Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

19. A Chapter by a Vile Paulianist

ΚΕΦΑΛ. ΙΘ΄. Ἀντίθεσις κακοτρόπου Παυλιανιστοῦ πρὸς Σευηριανὸν προφέροντα κατ᾽ ἰσότητα τοῦ Χριστοῦ εἶναι τὴν τοῦ ἀνθρώπου σύνθεσιν.

ΠΑΥΛΙΑΝΙΣΤΗΣ. Ἀγωνιζόμενος Σευῆρος μερικὸν Θεὸν καὶ μερικὸν ἄνθρωπον ἀποδεῖξαι τὸν Χριστὸν, ἐκ δύο ἀτελῶν φύσεων μίαν ὑπάρχοντα φύσιν, ἄνω καὶ κάτω τὸ τοῦ ἀνθρώπου ἡμῖν φέρει καὶ ἀποφέρει ὑπόδειγμα, μήτε τῆς Μωσαϊκῆς, μήτε τῆς προφητικῆς, ἢ εὐαγγελικῆς Γραφῆς που μαρτυρούσης, εἰς τύπον τῆς Χριστοῦ συνθέσεως εἶναι τὴν ψυχὴν καὶ τὸ ἀνθρώπινον σῶμα. Ἀλλ᾽ ἀπετυφλώθη καταλιπὼν τοὺς τῶν θείων Γραφῶν περὶ Χριστοῦ τύπους, καὶ ἰδίους ἀναπλάττεται μύθους. Τύπος μὲν γὰρ πρωτότυπος καὶ θεοχάρακτος ἐν τῇ θείᾳ Γραφῇ τυγχάνει τοῦ Χριστοῦ ὁ θεῖος Ἰσαὰκ, καὶ ὁ ἀντ᾽ αὐτοῦ σφαγιασθεὶς κριὸς, τῶν δύο προσώπων τῶν ἑτερογενῶν αὐτοῦ σαφῶς τὴν εἰκόνα προδιαγράφοντες. Οὐ τοῦτον δὲ καὶ μόνον τὸν τύπον ὁ χορὸς τῶν ἀοιδίμων Πατέρων οἶδεν εἰς Χριστὸν ἀναφέρειν· ἀλλὰ καὶ ἑτέρους πλείονας, λέγω δὴ τὸν ἱερὸν Μωσέα, καὶ τὴν θήκην, εἰς ἣν κατακλεισθεὶς ἀπερρίφη ὑπὸ τῆς ἰδίας μητρὸς ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ. Δύο πάλιν ἡμῖν τὰς Χριστοῦ ὑποστάσεις κηρύττουσα ἡ θεία Γραφὴ, διὰ τοῦ Μωσέως καὶ τῆς κιβωτοῦ, καθάπερ, καὶ ἡ ἑτέρα κιβωτὸς, ἡ ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου συγκειμένη, τύπον ἐνεργῆ φέρει ἡμῖν τῶν ἑτεροουσίων φύσεων ἤγουν Χριστοῦ ὑποστάσεων. Τί δὲ ἄρα δοκεῖ τῷ Σευήρῳ αἰνίττεσθαι καὶ ἡ στάμνος ἡ χρυσῆ, ἡ τὸ οὐράνιον ἔχουσα μάννα, εἰ μὴ τοὺς ἀλλοφύλους καὶ ἑτεροφυεῖς τοῦ Χριστοῦ ὑποστάσεις; Ὡσαύτως καὶ αἱ δύο τρυγόνες, ἡ θυομένη, καὶ μὴ θυομένη, δύο Χριστοῦ προσώπων εἰσὶ δηλωτικὰ σαφῶς, λέγω δὴ τῆς ἀπαθοῦς αὐτοῦ θεότητος, καὶ τῆς παθητῆς αὐτοῦ σαρκός. Ὥσπερ πάλιν καὶ οἱ δύο τράγοι, ὁ σφαζόμενος, καὶ ὁ εἰς τὴν ἔρημον ἐκπεμπόμενος, σαφῶς ἡμῖν τὸ διάφορον τῶν τοῦ Ἐμμανουὴλ λαλοῦσι χαρακτηριστικῶν ὑποστάσεων, τοῦ ἐν μορφῇ Θεοῦ, καὶ ἐν μορφῇ ἀνθρώπου ὑπάρχοντος. Εἰ δὲ δάκνεται καὶ κρεουργεῖται τούτων ἀκούων Σευῆρος, καὶ οἱ σὺν αὐτῷ ἀπαρνούμενοι τὴν τοῦ Σωτῆρος ἐνανθρώπησιν, πάντως λέξουσι, μὴ ἐξομοιοῦσθαι τὰ παραδείγματα αὐτοῖς τοῖς πράγμασιν. Οὐκοῦν, ὦ ἀνόητοι, μηδὲ τὸ τοῦ ἀνθρώπου ὑπόδειγμα ἐν ἀπαραλλάκτῳ ἰσότητι τῆς ἑνώσεως καὶ ἐνανθρωπήσεως τοῦ Χριστοῦ κηρύττετε, ἐπὶ ἀθετήσει τῶν ἑκατέρων αὐτοῦ φύσεων.

Σχόλιον. Ἐκ δύο ἀθανάτων, λόγου, καὶ ψυχῆς, καὶ θνητοῦ σώματος σύγκειται ὁ Χριστός· καὶ πῶς λοιπὸν ἐπὶ τοσαύτης ἑτερουσίας, καὶ παραλλαγῆς ἀσυγχύτου, μία φύσις δύναται εἶναι;

Τούτων ἐξ αἱρετικῶν πρὸς αἱρετικοὺς εἰρημένων οὐ βλάπτει ἔχειν τὴν αὐτῶν εἴδησιν, καὶ ἤλῳ τὸν ἧλον συντρίβειν τῶν κακοτρόπων.

· Contents ·