Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

3. Preface to the Treatise

ΚΕΦΑΛ. Γ΄. Ἐρώτησις ὀρθοδόξου.

Λέγοντες δύο γεννήσεις ἐπὶ Χριστοῦ, τοῦτ᾽ ἔστι τὴν προαιώνιον ἐκ Πατρὸς κατὰ τὴν θεότητα, καὶ τῶν ἐπαισχάτων τῶν χρόνων, ἐκ τῆς Παρθένου, κατὰ τὴν ἀνθρωπότητα, εἴπατε ἡμῖν εἰ ἔστι τόκος ἀνυπόστατος· καὶ λέγομεν ὑμῖν εἰ ἔστι φύσις ἀνυπόστατος. Κυρίως γὰρ τόκος ἐστὶ προσθήκη ὑποστάσεως, ἐν ταυτότητι φύσεως, οὐκοῦν ὥσπερ ἐν τῇ μιᾷ τοῦ Θεοῦ Λόγου ὑποστάσει γενόμεναι αἱ δύο γεννήσεις, οὐκ ἐποίησαν αὐτὴν προσθήκην ὑποστάσεως· οὕτως οὐδὲ ἐκ τῶν δύο καθ᾽ ὑπόστασιν ἡνωμένων φύσεων, προσθήκην προσώπου ἐδέξατο. Λοιπὸν ἡνίκα ἡμᾶς ἀποροῦσι λέγοντες οἱ αἱρετικοὶ, ὅτι ἐστὶ φύσις ἀνυπόστατος; ἀντερωτητέον αὐτοὺς, ἔστι τόκος ἀπρόσωπος· ἔνθα γὰρ καινὸς τόκος, ἐκεῖ καὶ προσθήκη προσώπου γνωρίζεται.

Παρακαλοῦμεν δὲ τοὺς ἐντυγχάνοντας τῇ βίβλῳ, ἐκ παντὸς τρόπου ἀναγινώσκειν καὶ τὰ κατὰ τοὺς τόπους παρακείμενα, σχόλια. Εἰ δὲ καὶ ὡς εἰκὸς, καὶ βραχεῖά τινα σόλοικα ἔχει ἡ βίβλος, συγγνώμην αἰτοῦμεν. Ὁ γὰρ αὐτοσχεδίως ἐκτιθέμενος, πολλάκις ἔχον τὸν νοῦν αὐτοῦ ἐν τοῖς νοήμασιν, καὶ σπεύδων ταῦτα σημειοῦσθαι, περιφρονεῖ τῶν σολοίκων, καὶ τῆς στίξεως.

Ἀναστασίου ἐλαχίστου μοναχοῦ Πόνημα περὶ πίστεως ὀρθοδόξου, ἀνθολογηθὲν ἐκ τῶν ἁγίων Γραφῶν, καὶ διδασκάλων.

Ἀρχὴ τῶν λόγων σου, Χριστὲ, ἀλήθεια, μᾶλλον δὲ σὺ αὐτὸς ὁ Θεὸς Λόγος, ἡ ἀληθὴς ἀλήθεια, ὡς ὄντως ὦν ἐκ τῆς ὑπεραληθοῦς πατρικῆς ἀληθείας γέννημα, καὶ ἀλήθεια, καὶ τοῖς τῆς σῆς ἀληθείας, ἐρασταῖς ἐπαγγελλόμενος ἀποστέλλειν τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ λέγων· « Ὁ δὲ Παράκλητος, ὃν πέμψω ὑμῖν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἡμᾶς ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν, ὅπως μὴ ὑμεῖς ἔσεσθε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τῆς ἀληθείας τὸ λαλοῦν ἐν ὑμῖν τὴν ἀλήθειαν. » Καὶ γὰρ καὶ οἱ τοὺς φωτοφόρους καὶ πολυτίμους μαργαρίτας ἐκ βυθῶν ἀοράτων τοῖς ἀνθρώποις θηρᾶν καὶ ἐμφανίζειν βουλόμενοι, γυμνοῦντες ἑαυτοὺς παντὸς περικαλύμματος, καὶ ἔλαιον τὸ οἰκεῖον στόμα πληροῦντες, καὶ πνεῦμα ἱκανὸν ἐν τοῖς μυκτῆρσιν ἐκ τοῦ ἀέρος ἕλκοντες, οὕτως ἑαυτοὺς τῷ φοβερῷ ἐκείνῳ, καὶ ζοφώδει βυθῷ παραπέμπουσι. Δηλοῦντος, ὡς οἶμαι, τοῦ ὑποδείγματος, ὅτι δεῖ πάντα ἄνθρωπον τὸν τοὺς βυθοὺς τῶν πνευματικῶν ὑδάτων, καὶ δογμάτων διερευνᾶν, καὶ τοὺς θείους, καὶ καθαροὺς μαργαρίτας ἐξ αὐτῶν ἀγρεύειν βουλόμενον, γυμνὸν εἶναι παντὸς ἐμπαθοῦς περικαλύμματος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ταῖς ῥισὶ τῆς ψυχῆς ἕλκειν καὶ ἔχειν, κατὰ τὸν λέγοντα ἅγιον, ὅτι « Πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. » Καί· « Τὸ στόμα μου ἤνοιξα, καὶ εἴλκυσα πνεῦμα, ὅπερ ἐστὶ τὸ ἔλαιον ἀγαλλιάσεως. » Ὅπως ἐπ᾽ αὐτοῖς πληρωθῇ τὸ θεῖον λόγιον τὸ φάσκον, ὅτι « Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθὰ, ὥσπερ δὴ πάντως καὶ ὁ ἐμπαθὴς ἄνθρωπος ἐκ τοῦ ἐμπαθοῦς θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά. » Οὐ γὰρ τοσοῦτος ὁ κίνδυνος τοῖς εἰς βυθοὺς ὑδάτων κατατολμῶσιν, ὅσος τοῖς τὰ πάθη ἔχουσι, καὶ διερευνᾶν τὰ βάθη τῶν ἱερῶν Γραφῶν ἐπιχειροῦσι· μόνον γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς Θεὸς, δύναται ἐρευνᾶν τὰ βάθη τοῦ Θεοῦ. »

Διὰ τοῦτο καί τις σοφὸς ἔλεγεν, ὅτι Πρῶτον καθαρτέον, καὶ τότε τῷ καθαρῷ προσομιλητέον. Εἰ γὰρ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καὶ ἕως τρίτου οὐρανοῦ ἀνελθὼν καὶ ἐν παραδείσῳ ἄῤῥητα ῥήματα μαθὼν, καὶ εἰπὼν ὅτι « Ζῶ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· » ἐπιστέλλων τοῖς Κορινθίοις ἔφασκεν, ὅτι « Ἐκ μέρους λαλοῦμεν, καὶ ἐκ μέρους γινώσκομεν, » τίς ἐστι ὁ δυνάμενος λέγειν ὅτι τελείως λαλῶ, καὶ τελείως γινώσκω, καὶ μάλιστα τὰ περὶ τοῦ ἀκαταλήπτου Θεοῦ; Ἅπερ πάλιν τις θεολόγος λαλῶν διὰ Πνεύματος ἁγίου ἔλεγεν, ὅτιπερ « Ἡνίκα περὶ Θεοῦ λαλῶ φρίττω καὶ γλῶτταν, καὶ ἀκοὴν καὶ διάνοιαν. » Τὸ γὰρ περὶ Θεοῦ λαλεῖν οὐκ ἀκίνδυνον. Ἀλλὰ ταῦτά τινες μὴ ἐννοοῦντες μήτε ἀνακρίνοντες, οἱ τὰ ἐντὸς τῆς κοιλίας ἑαυτῶν πῶς διοικοῦνται μὴ ἐπιστάμενοι, ἀλλ᾽ ἐν τοῖς πάθεσι τῆς ἀτιμίας, καὶ τῷ βορβόρῳ τῶν ἡδονῶν κατ᾽ ἐμὲ συμφυρόμενοι, καὶ οὐδὲ εἰ ἔστιν ἐν ἀνθρώποις Πνεῦμα ἅγιον ἐπιστάμενοι, ἀλλὰ πάντα τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν ἡδονῶν ἀδεῶς ἐργαζόμενοι, ἐπὶ καπηλείων τε καὶ χαμαιτυπείων καὶ ἀγορῶν, καὶ βαλανείων τὰ τοῦ Χριστοῦ μυστήρια διασύρουσι καὶ διαπαίζουσι, καὶ βλασφημεῖσθαι ὑπὸ τῶν ἀπίστων παρασκευάζουσι, δύο που πολλάκις λεξείδια, ἢ τρία χρησείδια, καὶ κλεψύδρια Πατρικὰ συλήσαντες, καὶ ἐκστηθίσαντες, καὶ παρ᾽ αὐτὰ ἑαυτοὺς διδασκάλους. οὐ θεοχειροτονήτους, ἀλλὰ παθοκινήτους, προβαλλόμενοι ἐκ κενοδόξου καὶ φιληδόνου γνώμης, αἰσχροῦ κέρδους χάριν, πολλάκις Ἰουδαϊκῶς ἀπεμπολοῦνται τοῖς χοίροις, καὶ ἀναξίοις τοὺς θείους τοῦ λόγου μαργαρίτας. Καὶ γὰρ ὡς ἔξεστι μαθεῖν ἐκ τῶν κατὰ καιροὺς τῶν ἐκκλησιαστικῶν ἱστοριογράφων, αἰ πλείους τῶν αἱρέσεων ἐκ κενοδόξου φιλαρχίας, καὶ φιλαργυρίας, καὶ ἀνθρωπαρεσκείας, καὶ ὑπερηφανίας γεγόνασιν, οὐκ ἂν οὕτως ἀποτυφλωθέντες, εἰ διὰ σχολῆς καὶ γυμνασίας καὶ ἀπαθείας τὸ Πνεῦμα τὸ πανάγιον ἐν ἑαυτοῖς εἰσοικίσαντο, εἰ γὰρ τὸ τὶ προσεύξασθαι καθ᾽ ὃ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ θεῖον Πνεῦμα κτησώμεθα, πόσῳ γε μᾶλλον μυστήρια Θεοῦ ἐρευνᾶν; Ἀλλὰ πάντως ἐροῦσί μοι οἱ κενοὶ θεολόγοι ὅτιπερ οὐδὲν οἴκοθεν λαλοῦμεν, ἀλλ᾽ ἐκ τῆς ἁγίας Γραφῆς, καὶ τῶν ὁσίων Πατέρων τῆς καθολικῆς Ἐκκλησίας. Πρὸς οὖς κἀγὼ ἐρῶ, ὅτι καὶ πάντες οἱ αἰρετικοὶ τοῦτο αὐτὸ λέγουσιν. Ὅθεν ἐκ τῆς ἱερᾶς Γραφῆς, καὶ τῶν διδασκάλων ἡμῖν ἀντιλέγειν δοκοῦσι. Διὸ, ὡς ἐμοὶ δοκεῖ, οὐδὲ τοὺς τῶν Πατέρων λόγους δυνήσεται ἄνθρωπος ἀπταίστως, καὶ ἀπλανῶς καταλαβεῖν, ἐὰν μὴ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλῆσαν ἐν αὐτοῖς ἔνοικον καὶ ὁδηγὸν κτήσηται. Τὸ γὰρ εἰπεῖν τὸν Χριστὸν, ὅτι τὸ Πνεῦμα τῆς ἀληθείας αὐτὸ ὑμᾶς ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν, εὔδηλον ὅτιπερ καὶ τὴν Γραφὴν, καὶ τοὺς Πατέρας ἐσήμανεν.

Κεφάλαια, ἅπερ ὀφείλει ἀποβάλλεσθαι καὶ ἀναθεματίζειν πρὸ τῆς διαλέξεως ὁ ὀρθόδοξος, ἡνίκα μέλλῃ πρὸς Θεοδοσιανοὺς, ἢ Γαϊανίτας συναίρειν περὶ πίστεως λόγον.

Πρωτοτύπως χρὴ ἀναθεματίζειν Νεστόριον, καὶ τὴν πίστιν αὐτοῦ, καὶ λοιπὸν καθεξῆς ταῦτα· τὸν μὴ ὁμολογοῦντα φύσει καὶ ὑπὲρ φύσιν Θεοτόκον τὴν ἁγίαν Παρθένον Μαρίαν, τὸν λέγοντα δύο πρόσωπα, ἢ δύο ὑποστάσεις ἐν τῷ Χριστῷ, ἢ δύο φύσεις διηρημένας, τὸν μὴ δεχόμενον τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ἐν τῷ Χριστῷ, τὸν μὴ δεχόμενον τὴν φωνὴν τὴν λέγουσαν μίαν τοῦ Θεοῦ λόγου φύσιν σεσαρκωμένην, καθὼς ἡρμήνευσεν αὐτὴν ὁ ἅγιος Κύριλλος, τὸν λέγοντα, ἢ ἐννοούμενον ἐν Χριστῷ δύο φύσεις ἄῤῥενος καὶ θήλεος, τὸν λέγοντα ὅτι ἐχωρίσθη ἡ θεότης τοῦ Χριστοῦ ἐκ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν τῷ σταυρῷ, ἢ ἐν τῷ τάφῳ, ἢ ἐν ἄλλῳ οἱῳδήποτε τόπῳ, τὸν μὴ ὁμολογοῦντα Θεοῦ τὸ σῶμα, καὶ Θεοῦ τὸ αἷμα, ὃ μεταλαμβάνομεν. Πολλῷ πλέον δὲ πάντων, καὶ πρὸ πάντων χρὴ ἀναθεματίζειν τὸν κηρύττοντα, ἢ ἔχοντα νέαν πίστιν, ἢ νέον δόγμα, παρηλλαγμένον τῆς πίστεως τῶν ἐν Νικαίᾳ ΤΙΗ΄ Πατέρων, καὶ τῶν ἐν Κωνσταντινουπόλει ΡΝ΄ καὶ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον Σ΄ ἁγίων Πατέρων· ὡσαύτως καὶ τὸν εὐρόντα ἢ παραλαβόντα ἐκ τῆς συνόδου Χαλκηδόνος νέαν πίστιν παρεκτὸς τοῦ φρονήματος τῶν ἁγίων Πατέρων, Διονυσίου, Εἰρηναίου, Κλήμεντος, Ἀμβροσίου, Ἰουλίου, Εὐσταθίου, Ἀθανασίου, Βασιλείου, Γρηγορίου, καὶ Γρηγορίου, Ἀμφιλοχίου, Ἰωάννου, Ἐπιφανίου, Θεοφίλου, Πρόκλου, Ἐφραίμ, Ἰσιδώρου, καὶ τοῦ μακαρίου Πατρὸς, καὶ διδασκάλου Κυρίλλου, καὶ τῶν λοιπῶν ἁγίων Πατέρων τῶν ὁμοφρόνων αὐτῶν. Τοὺς γὰρ μὴ ἀκολουθοῦντας τούτοις τοῖς ἁγίοις διδασκάλοις κατακρίτους ἡγούμεθα, καὶ ἀλλοτρίους τοῦ Χριστοῦ.

· Contents ·