Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

20. Syllogistic Chapters against the Foolish Severians

ΚΕΦΑΛ. Κ΄. Κεφάλαια συλλογιστικὰ κατὰ Σευηριανῶν ἀφρόνων.

Ἐρώτησις ΟΡΘΟΔΟΞΟΥ. Καθ᾽ ὑπόστασιν ἀδιαίρετον καὶ ἄρῥητον ὁμολογεῖς ἐν τῇ σαρκώσει ἐνωθέντα τὸν Θεὸν Λόγον τοῖς σπλάγχνοις, καὶ τοῖς στέρνοις τῆς παναμώμου Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἢ κατενοίκησιν ψιλὴν, καθ᾽ ὁμοιότητα τῶν λοιπῶν ἀνθρώπων, ὡς ἐν σκηνῇ τινι καὶ οἴκῳ, καθὰ λέγει Νεστόριος;

Ὁ ΑΚΕΦΑΛΟΣ. Πρόδηλον, ὅτι καθ᾽ ὑπόστασιν ἄρῥητον καὶ ἀδιαίρετον ὁμολογοῦμεν ἐνωθέντα τὸν Θεὸν Λόγον τῇ οὐσίᾳ, καὶ γαστρὶ καὶ τοῖς σπλάγχνοις αὐτῆς, καθὰ καὶ οἱ ἅγιοι Πατέρες ἐκήρυξαν.

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Οὕτως ἔχει ἡ ἀλήθεια, καὶ οὕτω πιστεύομεν, καὶ οὕτως κηρύττομεν. Εἰπέ μοι λοιπὸν, παρακαλῶ, ὦ βέλτιστε, τοῦ Θεοῦ Λόγου καθ᾽ ὑπόστασιν ἡνωμένου τοῖς σπλάγχνοις, καὶ σαρκὶ, καὶ μυελοῖς τῆς πανυμνήτου Θεοτόκου, καὶ ἀδιαιρέτως καὶ ἀχωρίστως σαρκωθέντος, καὶ συμπλακέντος τῇ παναχράντῳ ὑπάρξει αὐτῆς, ὅτε ἔφερεν αὐτὸν ἐν γαστρὶ, καθ᾽ ὑπόστασιν ἡνωμένον ἐν αὐτῇ τὸν ἐννεαμηναῖον χρόνον, πότερον μία φύσις ἦν ἡ Παρθένος, καὶ ὁ καθ᾽ ὑπόστασιν ἡνωμένος τῇ σαρκὶ αὐτῆς Θεὸς Λόγος, ἢ δύο φύσεις; Καὶ εἰ μὲν μίαν φύσιν εἴπης τῆς γυναικὸς καὶ τοῦ Θεοῦ Λόγου, εἰπέ μοι, πόσον μέρος ταύτης τῆς μιᾶς φύσεως ἐν τῷ τόκῳ λαβὼν ὁ Χριστὸς, διέστη ἐξ αὐτῆς; καὶ πόσον ἀπέμεινεν ἐν αὐτῇ; Εἰ δὲ οὐκ ἔστι μία, ἀλλὰ δύο φύσεις, ἡ Παρθένος καὶ ὁ Θεὸς Λόγος, μετὰ τὸ γενέσθαι τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ἐν τῇ κοιλίᾳ αὐτῆς, τί μάτην προφασίζεσθε φάσκοντες, ἀδύνατον εἶναι δύο φύσεις μετὰ τὴν καθ᾽ ὑπόστασιν, ἕνωσιν;

Ἄλλος λόγος. Ἡ ἐκ τόπου εἰς τόπον ἐκπορευτικὴ μετάστασις οὐκ ἔστιν ἀπεριγράπτου φύσεως. Τὸν οὐρανὸν γὰρ καὶ τὴν γῆν πληροῖ ὁ Λόγος καὶ Θεός· σαρκωθεὶς τοίνυν, καὶ τεχθεὶς ἐκ τῆς ἁγίας Παρθένου, πῶς προῆλθε, καὶ ἐχωρίσθη ἐξ αὐτῆς ὁ Χριστός; Κᾶν γὰρ κατὰ σάρκα ψιλὴν εἴπῃς αὐτὸν χωρισθέντα ἐν τῷ τόκῳ, ἐκ τῆς μητρὸς, ἰδοὺ τὰ Νεστορίου φρονεῖς. Εἰ δὲ σαρκὶ καὶ θεότητι χωρισμὸν ἐκ τῆς μητρὸς πεποίηκε, πῶς ἡ καθ᾽ ὑπόστασιν ἡνωμένη θεότης τοῖς σπλάγχνοις καὶ στέρνοις τῆς ἁγίας Παρθένου ἐχωρίσθη τεχθεῖσα ἀπ᾽ αὐτῆς;

Ἄλλως περὶ αὐτοῦ ἐρωτήσεως. Πῶς φρονεῖς τὸ πανάγιον Πνεῦμα κατελθὸν ἐν τῷ Ἰορδάνῃ, καὶ μείναν ἐν Χριστῷ; κατ᾽ οὐσίαν καὶ κατ᾽ ἀλήθειαν ὑποστατικῶς, ἢ κατὰ χάριν τινὰ καὶ ἁγιασμὸν, ὡς ἐφ᾽ ἑνὸς τῶν προφητῶν καὶ ψιλῶν ἀνθρώπων, καθά φησιν οἱ αἱρετικοί;

Ὁ ΑΚΕΦΑΛΟΣ. Πρόδηλον, ὅτι οὐσιωδῶς, καὶ οὐχ ὡς ἐφ᾽ ἑνὸς τῶν προφητῶν ὁμολογοῦμεν τὸ πανάγιον Πνεῦμα ἐπιδημῆσαν, καὶ μεῖναι ἐν τῷ Χριστῷ.

Ὁ ΟΡΘΟΔΟΞΟΣ. Λέγε μοι λοιπὸν, παρακαλῶ, τοῦ ἁγίου Πνεύματος ὑποστατικῶς, ὡς λέγεις, μείναντος ἐν τῷ Χριστῷ, ὁ Λόγος καὶ ἡ σὰρξ, καὶ τὸ ἅγιον Πνεῦμα, μία φύσις εἰσὶν, ἢ δύο;

Ἄλλως πρὸς τοὺς αὐτούς. Ὁ θεῖος Ἀπόστολός φησιν, ὅτι « Ἐν Χριστῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. » Πρόδηλον οὖν ὅτι ἐν τῇ ἑνώσει τῇ γενομένῃ τῇ ἁγίᾳ Παρθένῳ, τότε ὥκησεν ἀρρήτως ἐν αὐτῇ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Ὑπάρχοντος τοίνυν παντὸς τοῦ πληρώματος τῆς θεότητος ἐν αὐτῇ ἀδιαιρέτου, πότερον μία φύσις ἦν τῆς Παρθένου καὶ τοῦ πληρώματος παντὸς τῆς θεότητος διὰ τὴν ἕνωσιν, ἢ δύο φύσεις;

Ἄλλως. Εἰ διὰ τὸ ἀχώριστον καὶ ἀδιαίρετον τοῦ Θεοῦ Λόγου, καὶ τῆς ἐμψύχου αὐτοῦ σαρκὸς μία φύσις ὁ Θεὸς Λόγος καὶ ἡ σὰρξ τυγχάνει, πάντως ὅτι διὰ τὸ ἀχώριστον αὐτὸν εἶναι τοῦ θρόνου Χερουβικοῦ μία λοιπὸν φύσις, ὁ θρόνος, καὶ ὁ Θεὸς Λόγος ὁ ἐν αὐτῷ ἐστιν.

Ἄλλως. Τὸ ἀσώματον πρὸς τὸ ἀσώματον, καὶ τὸ ἄῦλον πρὸς τὸ ἀῦλον οἰκειοτέραν πάντως, καὶ εὐχερεστέραν, καὶ ἀχωριστοτέραν τὴν ἕνωσιν ἔχει, ὡς ὁμοφυὲς, καὶ πνευματικὸν, καὶ ὁμοούσιον πρὸς τὸ ὁμοούσιον· ὑπὲρ τὴν ἕνωσιν τοῦ ἀσωμάτου πρὸς τὸ ὑλικόν· καὶ τοῦ ἀφθάρτου πρὸς τὸ φθαρτόν· καὶ τοῦ ἀπαθοῦς πρὸς τὸ παθητόν· καὶ τοῦ ἀπεριγράπτου πρὸς τὸ περιγραπτόν. Εἰ οὖν μία φύσις, διὰ τὴν ἀχώριστον ἕνωσιν, ἔστι τῆς περιγεγραμμένης καὶ θνητῆς σαρκὸς, καὶ τοῦ ἀπεριγράπτου ἐν αὐτῇ Θεοῦ Λόγου, πολλῷ πλέον μία λοιπὸν ὑπόστασις ἔσται τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ ἀχωρίστου τῶν κόλπων αὐτοῦ μονογενοῦς Υἱοῦ, εἴπερ ἀχώριστον δοξάζεις τὸν Υἱὸν τῶν κόλπων τοῦ Πατρός. Ὅσας γὰρ ἂν ἑνώσεις εἴπης τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον, οὐκ οἶμαι εἶναι ταύτας ἑνωτικωτέρας τῆς σὺν ἀλλήλοις ὑπάρξεως τῶν ὁμοφυῶν καὶ ἄύλων ὑποστάσεων τοῦ Θεοῦ. Εἰ καὶ τὰ μάλιστα ἐν τρισὶν ἀσυγχύτοις ὑποστάσεσι τὴν ὁμοούσιον Τριάδα πιστεύομεν. Ἄλλως. Σευήρου, καὶ Τιμοθέου, καὶ ὑμῶν λεγόντων, ὅτι φύσις Χριστοῦ μόνη θεότης ἐστί· λέγοντος δὲ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητὰς, περὶ Λαζάρου, ὅτι « Ἀπέθανε, καὶ χαίρω, ὅτι οὐκ ἤμην ἐκεῖ, » πῶς Θεὸς ὦν οὐκ ἦν ἐκεῖ; Ποῦ οὐκ ἔστιν ὁ Θεός; Πάντως ἀληθῶς ἐν τῇ καρδίᾳ Σευήρου, καὶ ὑμῶν, οὐκ ἔστιν ὁ Θεός. Διὸ περὶ τῶν ὑμετέρων καρδιῶν λέγει καὶ ὁ ἅγιος ἄγγελος, ὅτι Ἠγέρθη, οὐκ ἔστιν ἐν ταῖς ὑμετέραις ψυχαῖς.

Σχόλιον. Διὰ συντόμου χρησίμως.

Αὐτὰ περὶ τῶν αὐτῶν ταυτολογούντων καὶ προβαλλομένων τῶν Μονοφυσιτῶν, ἀνάγκη καὶ ἡμᾶς ταῦτα λέγειν, τὰς τῶν ἁγίων Πατέρων φωνὰς πρὸς αὐτούς. Καθὰ οὖν καὶ ἐν τῇ δευτέρᾳ πρὸς αὐτοὺς διαλέξει πρόκειται, ἐν τῷ τρίτῳ τετραδίῳ, πάλιν διὰ συντόμου ἐροῦμεν ἐρωτώμενοι παρ᾽ ὑμῶν, πᾶσαν εὐαγγελικὴν, καὶ ἀποστολικὴν, καὶ προφητικὴν, καὶ Μωσαϊκὴν πτωχοπρεπῆ φωνὴν ἁρμόζουσαν τῇ ἀνθρωπίνῃ φύσει τοῦ Χριστοῦ· οἷον τὸ, « Προφήτην ὑμῖν ἀναστήσει Κύριος. » Καὶ τὸ, « Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος. » Καὶ τὸ, « Ἰδοὺ συνήσει ὁ παῖς μου. » Καὶ τὸ, « Ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; » Καὶ πάλιν τὰς εὐαγγελικὰς φωνὰς, οἷον τὸ, « Ὁ Πατήρ μου μείζων μού ἐστι. » Καὶ τὸ, « Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν. » Καὶ « Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. » Καὶ, « Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὅς τὴν ἀλήθειαν εἶπον ὑμῖν; » Καὶ, « Λάζαρος ἀπέθανε, καὶ χαίρω, ὅτι οὐκ ἤμην ἐκεῖ. » Καὶ τὸ ὑπὸ τοῦ ἀγγέλου λεγόμενον, ὅτι « Ἠγέρθη, οὐκ ἔστιν ὧδε. » Καὶ, « Ὁ Ἰησοῦς ὁ παῖς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι. » Καὶ « Ὑπετάσσετο τοῖς γονεῦσιν. » Καὶ τὸ, « Ὁ Θεὸς καὶ τὸν Κύριον ἤγειρε. » Καὶ τὸ, « Ἐδόξασε τὸν παῖδα αὐτοῦ, Ἰησοῦν, » τοῦτ᾽ ἔστι, τὸν δοῦλον αὐτοῦ. Καὶ ὅπως συντόμως εἴπω, οἷον δή ποτε ῥῆμα πτωχοπρεπὲς Χριστοῦ ἐκ θείας Γραφῆς ἐρωτήσωμεν αὐτοὺς, ὅτι κατὰ ποίαν φύσιν τοῦ Χριστοῦ ταῦτα ταπεινὰ εἴρηνται, αὐτοὶ ἀποφεύγοντες τὸ εἰπεῖν τὴν σάρκα τοῦ Χριστοῦ φύσιν, λέγουσιν, ὅτι κατὰ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ταῦτα λέγονται, κατὰ τὸ πρόσλημμα, κατὰ τὸ ὁρώμενον, κατὰ τὸ σῶμα, κατὰ τὴν σάρκα, καὶ ἁπλῶς μυρίας ἄλλας προσηγορίας ὀνομάζουσι τὴν ἀνθρωπότητα αὐτοῦ· φύσιν δὲ οὐδαμῶς αὐτὴν λέγειν ἀνέχονται. Εἶτα, ἐρωτῶμεν αὐτοὺς, ὅτι Τίνος χάριν παραιτεῖσθε τὸ ὀνομάσαι φύσιν τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ; καὶ ἀποκρίνονται λέγοντες, ὅτι « Ἐὰν εἴπωμεν αὐτὴν φύσιν, ἐξ ἀνάγκης πάσης λέγωμεν αὐτὴν καὶ πρόσωπον. Καὶ εὑρισκόμεθα δύο πρόσωπα ὁμολογοῦντες, ὥσπερ ὁ Νεστόριος· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος. »

Ἐρώτησις ὀρθοδόξου πρὸς ταῦτα.

Τί οὖν, ὦ ἄνδρες; Πᾶς ὁ λέγων τὴν σάρκα τοῦ Χριστοῦ φύσιν, καθὼς καὶ ἡ σύνοδος Χαλκηδόνος αὐτῆς εἶπεν, Νεστοριανὸς ὑπάρχει; Ἀποκρίνονται πρὸς ταῦτα οἱ Σευήρου λέγοντες· « Ναὶ, οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος. » Ὅτε οὖν ταῦτα εἴπωσι, τότε προφέρομεν αὐτοῖς τὰς προειρημένας ἐν τοῖς ἔνπροσθεν τῶν ἁγίων Πατέρων χρήσεις, τὰς ὀνομαζούσας τὴν σάρκα τοῦ Χριστοῦ φύσιν, καὶ μετὰ τὴν ἕνωσιν· καὶ ἐλέγχομεν αὐτοὺς, ὅτι οὐ τοῖς ἁγίοις Πατράσιν ἀκολουθοῦσιν, ἀλλὰ τῇ νομοθεσίᾳ Σευήρου στοιχοῦντες ἀποῤῥίπτουσι τὰς φωνὰς τῶν ἁγίων Πατέρων, Νεστοριανοὺς αὐτοὺς δεικνύντες, διὰ τὸ ὀνομάζειν αὐτοὺς φύσιν τὴν σάρκα τοῦ Χριστοῦ. Ταῦτα δὲ πάντα κατὰ ἀντιπάθειαν τῆς συνόδου Χαλκηδόνος ποιοῦσι, δι᾽ αὐτὴν ἀρνούμενοι τοὺς ἁγίους Πατέρας, καὶ στοιχοῦντες μᾶλλον Σευήρῳ τῷ οἰκείῳ διδασκάλῳ κακῶς, τῷ νομοθετήσαντι αὐτοῖς, καὶ εἰπόντι, ὅτι Κἂν αὐτοῦ τοῦ ἁγίου Κυρίλλου ἐστὶ φωνὴ λέγουσα δύο φύσεις ἐν Χριστῷ, μὴ δέξασθε ταύτην.

Ἐπειδὴ δὲ, ὡς καὶ ἄλλοτε εἶπον, γινώσκων ὁ Σευῆρος τὴν φωνὴν τῶν δύο φύσεων τῶν ἀδιαιρέτων Χριστοῦ πατρικὴν οὖσαν καὶ ἀδιάβλητον, καὶ ἀπορῶν πρὸς τὴν ταύτης ἀνατροπὴν, προφασίζεται προφάσεις ἐν ἁμαρτίαις, φάσκων πρὸς Νηφάλιον καὶ πρὸς Συμπλίκιον, ὅτι « ἕως τῶν χρόνων Νεστορίου δεκτικὴ ἦν ἡ φωνὴ τῶν δύο φύσεων, ἀπὸ δὲ τῶν χρόνων Νεστορίου ἀπεδοκιμάσθη ἡ τοιαύτη φωνὴ, ἐκ διφυοῦς μονοφυοῦς γενομένου τοῦ Χριστοῦ. Καὶ δεῖ, φησὶ, πρὸς τοὺς καιροὺς, καὶ τὰς ἀνακυπτούσας αἱρέσεις, τὰ δόγματα Χριστοῦ μεταλλάττειν καὶ μεταρυθμίζεσθαι. » Ἀναγκαίως πάλιν καὶ ἐκ τῆς ἁγίας συνόδου τῆς ἐν Ἐφέσῳ ἐπὶ τοῦ θεσπεσίου Κυρίλλου γενομένης τὴν αὐτοῦ κακεντρέχειαν καὶ πανουργίαν ἐλέγξαι ἐσπούδασα, δεικνὺς, ὅτι πρὸ διακοσίων ἐτῶν τοῦ Νεστορίου γεγόνασιν αἱρέσεις, αἱ λέγουσαι κακῶς ἐπὶ Χριστοῦ τὴν διαίρεσιν. Καὶ οὐδαμῶς οἱ μακάριοι Πατέρες οἱ ἐπ᾽ αὐτῶν τῶν αἱρεσιαρχῶν γενόμενοι παρητήσαντο φάναι δύο ἀδιαιρέτους ἐπὶ Χριστοῦ τὰς φύσεις. Καὶ γοῦν πρῶτος Ἀρτέμων αἱρεσιάρχης τὸν Χριστὸν εἰς δύο διεῖλε, πρὸ τῆς συνόδου τῆς ἐν Νικαίᾳ χρόνους διακοσίους γενόμενος. Μεθ᾽ ὃν καὶ Ὠριγένης ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἐδογμάτισε· μεθ᾽ ὃν Παῦλος Σαμωσατεὺς πρὸ ὀγδοήκοντα ἐτῶν τῆς ἁγίας συνόδου, τὴν Ἀρτέμωνος ἀνεκαίνισεν αἵρεσιν. Αὖθίς τε μετὰ Παῦλον καὶ τὴν ἁγίαν σύνοδον Θεόδωρος ὁ Ἀντιοχείας, ὁ Νεστορίου καθηγητὴς, καὶ Διόδωρος, εἰς δύο τὸν Χριστὸν ἐδογμάτισεν. Εἶθ᾽ οὕτως μετ᾽ αὐτοὺς ὁ δυσσεβὴς Νεστόριος. Πάντων οὖν τῶν μεγάλων καὶ ἐγκρίτων Πατέρων, μεταξὺ τῶν χρόνων Ἀρτέμωνος, καὶ Νεστορίου γενομένων, πῶς οὐδεὶς αὐτῶν παρητήσατο τὴν τῶν δύο ἡνωμένων ἐν Χριστῷ φύσεων φωνήν; Καὶ ὅτι ταῦθ᾽ οὕτως ἔχει, ἄκουσον τὴν ἀρχὴν καὶ ὑπόθεσιν τῆς ἁγίας συνόδου τῆς ἐν Ἐφέσῳ τάδε περιέχουσαν.

Διαμαρτυρία προτεθεῖσα δημοσίως παρὰ τῶν κληρικῶν Κωνσταντινουπόλεως, καὶ κατὰ Ἐκκλησίαν ἐμφανισθεῖσα, ὡς ὅτι ὁμόφρων ἐστὶ Νεστόριος Παύλου τοῦ Σαμωσατέως.

« Ὁρκίζω τὸν λαμβάνοντα τόδε τὸ χαρτίον, κατὰ τῆς ἁγίας Τριάδος, ὥστε φανερὸν αὐτὸ ποιῆσαι ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, ἀναγνώσταις, λαϊκοῖς, οἰκοῦσι Κωνσταντινούπολιν, ἔτι τε καὶ τὸ ἴσον αὐτοῦ ἐκδοῦναι πρὸς ἔλεγχον τοῦ αἱρετικοῦ Νεστορίου, ὅτι ὁμόφρων ἐστὶ τοῦ ἀναθεματισθέντος Παύλου τοῦ Σαμωσατέως, πρὸ ἐτῶν ρξ᾽ ἀπὸ τῶν ὀρθοδόξων Πατέρων ἐπισκόπων, Ἔστι δὲ τὰ παρὰ ὁποτέρων εἰρημένα οὕτως. Παῦλος εἶπεν· Μαρία τὸν Λόγον οὐκ ἔτεκε. Νεστόριος εἶπεν· Οὐκ ἔτεκεν, ὦ βέλτιστε, Μαρία τὴν θεότητα. Παῦλος εἶπεν· Οὔτε γὰρ ἦν πρὸ αἰώνων. Νεστόριος εἶπεν· Καὶ μητέρα χρονικὴν τῇ δημιουργῷ τῶν χρόνων ἐφιστῶσι θεότητι. Παῦλος εἶπεν· Μαρία τὸν Λόγον ὑπεδέξατο, καὶ οὐκ ἔστι πρεσβυτέρα τοῦ Λόγου. Νεστόριος εἶπεν· Πῶς Μαρία τὸν ἑαυτῆς ἀρχαιότερον ἔτεκεν; Παῦλος εἶπεν· Μαρία ἔτεκεν ἄνθρωπον ἡμῖν ἴσον. Νεστόριος εἶπεν· Ἄνθρωπος ὁ τεχθεὶς ἐκ Παρθένου. Παῦλος εἶπεν· Κρείττονα δὲ κατὰ πάντα, ἐπειδὴ ἐκ Πνεύματος ἁγίου, καὶ ἐξ ἐπαγγελιῶν, καὶ ἐκ τῶν γεγραμμένων ἡ ἐπ᾽ αὐτοῦ χάρις. Νεστόριος εἶπεν· Τεθέαμαι γὰρ, φησὶ, τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ᾽ αὐτὸν, τὸ τὴν ἀνάληψιν αὐτῷ χαρισάμενον. Ἐντειλάμενος, φησὶ, τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο διὰ Πνεύματος ἁγίου, ἀνελήφθη. Τοῦτο δὴ τὸ τηλικαύτην Χριστῷ χαρισάμενον δόξαν. Παῦλος εἶπεν· Ἵνα μήτε ὁ ἐκ Δαυῖδ χρισθεὶς, ἀλλότριος εἴη τῆς σοφίας, μήτε σοφία ἐν ἄλλῳ οὕτως οἰκεῖ. Καὶ γὰρ ἐν ταῖς προφήταις ἦν· μᾶλλον δὲ ἐν Μωσῇ, καὶ ἐν πολλοῖς κυρίοις· μᾶλλον δὲ ἐν Χριστῷ, ὡς ἐν οὐρανῷ. Καὶ ἀλλαχοῦ λέγει, ἄλλον εἶναι τὸν Ἰησοῦν Χριστὸν, καὶ ἄλλον τὸν Λόγον. Νεστόριος εἶπεν· Μὴ ἐγχωρεῖ τὸν πρὸ πάντων αἰώνων γεννηθέντα ἄλλο ἅπαξ γεννηθῆναι, καὶ ταῦτα θεότητι. »

Ἰδοὺ ἐξ ἁγίας, καὶ συνοδικῆς παραστάσεως ἐλέγχεται ὁ Σευῆρος ψεύστης, λέγων, Νεστόριον τὸν μιαρὸν εἶναι ἀρχηγὸν τῆς διαιρέσεως. Οὐκοῦν οἱ μὲν ἅγιοι Πατέρες, ἐπὶ Ἀρτέμωνος, καὶ Παύλου, καὶ Διοδώρου, καὶ Θεοδώρου ὄντες, εὐσεβῶς καὶ ἡνωμένως τὰς δύο Χριστοῦ φύσεις εἶπον, καθὰ καὶ ἡμεῖς Ἀρτέμων, καὶ Παῦλος, καὶ Θεόδωρος, καὶ Διόδωρος, καὶ Νεστόριος διηρημένας, ὥστε οὐ τὸ λέγειν δύο, κακὸν, ἀλλὰ τὸ διελεῖν αὐτὰς ἰδίᾳ καὶ ἀνὰ μέρος, καὶ μὴ πρεσβεύειν τὴν καθ᾽ ὑπόστασιν γένεσιν.

· Contents ·