Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
Another Short Chapter, Proving That the Doctrines Must Not Be Altered
ΚΕΦΑΛ. ΚΑ΄. Ἀνατροπὴ τῆς ματαίας καὶ δυσσεβοῦς ἐκθέσεως καὶ νομοθεσίας Σευήρου, ἧς πρὸς Νηφάλιον καὶ ἄλλους τινὰς ἐξέθετο λέγων·
Ὅτι « Πρὸς ἀνακυπτούσας νόσους, ἤτοι αἱρέσεις δεῖ καὶ τὰ φάρμακα τῶν δογμάτων κατασκευάζειν· οὔτε γὰρ εἴ τις ἰατρὸς, φησὶν, τὴν τοῦ ὕδατος πόσιν διακωλύσει, λοιμικῆς νόσου καταλαβούσης, δύναταί τις πρὸς αὐτὸν λέγειν, ὅτι καὶ μὲν οἱ πρὶν ἰατροὶ τὴν τοῦ ὕδατος οὐ διεκώλυον πόσιν. Ἀκούσεται γὰρ, φησὶν, εὐθέως ὑπὸ τοῦ ἰατροῦ· Ἐμβρόντητε, ὁρᾷς τὴν νόσον ἐπινεμομένην, καὶ ἐκ τῆς ὑγιοῦς ζωῆς βούλη κανονίζεσθαι τὴν νόσον; »
Τοιαῦτά τινα ὁ γενναῖος ἐνομοθέτησε Σευῆρος, ὃν προφητικῶς ὁ θεόφρων Βασίλειος καταλύει καὶ ἐπιστομίζει ἐν τῇ πρὸς Ὁλύμπιον σχολαστικὸν ἐπιστολῇ, Ἀρειανὸν ὑπάρχοντα, καὶ τοιαύτας τινὰς ἀφορμολογίας συῤῥάπτοντα, οἵας καὶ Σευῆρος. Πρὸς ὃν ὁ ἱερὸς Θεοῦ Βασίλειός φησιν ἐπὶ λέξεως οὕτως· « Ἀλλ᾽ ἔχουσί τι σοφὸν δόγμα πρὸς τὰς τοιαύτας αὐτῶν μεταβολὰς, ὅτι τοῖς ῥήμασι τῆς πίστεως, ὡς ἰατροὶ κέχρηνται ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. Τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσήκει, ἀλλ᾽ ὑμᾶς νοεῖν. Δώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ νοεῖν, τίς μὲν ὁ εὐθὺς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος. Εἰ γὰρ ἄλλας πίστεις δεῖ συγγράφειν, καὶ μετὰ τὸν καιρὸν ἀλλοιοῦσθαι, ψευδὴς ἢ ἀπόφασις τοῦ εἰρηκότος· Εἷς Κύριος, μία πίστις.
Ταῦτα ὡσανεὶ προφητικῶς ὁ Πατὴρ ἐξέθετο πρὸς αἰσχύνην καὶ κατάλυσιν τῆς Σευήρου νομοθεσίας, πρὸ πολλῶν Σευήρου χρόνων ὑπάρχων.
Ἀνακεφαλαίωσις κατ᾽ ἐπιτομὴν δηλοῦσα τὸν σκοπὸν τοῦ ἐξηγητοῦ, ὅπως φρονεῖ τὴν οἰκονομίαν τοῦ Χριστοῦ.
Ὅπως δὲ ἡμᾶς μή τις τῶν ἀφρόνων δόξῃ διὰ τῶν ἔμπροσθεν εἰρημένων τῇ Νεστορίου τοῦ δυσσεβοῦς περιτρέπεσθαι φρενοβλαβείᾳ, ὅπερ ψυχῇ, καὶ σώματι, καὶ πνεύματι περὶ Χριστοῦ φρονῶ, συντόμως ἐρῶ. Ὁμολογῶ τὴν πανάμωμον αὐτοῦ ἀνθρωπότητα τῆς ψυχῆς καὶ τοῦ σώματος οὕτω καθ᾽ ὑπόστασιν ἡνωμένην τῇ ἀχράντῳ αὐτοῦ θεότητι, ὥσπερ ὅλη δι᾽ ὅλου ἤνωται ἡ ψυχὴ ἡμῶν τῷ ἡμετέρῳ σώματι. Καὶ ὥσπερ ἐκεῖνος ὁ ἐν τῇ καμίνῳ εἰς τύπον Χριστοῦ ὀφθεὶς τῷ Ναβουχοδονόσορ ἐν ὁμοιώματι Υἱοῦ Θεοῦ, ὅλος ἦν δι᾽ ὅλου ἐν σχήματι ἀνθρώπου, ἔμπυρος, καὶ σύμπυρος, καὶ ὁλόπυρος, καὶ ὁλόφλογος, οὕτως ἦν καὶ ἡ τοῦ Χριστοῦ ἀνθρωπότης, ὅλη δι᾽ ὅλου ὁλόθεος, καὶ ἔνθεος, καὶ σύνθεος. Καὶ ὥσπερ εἴ τις εἰσελθὼν ἐν τῇ καμίνῳ ἐκείνῃ, περιέτεμεν, ἢ ἐῤῥάπισεν, ἢ ἐδέσμησεν, ἢ ἔκειρεν, ἢ ἐκέντησεν ἐκεῖνον, τὸν ἐν μορφῇ Υἱοῦ Θεοῦ ὄντα, οὐδαμῶς τὸ πῦρ ἀπ᾽ αὐτοῦ ἐχώριζεν, ἢ ἀπέσβεσε, διὰ τὸ ὅλον δι᾽ ὅλου τῷ πυρὶ συγκεκρᾶσθαι, οὕτω καὶ ἐπὶ Χριστοῦ τοῦ Υἱοῦ Θεοῦ, ἐξ ἧς εἴρηκεν ὁ ἄγγελος, « Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, » οὐκ ἐχωρίσθη τὸ πῦρ τῆς θεότητος ἐκ τῆς ἀνθρωπότητος αὐτοῦ ἐν οἵῳ δήποτε καιρῷ, ἢ πράγματι, οὐδὲ χωρισθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σχόλιον. Δόξης διαφορὰν εἶπεν, οὐ φύσεως.
Ἀλλάγε καὶ τοσαύτην ἔχειν διαφορὰν δόξης καὶ λαμπρότητος ὁμολογοῦμεν τὸ πανάγιον σῶμα καὶ τὴν ψυχὴν τοῦ Χριστοῦ παρὰ τὰς ἡμετέρας ψυχὰς καὶ τὰ σώματα, ὅσην εἶχεν ἡ μορφὴ ἐκείνη, ἡ ἐν τῇ καμίνῳ παρὰ τὰ λοιπὰ σώματα, τὰ ἐκτὸς πυρὸς καὶ τῆς καμίνου τυγχάνοντα. Ὅθεν καὶ τὸ πανάγιον αὐτοῦ σῶμα ἔνθεον λέγομεν, καὶ πάντα τὰ τοῦ σώματος ἔνθεα, καὶ τὴν ἄχραντον αὐτοῦ ψυχὴν σύνθεον, καὶ πάντα ταύτης ἴδια, ἔνθεα καὶ ὁμόθεα, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως φυλαττούσης ἑκατέρας φύσεως τὴν οἰκείαν ἰδιότητα ἐν ἑνὶ συνθέτῳ προσώπῳ, καθὰ οἱ μακάριοι Πατέρες ἡμῖν εὐσεβῶς παρέδωκαν. Ἀλλὰ μὴν καὶ ὑποταττομένην καὶ χαλιναγωγουμένην ὑπὸ τοῦ Θεοῦ τὴν καθ᾽ ὑπόστασιν ἡνωμένην αὐτῷ ψυχὴν καὶ σάρκα ὁμολογοῦμεν, καὶ πάντα τὰ ἰδιώματα αὐτῶν, ὑπὲρ πᾶσαν ὑποταγήν τῆς κτίσεως, ὡς ὑπὲρ πᾶσαν τὴν κτίσιν ἡνωμένων αὐτῷ τῷ Θεῷ Λόγῳ.
Προεξήγησις τοῦ σκοποῦ τῶν ἑξῆς ὑποτεταγμένων κεφαλαίων.
Ὁ τῆς οὐρανίου βασιλείας καὶ συνώνυμος καὶ συμμέτοχος Βασίλειός φησιν, « ἁπλοῦν εἶναι τὸν λόγον τῆς ἀληθείας, » τοῦτ᾽ ἔστιν ἀπάνουργον, καὶ ἀπλούστατον καὶ ἀπόνηρον. Πάντα γὰρ ἐνώπια καὶ εὐθεῖα τὰ θεῖα λόγια τοῖς σοφοῖς, καὶ ἀκάκοις, καὶ ἐν ὀρθῇ καρδίᾳ ζητοῦσι τὸν Κύριον. Εἰς δὲ ἀσυνέτους καρδίας σοφία Θεοῦ οὐκ εἰσελεύσεται. Καὶ ἐκ τούτου πάντα, ὅσα ἂν ἀκούσωσιν, ἢ ἀναγνώσουσι, ῥᾳδίως, καὶ ὀξέως, ἐξ ἀνθρωπαρέσκου καὶ ὑπερηφάνου γνώμης, καταμέμφεσθαι καὶ ἀναλύειν σπουδάζουσι. Τί γὰρ, εἰπέ μοι, ἀσφαλέστερον, ἢ θειότερον, ἢ ἀληθέστερον τοῦ ῥήματος τοῦ Θεολόγου, τοῦ φάσκοντος, « Ἐν ἀρχῇ ἦν ὁ Λόγος; » Καὶ μὴν ὑπὸ τοῦ διαβόλου καταπωθεὶς ὁ Ἄρειος ἐπελάβετο τῆς τοιαύτης θεολογίας λέγων, ὅτι « Καλῶς εἶπεν ὁ Ἰωάννης, Ἐν ἀρχῇ ἦν ὁ λόγος, τοῦτ᾽ ἔστι τὸ ῥῆμα τοῦ Θεοῦ· οὐ γὰρ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς, ἀλλ᾽ ὁ λόγος ὁ προφορικὸς τοῦ Θεοῦ. » Ὥστε, ἀδελφοί μου ἀγαπητοί ὁ ὑπὸ τοῦ πνεύματος τοῦ διαβόλου ἐνεργούμενός ἐστι, εἰς τὸ πάσης γραφικῆς καὶ διδασκαλικῆς λέξεως ἐπιλαβέσθαι· καὶ τοῦτο εὐθέως κατάδηλον ποιῆσαι πειράσομαι διὰ τοὺς μέλλοντας ἐπιλαβέσθαι κακοθελῶς τῆσδε ἡμῶν τῆς ἐκθέσεως, ὧν τὸ κρῖμα ἔνδικον, καὶ ἡ κόλασις ἀπαραίτητος.