Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
Proof That the Father and the Holy Spirit Were Not Incarnate with the Son
ΚΕΦΑΛ. ΙΖ΄. Ἀπορία, μᾶλλον δὲ ἀπορία Σευηριανοῦ πρὸς τὴν καθολικὴν Ἐκκλησίαν.
« Εἰ μία φύσις ἐστὶ τῆς ἁγίας Τριάδος, ὁρᾶται δὲ αὐτὴ ἡ φύσις τελεία, καὶ ἀνελλιπὴς ἐν τῇ ὑποστάσει τοῦ Υἱοῦ. Ἐσαρκώθη δὲ ὁ Υἱὸς, ἄρα ἂν εὐρεθήσεται πάντως ὅλον τὸ πλήρωμα τῆς θεότητος σαρκωθὲν, κατὰ τὸ εἰρημένον, Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; »
Ἀπόκρισις. Οὐχ ὁρᾶται τὸ ὁλικὸν τῆς Τριαδικῆς ὀντότητος ἐν τῇ ἰδικῇ ὑποστάσει τοῦ Λόγου, ὡς ἡ Σαβελλίου σύγχυσις νομοθετεῖ· οὐ γὰρ ἔχει τὸ ἀγέννητον τοῦ Πατρὸς ὁ Λόγος, οὔτε τὸ γεννητικὸν, οὔτε τὸ ἀναίτιον, οὐδὲ τὸ ἀμφιδέξιον τῆς καθέδρας, οὐδὲ τὸ ἔγκολπον, οὔτε νῦν τὸ τοῦ Πνεύματος ἐκπορευτόν· οὐδέ τι ἕτερον τῶν ὑποστατικῶν ἰδιοτήτων τοῦ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματος. Οὐχ ὥσπερ ἀγέννητος ὁ Πατὴρ, οὕτω καὶ ὁ Υἱός· οὔτε δὲ πάλιν ἀναίτιος ὁ Υἱὸς, οὔτε ἐκπορευτὸς, οὔτε ἀποστέλλων τὸν Πατέρα, καθ᾽ ἃ ἀπεστάλη ὑπὸ τοῦ Πατρός. Διόπερ, σαρκωθεῖσα ἡ τοῦ Υἱοῦ ὑπόστασις, οὐ συνεσάρκωσεν ἑαυτῇ τὴν ἀγεννησίαν τοῦ Πατρὸς, οὐδὲ τὴν ἐκπορευτικὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος. Ἀλλ᾽ ἐπειδὴ πάντα τὰ φυσικὰ τῆς Τριάδος ἰδιώματα, τοῦτ᾽ ἔστι τὸ ἄναρχον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, τὸ ἀναλλοίωτον, τὸ ἀδιάδοχον, τὸ ἀγαθὸν, τὸ ζωοποιὸν, καὶ πάντα τὰ τοιαῦτα ἀπαραλλάκτως, καὶ ἰσοφυῶς, καὶ ὁμοφυῶς ὁρᾶται ἐν τῷ Υἱῷ, ὥσπερ καὶ ἐν τῷ Πατρὶ, καὶ ἐν τῷ ἁγίῳ Πνεύματι, τούτου χάριν εἴρηται, κατοικεῖν ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος, καὶ κατὰ τοῦτο εἴρηται τέλειος ὁ Χριστὸς ἐν θεότητι. Ὥσπερ οὖν καὶ τέλειος ἐν ἀνθρωπότητι λεγόμενος, οὐ συνέλαβεν ἐν τῇ σαρκώσει πάσας τῶν ἀνθρώπων τὰς ὑποστατικὰς ἰδιότητας· οὐ γὰρ εἶχε τὸ ἀγέννητον τοῦ Ἀδάμ· οὐδὲ τὸ πλευρογέννητον τῆς Εὔας· οὐδὲ τὸ μέγεθος τῶν γιγάντων· οὔτε τὸ εἶδος τῶν Αἰθιόπων. Αὗται γὰρ ὑποστατικαί εἰσιν ἰδιότητες. Ἀλλ᾽ ἐπειδὴ πάντα τὰ κοινὰ, καὶ φυσικὰ τοῦ ἀνθρώπου ἑκουσίως κατεδέξατο, τοῦτ᾽ ἔστι, τὸ κτιστὸν, τὸ ὁρατὸν τὸ φθαρτὸν, τὸ θνητὸν, καὶ ὅσα ἄλλα ἐν ἡμῖν ἀδιάβλητα, καθὰ Παῦλος βοᾷ, τούτου χάριν αὐτὸν τέλειον καὶ ἐν ἀνθρωπότητι γινώσκομεν. Ταῖς οὖν φυσικαῖς ἰδιότησι πᾶν τὸ πλήρωμα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὁρᾶται ἐν τῷ Χριστῷ· οὔτε γὰρ ἐὰν τὸν ἴδιον ὄνυχά τις πορφυροβαφήσῃ, ἤδη καὶ τὴν σάρκα, καὶ τὸ ὀστοῦν τοῦ δακτύλου συνεπορφυροβάφησε, καίπερ ἀδιαιρέτων τῶν τριῶν ὑπαρχόντων. Οὐκοῦν οὐδὲ ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα καθ᾽ ὑπόστασιν συνεβάφη, καὶ συναιματώθη τῷ Υἱῷ. Πλὴν ὡς ἐνώπιον Θεοῦ εὐαγγελίζομαι ἀρὰν μεγάλην παντὶ λέγοντι τὴν φύσιν, ὑπόστασιν· ὅτι καὶ Σαβελλίου, καὶ Ἀρείου, καὶ Νεστορίου δυσσεβείαις περιπίπτει· οὔτε γὰρ ἐὰν εἶς ἑωσφόρος ἀμφιέσηται νεφέλην, δυνάμεθα εἰπεῖν, ὅτι πάντες οἱ ἀστέρες συνημφιέσθησαν τοῦτο κατὰ τὰς ἰδίας ὑποστάσεις, ἀλλ᾽ ἢ μόνον κατὰ τὴν κοινὴν τῆς φύσεως τοῦ φωτὸς ἰδιότητα.
Σχόλιον. Εἰς τὸ ἔσχατον τετράδιον κεῖται τὰ ἀκόλουθα.
Ταύταις ταῖς δυσσεβείαις περιπίπτουσιν οἱ αἱρετικοὶ, ἐκ τοῦ Ἀριστοτελικῶς αὐτοὺς νοεῖν τὴν φύσιν καὶ τὴν ὑπόστασιν· ἐκεῖνος γὰρ εἶπεν, ἰδικὰς φύσεις εἶναι τὰς ὑποστάσεις. Οἱ μὲν οὖν μακάριοι Πατέρες εἰς εἰκόνα τυπικὴν λαμβάνουσι τὸν ἄνθρωπον ἐπὶ τοῦ Χριστοῦ, βουλόμενοι ὡς ἔν τινι σκιαγραφίᾳ δεῖξαι τὸ ὁρατὸν αὐτοῦ, καὶ τὸ ἀόρατον, καὶ τὸ θνητὸν, καὶ ἀθάνατον, καὶ τὸ ψηλαφητὸν, καὶ ἀψηλάφητον. Οἱ δὲ κακόφρονες τῶν μονοφυσιτῶν παῖδες, λαβόντες τὴν ἀφορμὴν ἐκ τῶν ἁγίων Πατέρων κατ᾽ αὐτὴν εἰς εἰκόνα τινὰ τυπικὴν, ἀλλ᾽ ἰσότητα φυσικὴν ἐπὶ Χριστοῦ κέχρηνται τῷ τοῦ ἀνθρώπου παραδείγματι.