Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
Questions on Scripture Raised by Unbelievers, and Twenty-Four Chapters of Andrew the…
ΚΕΦΑΛ. ΚΒ΄. Σκοπὸς διαλέξεως πανοῦργος, πρὸς τοὺς κακούργως διαστρέφοντας, καὶ παρερμηνεύοντας τὰς Εὐαγγελικὰς, καὶ Πατρικὰς περὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Γραφὰς.
Σοφὸς λόγος νομοθετεῖ τοῖς σοφῶς τὰ σοφὰ τοῦ Θεοῦ λαλεῖν βουλομένοις λόγια φάσκων· « Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ δόξῃ πως ἑαυτῷ φρόνιμος εἶναι. » Ὁ δὲ λέγει σοφὸς Σολομὼν, τοῦτό ἐστιν· Ἐὰν ἀφρόνως τις τὰς θείας Γραφὰς διαστρέφειν βουλόμενος, τὰ ἄῤῥητα καὶ ἀκατάληπτα εἰσπράττῃ σε λέγων· Πόθεν δῆλον, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ γεννητός ἐστι, τὸ δὲ ἅγιον Πνεῦμα ἐκπορευτόν; ἢ πῶς δυνατὸν, τὸ γενόμενον συνάναρχον εἶναι τῷ Γεννήτορι; καὶ ἁπλῶς, ἡνίκα κατοτρόπως ἐπιζητεῖ τὰ ἀκατάληπτα καὶ πίστει μόνῃ νοούμενα, μᾶλλον δὲ ὁμολογούμενα καὶ μὴ νοούμενα, μὴ ἀποκρίνου αὐτῷ κατὰ τὴν τοιαύτην περίεργον ἀπιστίαν αὐτοῦ, συναπαγόμενος αὐτῷ καὶ σὺ ἐπιζητεῖν τὰ ζητήσεως ἁπάσης καὶ ἐρεύνης βαθύτερα, καὶ πάσῃ κτίσει ἀγνώριστα· ἀλλὰ ἀποκρίνου αὐτῷ « πρὸς τὴν ἀφροσύνην αὐτοῦ, » προφέρων αὐτῷ τὰ κοινῶς ὑπὸ πάντων Χριστιανῶν ὁμολογούμενα, πίστει δὲ ἀπεριέργῳ τῇ Ἐκκλησίᾳ φρονούμενά τε καὶ κηρυττόμενα, καὶ λαλούμενα, ἅπερ καὶ διηπόρησαν ἡμῖν κατὰ τὴν Ἀνατολὴν οἱ νῦν τοῦ Χριστιανισμοῦ ἀποστάντες, πεῖραν πλείστην νομικῶν τε καὶ εὐαγγελικῶν καὶ διδασκαλικῶν λόγων ἔχοντες, ἐξ ὧν εἰσι ταῦτα.
α΄. Πόθεν δῆλον, ὅτι κτιστή ἐστι ἢ ἡμετέρα ψυχὴ ἢ ἀθάνατος μένει, μηδαμοῦ τῆς νομικῆς γραφῆς τοῦτο μαρτυρούσης;
β΄. Δευτέρα ἀπορία ἀποστατῶν τῆς Ἐκκλησίας πρὸς Χριστιανούς. Τίς μοι λέγει, ὅτι Μωσέως ἐστι σύγγραμμα ἡ Γένεσις; οὐ γὰρ ἐπιγέγραπται, καθάπερ καὶ αἱ λοικαὶ βιβλοὶ, αἱ τῶν προφητῶν· πλὴν ὅτι καὶ πλεῖστα φαίνεται, μὴ ἀληθεύουσα· ἐξ ὧν εἰσι καὶ ἡ ἀπόφασις τοῦ Θεοῦ, ἡ περὶ τῆς βρώσεως, καὶ ἡ περὶ τῶν ὑετῶν τῆς κακώσεως τοῦ Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ· ἕκαστον γὰρ τεσσαράκοντα χρόνους ἐταλαιπώρησαν, τοῦτ᾽ ἔστι μετὰ τὸν θάνατον Ἰωσήφ. Ὁμοίως οὔτε ὁ ὅρος, ὃν εἶπεν ὁ Θεὸς περὶ τῆς ζωῆς τῶν ἀνθρώπων, γέγονεν ἐπὶ τοῦ Νῶε. Εἶπεν γὰρ ῥκ᾽ χρόνους μέχρι τοῦ κατακλυσμοῦ ζῆν τοὺς ἀνθρώπους ἐκείνους.
γ΄. Πάλιν δὲ ἐντειλάμενος τὸ πολύκρεων ἐκεῖνο Λευιτικὸν, ὕστερόν φησιν ὁ Θεὸς διὰ Ἡσαΐου, καὶ Ἱερεμίου, ὅτι οὐδὲν περὶ θυσιῶν ἐνετείλατο τῷ Ἰσραὴλ, οὔτε περὶ τῶν ὁλοκαυτωμάτων.
δ΄. Πάλιν τε ὑποσχόμενος νόμιμον αἰώνιον εἶναι τὸν νόμον· πῶς οὐκ ἔστησε τὰ προστάγματα αὐτοῦ τὰ νομικὰ αἰώνια;
ε΄. Καὶ συνταξάμενος διδόναι τῷ σπέρματι Ἰσραὴλ ἀπὸ Αἰγύπτου ἕως τοῦ Εὐφράτου κατάσχεσιν, οὐδὲ τὸ δέκατον μέρος τῆς ὑποσχέσεως δέδωκεν αὐτοῖς.
Ταῦτα ἐκ τῆς Παλαιᾶς.
Ἐπαπόρησις ἐκ τῶν αὐτῶν ἀπίστων, ἐκ τῆς Καινῆς Διαθήκης.
α΄. Τοῦ Εὐαγγελίου μὴ λέγοντος, ὅτι ἐσφραγισμένου τοῦ τάφου ἀνέστη ὁ Χριστὸς, πόθεν ὑμεῖς τοῦτο δεικνύετε;
β΄. Τοῦ Εὐαγγελίου ἄνω καὶ κάτω ἄνδρα Μαρίας καλοῦντος τὸν Ἰωσὴφ, διατί ὑμεῖς τοῦτο οὐ λέγετε;
γ΄. Καθὼς εἶπεν τὸ Εὐαγγέλιον τὴν ἄσπορον σύλληψιν τοῦ Χριστοῦ, πῶς οὐκ εἶπεν καὶ τὴν ἄφθορον ἐκ Παρθένου κύησιν, ὡς ὑμεῖς λέγετε;
δ΄. Τοῦ Ἰωάννου λέγοντος Μάρθαν ἀδελφὴν Μαρίας τῆς Μητρὸς τοῦ Κυρίου ἡμῶν, πῶς ὑμεῖς τοῦτο οὐ λέγετε;
ε΄. Πῶς εἰπὼν ὁ Χριστὸς ποιῆσαι ἐν τῷ ἄδῃ ἀπαραλλάκτως, ὡς Ἰωνᾶς, τρεῖς ἡμέρας ὁλοκλήρους καὶ τρεῖς νύκτας, οὐ πεποίηκεν αὐτὰς ὡς Ἰωνᾶς, καθάπερ προείρηκεν;
ϛ΄. Πῶς δὲ πάλιν ἐν μὲν τῷ ἑνὶ Εὐαγγελιστῇ παραγγέλλει ὑμῖν, φορεῖν καὶ ὑποδήματα, καὶ ῥάβδον, ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ κωλύει τὴν ῥάβδον καὶ τὰ ὑποδήματα;
ζ΄. Τῶν εὐαγγελιστῶν μηδαμοῦ λεγόντων, πόθεν ἔγνωτε, ὅτι ἐν σπηλαίῳ ἐτέχθη ὁ Χριστός; οὐκ εἴρηται γὰρ τοῦτο ἐν τοῖς Εὐαγγελίοις.
η΄. Εἰ, ὦν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν, ταῦτα ἐδίδαξε, πῶς ῥαπισθεὶς εἰς τὴν σιαγόνα οὐκ ἔστρεψε καὶ τὴν ἄλλην, ἀλλὰ καὶ ἐνεκάλεσε τῷ ῥαπίσαντι;
θ΄. Τοῦ Εὐαγγελίου κτιστὸν ἤτοι γεννητὸν λέγοντος τὸν Χριστὸν, πῶς ὑμεῖς μέρος μὲν αὐτοῦ λέγετε κτιστὸν, μέρος δὲ ἄκτιστον; ὁ γὰρ Ματθαῖός φησιν· Βίβλος γενέσεως, ἤγουν ποιήσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῖδ, υἱοῦ Ἀβραάμ. ι΄. Εἰ ἀπερίγραπτον λέγετε τὸν Θεὸν, πληροῦντα ὁμοίως τὸν οὐρανὸν καὶ τὴν γῆν, πῶς ἐξ οὐρανοῦ κατῆλθεν ὁ Λόγος, καὶ πάλιν ἐκεῖ ἀνῆλθεν;
ια΄. Εἰ ἐν τῷ κόσμῳ ἦν ὁ Θεὸς Λόγος τῇ θεότητι, καὶ πρὸ σαρκώσεως, ὡς λέγει Ἰωάννης ὁ εὐαγγελιστὴς, πῶς κατελθόντα αὐτὸν ἐξ οὐρανοῦ λέγετε ἐν τῇ μήτρᾳ τῆς Μαρίας; Ἐὰν γὰρ ὧδε ἦν καὶ πρὸ σαρκώσεως, πρόδηλον ὅτι οὐ κατῆλθεν· εἰ δὲ ἐν τῇ σαρκώσει κατῆλθεν, εὔδηλον ὅτι ἐν τῷ οὐρανῷ περιγεγραμμένος ἦν, καθὰ καὶ οἱ ἄγγελοι.
ιβ΄. Εἰ ἐκ τοῦ Πατρός ἐστι καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, εὔδηλον ὅτι Πατὴρ ἀμφοτέρων ἐστί· καὶ γέννημά ἐστι καὶ τὸ ἅγιον Πνεῦμα. Εἰ δὲ τοῦτο οὐ καταδέχεσθε ὁμολογεῖν, εἴπατε ἡμῖν, ποῖον πρῶτον, καὶ ποῖον δεύτερον προῆλθεν ἐκ Πατρός; ὁ Υἱὸς, ἢ τὸ ἅγιον Πνεῦμα; Εἰ δὲ ἐν τῷ ἅμα προῆλθον, εὔδηλον ὅτι διδυμότοκός ἐστιν ὁ Πατήρ. Καὶ ἀδελφοθεῖαν ἔχουσιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Τίς δέ ἐστι καὶ ἡ διαφορὰ γεννήσεως, καὶ ἐκπορεύσεως, ἐπὶ τῆς ἀπεριγράπτου καὶ ἀχωρίστου θεότητος;
ιγ΄. Πόθεν δῆλον, ὅτι ὁ μὲν Λόγος τοῦ Θεοῦ ἐνυπόστατος Θεός ἐστιν, ὁμοίως καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, Θεός ἐστι, καὶ ὑπόστασις Θεοῦ· ὁ δὲ νοῦς τοῦ Θεοῦ, οὐκ ἔστιν ἄλλος Θεὸς, καὶ ἄλλη ὑπόστασις· οὐδὲ ἡ καρδία τοῦ Θεοῦ· οὐδὲ ἡ δεξιὰ τοῦ Θεοῦ· οὐδὲ ὁ βραχίων, καὶ τὰ λοιπὰ, ὅσα λέγει ἡ Γραφὴ ἐπὶ Θεοῦ;
ιδ΄. Πῶς ἔνδεκα ὄντων τῶν μαθητῶν πρὸ τῆς Χριστοῦ ἀναλήψεως, λέγει ὁ Παῦλος, ὅτι ἀναστὰς ἐκ νεκρῶν ὤφθη τοῖς δώδεκα μαθηταῖς; οὔπω γὰρ ἦν ὁ Ματθίας συγκαταριθμηθεὶς αὐτοῖς, οὐδὲ ὁ Παῦλος.
ιε΄. Πῶς ὑποσχόμενος ὁ Χριστὸς τοῖς δι᾽ αὐτὸν ἀποτασσομένοις ἀγρῶν, καὶ γυναικὸς, καὶ τέκνων, καὶ χρημάτων, ἑκατονταπλασίονα διδόναι ἐν τῷ αἰῶνι τούτῳ, οὐ παρέσχεν αὐτοῖς ταῦτα, καθὼς ὑπέσχετο;
Κείσθωσαν ταῦτα τὰ ὅπλα τοῖς φρονίμοις κατὰ ἀφρόνων, ἡνίκα εἴδετε αὐτοὺς κακοθελῶς πρὸς ἡμᾶς διαλεγομένους, καὶ ἐπιλαμβανομένους κακοθελῶς τῆς δὲ τῆς βίβλου.
Οὐκοῦν πίστις ἀπερίεργός ἐστιν ὁ Χριστιανισμὸς, καὶ δέον, ἐν ἁπλότητι καὶ εὐθύτητι καρδίας δέχεσθαι καὶ ἀκούειν πᾶσαν θεῖαν Γραφὴν, καὶ μάλιστα τὰς διδασκαλικάς. Αἱ μὲν γὰρ εὐαγγελικαὶ, καὶ ἀποστολικαὶ, οἴδαμεν, ὅτι ἀνόθευτοί εἰσι, καθὰ περὶ τούτου διαφόρως συνετάξαμεν λέγοντες ὅτι διαδοθέντος, καὶ γραφέντος τοῦ Εὐαγγελίου ἐν τοῖς γράμμασι τῶν ἑβδομήκοντα δύο γλωσσῶν, καὶ ἐθνῶν, ἀδύνατόν ἐστι ῥᾳδιουργίαν, ἢ μείωσιν, ἢ προσθήκην ὑπομεῖναι αὐτῷ. Κἂν γὰρ μιᾶς, ἢ καὶ δευτέρας γλώττης ἐπεχείρησέ τις νοθεῦσαι τὰ βιβλία, ἠλέγχετο εὐθὺς ὑπὸ τῶν ἄλλων ἐβδομήκοντα γλωσσῶν ἡ ῥᾳδιουργία αὐτή. Ὅρα γοῦν ὅτι τινὲς ἐπεχείρησαν παρεπάραι τοὺς θρόμβους τοῦ αἵματος τοῦ ἱδρῶτος Χριστοῦ ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, καὶ οὐκ ἴσχυσαν.
Ἐλέγχονται γὰρ τὰ μὴ ἔχοντα τὸ κεφάλαιον ἐκ πολλῶν καὶ διαφόρων Εὐαγγελίων ἐχόντων αὐτό. Ἐν γὰρ πᾶσι τοῖς ἐθνικοῖς Εὐαγγελίοις κεῖται, καὶ Ἐλληνικοῖς πλείστοις. Οἱ δὲ τῶν ἁγίων Πατέρων λόγοι, καὶ μάλιστα οἱ δογματικοὶ, οὐ διεδόθησαν ἐν πάσαις ταῖς γλώσσαις ταῖς ἐθνικαῖς, οὐδὲ ἐν πάσαις ταῖς χώραις. Καὶ ἔστιν ὅτε τινὲς αἱρετικοὶ κατὰ καιροὺς ἴσχυσαν προσθήκας τινὰς καὶ ὑφαιρέσεις ποιῆσαι ἐν αὐταῖς. Ὅπερ ἡμεῖς αὐτῇ τῇ πείρᾳ εὕρομεν τοῦτο αὐτό· πρὸς δὲ ἀπόδειξιν τῶν προειρημένων ἐροῦμεν ἐκ μέρους τινὰς αἱρετικὰς κακουργίας, ἐν ταῖς διδασκαλικαῖς βίβλοις γεγενημένας.
Ἀγέννητον, ἤγουν ἄκτιστον, μόνον τὸ Θεῖον ὑπάρχει. Καὶ ἰδοὺ εὑρίσκομεν εἰς τὸν ἅγιον Διονύσιον ἐν κεφαλαίῳ ἐπιγεγραμμένῳ Περὶ μεγάλου καὶ σμικροῦ, περὶ Θεοῦ λέγοντα οὕτως· « Ἀμείωτον, ἀγέννητον, οὐχ ὡς μήπω γενόμενον, ἢ ἀτελείωτον, ἢ ὑπὸ τοῦδε, ἢ τόδε μὴ γενόμενον· οὐδ᾽ ὡς μηδαμοῦ μηδαμῶς ὅν, ἀλλ᾽ ὡς ὑπὲρ πᾶν ἀγέννητον. » Εἰπὼν δὲ, ὑπὲρ πᾶν ἀγέννητον, πολλὰ ἀγέννητα ἐσήμανεν, ἤτοι ἄκτιστα. Καὶ μὴν πῶς τοῦτο δυνατόν; Οὐδεὶς γὰρ ἀγέννητος, εἰ μὴ μόνος Θεός. Ταύτην γοῦν τὴν χρῆσιν παρήγαγε Μανιχαῖός τις, βουλόμενος δεῖξαι καὶ τοὺς ἀγγέλους, καὶ τὴν ψυχὴν, καὶ τὰ ὕδατα ἄκτιστα, τοῦτ᾽ ἔστιν, ἀγέννητα. Πάλιν τε μίαν οὐσίαν λεγούσης τῆς Ἐκκλησίας εἶναι πάντας τοὺς ἁγίους ἀγγέλους, ὁ αὐτὸς θεῖος καὶ ἀποστολικὸς Διονύσιος πολλὰς οὐσίας ὀνομάζει τὰς ἄνω δυνάμεις. Ὁ γοῦν μέγας Διονύσιος ὁ Ἀλεξανδρείας ἐπίσκοπος, ὁ ἀπὸ ῥητόρων, ἐν τοῖς σχολίοις, οἷς πεποίηκεν εἰς τὸν μακάριον συνώνυμον αὐτοῦ Διονύσιον, οὕτω λέγει· ὅτι « Ἀγέννητον εἴωθεν καλεῖν ἡ ἔξω φιλοσοφία πᾶσαν ἀόρατον φύσιν· ὁμοίως καὶ οὐσίας τὰς ὑποστάσεις. Κἂν τούτου φησὶ κατὰ τοὺς ἔξω εἴρηνται τῷ ἁγίῳ Διονυσίῳ » αἱ τοιαῦται φωναὶ καταχρηστικῶς, ὥστε οὐ χρὴ ἀσκόπως, καὶ κατὰ τὸ ἡμῖν δοκοῦν, ἑρμηνεύειν τὰς τῶν ἁγίων φωνὰς, καθὰ καὶ σήμερον ποιοῦσί τινες. Πάλιν γὰρ εἴρηται τῷ μακαρίῳ Βασιλείῳ ἐν τῷ λόγῳ τῆς Ἐξαημέρου, ὅτι « Πᾶν τὸ ἀρχὴν ἔχον πάντως καὶ τέλος ἔχει· ἐπὰν γὰρ ἀρχήν μοι εἴπῃς, περὶ τοῦ τέλους μὴ ἀμφιβάλης. » Ὅπερ δὴ πάλιν προφέρουσιν ἡμῖν οἱ ματαιόφρονες Ὠριγενιασταὶ, βουλόμενοι δεῖξαι τὴν προῦπαρξιν τῶν ψυχῶν ἐν οὐρανοῖς πρὸ τῶν σωμάτων ὑπάρχουσαν, καθάπερ πάλιν καὶ τὴν ἀποκατάστασιν τῆς κολάσεως προφέροντες, οὐκ ὀλίγας χρήσεις, ὡς τοῦ θεόφρονος Γρηγορίου τοῦ Νύσσης, καὶ τοῦ Θεολόγου ὑπαρχούσας, καὶ ταύτας πρὸς τὸ αὐτοῖς δοκοῦν ἑρμηνεύοντες.
Ταῦτα δέ μοι οὐκ εἰκῆ οὐδὲ μάτην εἴρηται, ἀλλ᾽ ἐκείνους αἰνίττομαι, τοῖς λεξειδίοις καὶ χρησειδίοις τῶν Πατέρων προσκόπτοντας, καὶ φῶς γνώσεως μὴ ἔχοντας, καὶ σκοτουμένους, καὶ πίπτοντας, καὶ συντάγματα φλυαριῶν συντάττοντας κατὰ τῆς καθολικῆς Ἐκκλησίας, τὴν ἐνανθρώπησιν τὴν ἐκ Παρθένου τοῦ Θεοῦ Λόγου ἀρνούμενα καὶ ἀνατρέποντα.
Προφέρουσιν οἱ Ὠριγενιασταὶ χρήσεις ἐκ τοῦ λόγου τοῦ εἰς τὰ Θεοφάνια τοῦ Θεολόγου· καὶ πάλιν, τοῦ Νύσσης, ἐκ τοῦ περὶ ἀρετῆς, καὶ τοῦ εἰς τὴν Γένναν, καὶ εἰς τοὺς Μακαρισμοὺς, καὶ εἰς τὰ Ἅσματα, καὶ εἰς ἑτέρους λόγους. Προσθήσω δὲ τοῖς εἰρημένοις πρὸς ἐντελεστέραν ἀπόδειξιν, ὅτι χρὴ μετὰ φόβου Θεοῦ καὶ ἁπλότητος ψυχῆς τοὺς λόγους τῶν ἁγίων Πατέρων ἀκούειν καὶ ἐρευνᾷν. Προβαλλομένων ἄνω καὶ κάτω τὸν ἅγιον Κύριλλον Γαϊανιτῶν τε καὶ Θεοδοσιανῶν, καὶ Εὐτυχιανιστῶν, ὡς μίαν φύσιν λέγοντα ἐπὶ Χριστοῦ, δισχυριζόμενος ἐν τῇ ἑαυτοῦ συγγραφῇ, ὅτι μᾶλλον τῷ Νεστορίῳ συνηγορεῖ Κύριλλος, εἰ καὶ τὰ μάλιστα, φησὶ, λέληθεν ἑαυτὸν, εἰς ὃν φεύγει βρόχον, εἰς αὐτὸν ἀγρευθείς· ἐν οἷς προσήγαγεν εὐθὺς ἐκ προοιμίων τὸ τέταρτον κεφάλαιον τοῦ αὐτοῦ μακαρίου Κυριλλου, τὸ λέγον· « Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι διαιρεῖ τὸν Χριστὸν, ἀνάθεμα ἔστω. »
Καὶ πρὸς ταῦτά φησιν ὁ Ἀνδρέας· « Εὖγε ὄντως τῆς ὀρθῆς κρίσεως· καὶ ὑπερεῦγε τῆς εὐσεβοῦς τῶν δογμάτων Κυρίλλου ἐκθέσεως. Ἰδοὺ γὰρ πατρικῶς, καὶ μάλα συνοδικῶς, πρόσωπα εἶναι τὰς ὑποστάσεις ὁρίζεται, τοῖς ἐν Νικαίᾳ ἁγίοις Πατράσιν ἐπόμενος τοῖς λέγουσιν τρεῖς ὑποστάσεις, ἤτοι πρόσωπα ἐπὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Εἰ οὖν πρόσωπα εἶναι τὰς ὑποστάσεις καλῶς διισχυρίζεται, πῶς ἐν πᾶσιν αὐτοῦ σχεδὸν τοῖς διδάγμασι τὰς φύσεις ὑποστάσεις εἶναι ἐκήρυξε; Λέγων γὰρ τὰς φύσεις ὑποστάσεις, τὰς δὲ ὑποστάσεις πρόσωπα, τί ἄλλο ὁμολογῶν εὑρεθήσεται, ἀλλ᾽ ἢ διάφορα ἐν Χριστῷ πρόσωπα, ὡς ὅτ᾽ ἂν λέγῃ, Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ἤγουν αἱ ὑποστάσεις. Αἱ ὑποστάσεις τίνος, ὦ γεννάδα Κύριλλε; Πρόδηλον αἱ τοῦ Χριστοῦ. Εἰ καὶ ὅλως ὑποστάσεις ὁρίζῃ. Εἰ γὰρ μὴ σὺ τὸν τοιοῦτον ὅρον δέδωκας, τοῦτ᾽ ἔστι, πρόσωπα τὰς ὑποστάσεις εἶναι, τάχα ἂν ἠδύνατό τις ὑπὲρ σοῦ ἀπολογούμενος λέγειν, ὅτι οὐ πρόσωπα Κύριλλος νοεῖ τὰς ὑποστάσεις, ἀλλ᾽ ὑπάρξεις τινὰς πραγμάτων ἐνουσίων. Σοῦ δὲ καθ᾽ ἑαυτοῦ τὸν τοιοῦτον ἐξενεγκόντος ὅρον, ἀποκέκλεισταί σοι λοιπὸν πᾶσα περὶ τούτου ἀπολογία. Οὐκοῦν ὅτε λέγεις, ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ φύσεις, ἤγουν αἱ ὑποστάσεις, οὐδὲν ἕτερον λέγεις, ἀλλ᾽ ἢ, ὅτι Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις, ἤτοι τὰ πρόσωπα. Ὅθεν κατὰ τοῦτόν σου τὸν ὅρον καὶ νόμον, τὸν φάσκοντα, τὴν φύσιν ὑπόστασιν ἤτοι πρόσωπον εἶναι, εὑρεθήσῃ τρεῖς μὲν φύσεις λέγων Ἀρειανικῶς ἐν τοῖς τρισὶ προσώποις τῆς ἁγίας Τριάδος, δύο δὲ πρόσωπα ἐπὶ τῶν δύο, ὧν ὁμολογεῖς φύσεων Χριστοῦ. Ὡς ὅταν λέγῃς ἐν τοῖς ἐν πνεύματι λατρείας, ὅτι Τύπος ἡμῖν ἔσται ἡ κιβωτὸς τῶν Χριστοῦ φύσεων, ἤγουν ὑποστάσεων· καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ φάσκεις οὕτω ξηρᾷ τῇ φωνῇ, ἐκ δύο φύσεων, ἤγουν ὑποστάσεων, ἤτοι προσώπων πρεσβεύεις εἶναι Χριστόν. Εὔδηλον, ὅτι προῦποστὰν, καὶ προμορφωθὲν ἐν τῇ μήτρᾳ τῆς Παρθένου λέγεις τὸ σῶμα Χριστοῦ. Καὶ εἶθ᾽ οὕτως ἑνωθὲν ἐν αὐτῷ τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου, καθὰ πάλιν, καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ τῶν δώδεκα φάσκεις· Εἴ τις μετὰ τὴν ἄφραστον ἕνωσιν διαιρεῖ τὰς ὑποστάσεις, καὶ ἐν ἄλλοις δὲ μυρίοις τόποις τὰς φύσεις ὑποστάσεις προσαγορεύων· ἐν τοῖς πρὸς Ἐρμείαν ἑαυτῷ ἐναντιοῦσαι, καὶ περιπίπτεις, ἕτερον λέγων εἶναι τὴν φύσιν, καὶ ἕτερον τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον. Πῶς δὲ ἐπιλαβομένου Θεοδωρήτου τῶν δώδεκά σου κεφαλαίων, ἐν ταῖς σαῖς ἀπολογίαις οὐδὲν ἀπελογήσω περὶ τῶν τοιούτων ὑποστάσεων, ὧν ἐν Χριστῷ εἴρηκας ἐν τῷ τρίτῳ κεφαλαίῳ; Τοίνυν παλίμβολος ὢν ἑαυτῷ ἐναντιοῦσαι, καὶ περιπίπτεις· ποτὲ μὲν μίαν τὸν Χριστὸν λέγων φύσιν, ποτὲ δὲ δύο πρόσωπα. Καὶ γὰρ ἐν τοῖς γεγραμμένοις σχολίοις ἑρμηνεύων τὸν ἐν τῷ Εὐαγγελίῳ στατῆρα, ὃν εὗρεν ὁ Πέτρος ἐν τῷ στόματι τοῦ ἰχθύος, οὕτω λέγεις· Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινὸς ὑπάρχει Χριστός. Αὐτὸς γάρ ἐστι ὁ διπλοῦς χαρακτήρ. Πολλὴ τοίνυν χάρις τῷ λογογράφῳ Κυρίλλῳ ὅλως καθ᾽ οἷον δήποτε τρόπον ὁμολογοῦντι ἐν Χριστῷ χαρακτῆρας καὶ ὑποστάσεις διαφόρους. »
Ἡκούσατε, ἀδελφοὶ, τοῦ πονηροῦ δράκοντος Ἀνδρέου, ὁποῖα ἡρεύξατο ἐκ τοῦ ἰοῦ τῆς Νεστορίου καρδίας, κατὰ τοῦ πανσόφου διδασκάλου Κυρίλλου· διὰ τῆς φωνῆς τῆς λεγούσης τὰς φύσεις ὑποστάσεις. Εἰ μὲν οὖν τοῦ ὁσίου Πατρός εἰσιν αἱ τοιαῦται φωναὶ, ἢ ἑτέρων τινῶν, οὐκ ἔχω λέγειν. Καὶ γὰρ ἅπας ὁ τῶν Πατέρων χορὸς, καὶ αὐτὸς ὁ μέγας Κύριλλος ἐν διαφόροις τόποις, ἕτερόν τι λέγουσιν εἶναι τὴν φύσιν, καὶ ἕτερον, τὴν ὑπόστασιν, καὶ τούτῳ τῷ κανόνι στοιχοῦσα ἡ καθολικὴ Ἐκκλησία δύο μὲν ἡνωμένας φύσεις λέγει εἶναι τὸν Χριστόν· δύο δὲ ὑποστάσεις, ἤτοι πρόσωπα ἐπ᾽ αὐτοῦ λέγειν οὐκ ἀνέχεται, ἀλλ᾽ οὔτε μὴν ἐκ δύο αὐτὸν ὑποστάσεων, ἤτοι προσώπων συντεθέντα κηρύττει· ὑπόστασις γὰρ τὸ ἰδιάζον καθ᾽ ἑαυτὸ πρόσωπόν ἐστιν. Οὐδαμοῦ δὲ ἡμεῖς ἔγνωμεν χωρὶς τοῦ Θεοῦ Λόγου τὴν ἁγίαν σάρκα· οὐ γὰρ προῦπέστη τῇ μήτρᾳ, ἀλλ᾽ ἅμα συνἦλθον ἡ θεότης, καὶ ἡ σὰρξ ἔμψυχος λογική. Αὔτη γάρ ἐστιν ἡ λεγομένη καθ᾽ ὑπόστασιν ἕνωσις. Τὰς μὲν οὖν προειρημένας κατηγορίας ἐποίησεν, ὡς εἶπεν, ὁ μιαρὸς Ἀνδρέας κατὰ τοῦ θεοσόφου Πατρὸς Κυρίλλου.
Μάρων δὲ πάλιν ὁ Ἐδεσσηνὸς, καὶ αὐτὸς τὰ Νεστορίου φρονῶν, καταγράφων κατὰ Σευήρου τοιαῦτά φησιν· « Ἡμεῖς οἱ τῆς εὐσεβείας τὸ ἀνατολικὸν φέγγος ἔχοντες, οὐ τοσοῦτον ἀποστρεφόμεθα Διόσκορόν τε καὶ Σευῆρον, καὶ Θεοδόσιον ὅσον, βδελυττόμεθα ἀξίως τὴν βλάσφημον Χαλκηδόνος σύνοδον. Ἐκείνη μὲν γὰρ οὐκ εἴρηκεν ὑποστάσεις ἐν Χριστῷ, καθ᾽ οἷον δή ποτε τρόπον. Σευῆρος δὲ, καὶ ὁ τούτου πατὴρ Κύριλλος, καὶ Διόσκορος, καὶ Θεοδόσιος διὰ πλάτους ἡμῖν ἐν Χριστῷ ὑποστάσεις ὁμολογοῦσιν, ἐκ δύο ὑποστάσεων, ἤτοι προσώπων ὁμολογοῦντες αὐτόν· ἀλλὰ καὶ ἀσυγχύτους λέγουσιν εἶναι τὰς Χριστοῦ ὑποστάσεις. Οὕτω γὰρ αὐτὸς Αἰγύπτιος ἐνομοθέτησε Κύριλλος λέγων, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις. Εἰ δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις Χριστοῦ, τοῦτ᾽ ἔστι τὰ πρόσωπα, πρόδηλον, ὅτι καὶ γνωρίζονται, καὶ εἰς αἰῶνα φυλάττονται. Ἐπεὶ πῶς μεμενήκασιν ἀσύγχυτοι; Τὸ δὲ παράδοξον, ὅτι οὐ προστέθεικε, ἀδιαίρετοι, ἀλλ᾽ ἀσύγχυτοι, τοῦτ᾽ ἔστι, τηλαυγεῖς, καὶ ἐν τῇ δυάδι τοῦ ἀριθμοῦ γνωριζόμεναι, καὶ οὐδὲ πόσαι αὐταὶ, προστέθεικεν, ὡς δῆθεν πλῆθος ἡμῖν ὑποστάσεων ἐν Χριστῷ εἰσαγόμενος. Οὕτω γὰρ ἀθυροστόμως καὶ τὸν τόκον τῆς Παρθένου δοκὼν τιμᾶν ἐβλασφήμησεν, ποτὲ μὲν φυσικὸν ὀνομάζων τὸν ταύτης τόκον, ποτὲ δὲ φάσκων ἐν τοῖς δώδεκα αὐτοῦ κεφαλαίοις, ὅτι γεγέννηκε σαρκικῶς σάρκα γεγονότα τὸν Λόγον. Πρὸς ὃν ἀνταποκρινόμενοι λέγομεν· Οὐ σαρκικῶς γεγέννηκεν, ὦ θεομάχε, ἀλλὰ θεοπρεπῶς. » Ταῦτα μὲν οἱ δυσσεβεῖς αἱρετικοὶ κατὰ τοῦ θεοσόφου Πατρός. Ἡμεῖς δὲ τοῦτον φωστῆρα καὶ στύλον τῆς Ἐκκλησίας ὄντα κηρύττομεν,
Σχόλιον. Σευῆρος καὶ Γαϊανὸς ὁμόφρονες τὸ πρὶν ἐτύγχανον, καὶ ἐν τῷ ἅμα ἐν τῷ ὀκτωκαιεκάτῳ Ἀλεξανδρείας διῆγον. Ἐν μιᾳ οὖν τῶν ἡμερῶν ἠρώτησεν ὁ Γαϊανὸς τὸν Σευῆρον· « Πῶς χρὴ ὁμολογεῖν τὸ σῶμα τοῦ Χριστοῦ, φθαρτὸν ἢ ἄφθαρτον; » Εἰπόντος δὲ τοῦ Σευήρου, « φθαρτὸν τὸ σῶμα πρὸ τῆς τριημέρου ἐκ νεκρῶν ἀναστάσεως, » ἀπέσχισεν εὐθέως ὁ Γαϊανὸς ἀπ᾽ αὐτοῦ, λέγων, ὅτιπερ Ἐὰν φθαρτὸν λέγεις τὸ σῶμα, ἀνάγκη σε πᾶσα καὶ δύο φύσεις εἰπεῖν ἐν Χριστῷ. Αὕτη γέγονεν ἡ αἰτία τῆς διαιρέσεως αὐτῶν.