναι ὑπὲρ τὸ πᾶν. Τὸ γὰρ πᾶν, ποσότητός ἐστι σημαντικόν· οἷόν ἐστι τὸ πᾶν τοῦ χρόνου, καὶ τὸ πᾶν τοῦ κόσμου, καὶ τὸ πᾶν τοῦ οὐρανοῦ, καὶ τὸ πᾶν ὕδωρ· ἡ θεότης ὑπὲρ τὸ πᾶν, καὶ ἔστι, καὶ λέγεται, οὐ πλήρωμα ἔχουσα.

Πῶς οὖν νοήσωμεν τὸ πᾶν πλήρωμα τῆς θεότητος ἐν Χριστῷ; Καὶ γὰρ καὶ αὐτὸς εἴρηκεν, ὅτι « Οὐκ εἰμὶ μόνος, ἀλλ᾽ ὁ Πατήρ μου μετ᾽ ἐμοῦ ἐστι. » Καί· « Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με. » Καί· τί ἐροῦμεν λοιπόν; Ἆρα τὸ πλήρωμα τῶν τριῶν ὑποστάσεων προσωπικῶς σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν; Οὐδαμῶς. Ὁ Λόγος γὰρ σὰρξ γενόμενος ἐπεφάνη ἐπὶ τῆς γῆς. Ἀλλ᾽ ἐπειδὴ εὐδοκίᾳ, καὶ ἀποστολῇ τοῦ Πατρὸς, καὶ συνεργίᾳ, καὶ ἐπισκιάσει τοῦ παναγίου Πνεύματος, τὸ μυστήριον τῆς σαρκώσεως τοῦ Υἱοῦ γέγονε· τούτου δὴ χάριν ἐν αὐτῷ λέγεται εἶναι πᾶν τὸ πλήρωμα τῆς θεότητος, ταῖς φυσικαῖς πάσαις ἰδιότησι τῆς Τριαδικῆς θεότητος, οὐ ταῖς ὑποστατικαῖς· οὐ γὰρ τὸ ἀγέννητον πρόσωπον τοῦ Πατρὸς ἐσαρκώθη· οὔτε μὴν ἡ ἐκπορευτικὴ τοῦ ἁγίου Πνεύματος ὑπόστασις· ἀλλὰ τὸ ἀχώριστον τῆς Τριάδος μυστήριον. Οὕτω καὶ ὁ ἅγιος Διονύσιος εἶπεν κατὰ τὴν κοινὴν θέλησιν εἶναι ἐν Χριστῷ τὸν Πατέρα, καὶ τὸ ἅγιον Πνεῦμα, ἤτοι κατὰ τὴν εὐδοκίαν, καὶ συναίνεσιν· οὐχ ὥσπερ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· οὕτω καὶ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα τοπικὰς περιγραφὰς, καὶ διαιρέσεις, καὶ τρεῖς οἴκους, καὶ χωρισμοὺς ἔχουσιν, ἀλλ᾽ ἀλληλοφυῶς, καὶ συμφυῶς, καὶ φεραλλήλως τὸ μυστήριον τῆς Τριάδος καθέστηκεν. Ἀλλ᾽ ἐπειδὴ ἐν τῇ ἐπιδημίᾳ, καὶ ἐπιφανείᾳ τοῦ Λόγου, Χριστὸς μὲν γέγονεν αὐτὸς ὁ Υἱὸς, καὶ Λόγος, χρίστης δὲ τούτου ὑπάρχει ὁ Πατὴρ, χρίσμα δὲ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον· τούτου χάριν λέγεται, ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Καὶ γὰρ ἐν ἑκάστῳ γενομένῳ χριστῷ, τριῶν τινων συνεργίᾳ καὶ σύνοδος γίνεται, τοῦτ᾽ ἔστι, τοῦ χρίοντος, καὶ τοῦ χριομένου, καὶ τοῦ χρίσματος· ἅτινα εἰ καὶ μὴ ὑποστατικῶς ἑνοῦνται, ἀλλὰ τῇ συνεργίᾳ ὁμαδικῶς γνωρίζονται. Διὸ καί φησί τις τῶν ἁγίων Πατέρων· ὅτι τούτου χάριν οὐκ ἐσαρκώθη ὁ Πατὴρ, ἢ τὸ ἅγιον Πνεῦμα, ἀλλ᾽ ὁ Υἱὸς, ἵνα μὴ σύγχυσις τῶν ὑποστατικῶν ἰδιοτήτων γένηται ἐπὶ τῆς ἁγίας Τριάδος. Εἰ γὰρ ἐτέχθη ἐπὶ γῆς ὁ Πατὴρ, υἱοπάτωρ εὑρίσκετο. Διὸ θεοπρεπῶς ὁ ἄνω Υἱὸς γεννητὸς, καὶ κάτω υἱὸς γεννητὸς, ἵνα καὶ μετὰ τόκον σώζηται ἐπὶ τῆς Τριάδος τὸ ἀγέννητον τοῦ Πατρὸς, καὶ τὸ ἐκπορευτὸν τοῦ παναγίου Πνεύματος.

· Contents ·