Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

18. Against Those Who Misapply the Example of Man to Christ

ΚΕΦΑΛ. ΙΗ΄. Κεφάλαιον περὶ τοῦ ὑποδείγματος τῆς τοῦ ἀνθρώπου κατασκευῆς, καὶ συνθέσεως, καὶ ὅτι κακῶς αὐτὸ νοοῦσι οἱ Σευήρου σύμφρονες, βουλόμενοι ἐκ δύο μερικῶν καὶ ἀτελῶν φῦσεων μίαν φύσιν εἶναι τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κατὰ τὸ ἀνθρώπου παράδειγμα.

Σευήρου γὰρ ἤκουσαν λέγοντος, ὅτι « Ὥσπερ ἐπὶ τῆς μιᾶς τοῦ ἀνθρώπου φύσεως μέρος μὲν ταύτης ἐστὶν ἡ ψυχὴ, μέρος δὲ τὸ σῶμα, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, καὶ τῆς μιᾶς αὐτοῦ φύσεως, μέρους τάξιν ἐπέχει ἡ θεότης, καὶ μέρους τὸ σῶμα. » Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ τὸ ὁμολογεῖν ἐκ δύο ἀτελῶν πραγμάτων εἶναι τὸν Χριστὸν, ἐξ ἀτελοῦς θεότητος, καὶ ἐξ ἐλλειποῦς ἀνθρωπότητος, καὶ μὴ εἶναι αὐτὸν τέλειον ἐν θεότητι, ἀλλ᾽ ἡμίθεον Θεὸν, καὶ ἡμιμερῆ ἄνθρωπον. Ἡμεῖς δὲ τὴν αὐτῶν ἀτοπίαν ἀνατρέποντες, οὕτω πρὸς αὐτοὺς παραταξώμεθα. Καὶ πρῶτον ἐκεῖνο ἐροῦμεν, ὅτι οὐκ ἐξομοιοῦνται τοῖς παραδείγμασι τὰ πράγματα, ἐπεὶ καὶ σκώληξ εἴρηται ἐν τῇ Γραφῇ τύπος τοῦ Χριστοῦ εἶναι, καὶ λέων, καὶ πρόβατον, καὶ ἀρνίον, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ κρῖνον. Ἀλλὰ μὴν οὐδὲν τούτων κατ᾽ οὐσίαν ἐξομοιοῦται φυσικῶς. Δεύτερον ἐκεῖνο πάλιν λέξομεν αὐτοῖς, ὅτι εἰ μὲν ἕτερόν τι ἦν τὸ ὑπόδειγμα, ὃ προφέρετε ἡμῖν ἐπὶ Χριστοῦ, καὶ ἕτερόν τι ὅπερ ἐπιδημήσας ἀνέλαβε, τάχα ἂν ἠδύνασθέ τι λέγειν εὔλογον ἔχειν ἐπὶ τούτῳ. Ἐπειδὴ δὲ αὐτὸ τὸ παράδειγμα, λέγω δὴ τὸν ἄνθρωπον, ἤνωσεν ἑαυτῷ καθ᾽ ὑπόστασιν, τοῦτ᾽ ἔστιν τὰς δύο ἡμῶν μερικὰς οὐσίας, ὡς λέγετε, καὶ οὕτω; ἀπεκδέχεσθε δύο ἐπ᾽ αὐτοῦ ὁμολογοῦντες τὰς φύσεις· μίαν μὲν τελείαν τὴν τοῦ Θεοῦ Λόγου· ἑτέρας δὲ ἡμισέας τῆς ἡμετέρας ψυχῆς καὶ τοῦ σώματος.

Καὶ καθ᾽ ἑτέρους δὲ πλείονας τρόπους εὑρήσεις τὸ τοῦ ἀνθρώπου παράδειγμα ἀνόμοιον ἐπὶ τοῦ Χριστοῦ. Ὁ μὲν γὰρ ἄνθρωπος ἐκ δύο πραγμάτων κτιστῶν σύγκειται, τῆς ψυχῆς λέγω καὶ τοῦ σώματος· ὁ δὲ Χριστὸς ἐξ ἀκτίστου θεότητος, καὶ κτιστῆς ἀνθρωπότητος. Ὁ ἄνθρωπος, ἐκ δύο περιγραπτῶν· ὁ Χριστὸς, ἐκ περιγραπτοῦ σώματος, καὶ ἀπεριγράπτου θεότητος. Ὁ ἄνθρωπος, ἐξ ὑλικοῦ, καὶ νοεροῦ συνέστη· ὁ δὲ Χριστὸς, ἐκ Θεοῦ Λόγου, καὶ λογικοῦ ἀνθρώπου, νοεροῦ εἰς ὕπαρξιν. Οὔτε γὰρ σῶμα πρὸ τῆς ψυχῆς συνέστηκεν, οὔτε ἡ ψυχὴ πρὸ τοῦ σώματος. Ὁ δὲ Θεὸς Λόγος, πρὸ πάντων τῶν αἰώνων, καὶ ψυχῶν, καὶ σωμάτων καθέστηκε. Καὶ ἄλλα δὲ μυρία τοιαῦτα εὑρήσεις ἐπὶ τῆς θεότητος, μὴ ἀρμόζοντα, μήτε ἐπὶ τῆς ψυχῆς μήτε ἐπὶ τοῦ σώματος. Εἰ δὲ φιλονεικεῖ ὁ Σευῆρος κατ᾽ ἰσότητα τῆς τοῦ ἀνθρώπου συνθέσεως ἀποδεῖξαι καὶ τὴν ἄρῥητον ἕνωσιν τοῦ Χριστοῦ, μανθανέτω ὁ ἀπαίδευτος, ὅτι ὁ βουλόμενος τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἀκριβέστερον διασκέψασθαι, οὐ μόνον ἐκ δύο φύσεων εὑρήσει τοῦτον συγκείμενον, ἀλλὰ καὶ ἐκ πλειόνων. Ἐκ τεσσάρων μὲν γὰρ ἁπλῶν οὐσιῶν, ἤτοι τῶν στοιχείων, σύγκειται τὸ σῶμα· ἑτέρα δὲ παρὰ ταῦτα οὐσία ἐστὶν ἡ ψυχή· ἑτέρα δὲ ἡ τοῦ Θεοῦ Λόγου. Ὥστε ὑποδείγματι, ἀλλ᾽ οὐκ ἰσότητι ἐπὶ Χριστοῦ νοητέον τὸν ἄνθρωπον.

· Contents ·