Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Brief Account of the Heresies from the Beginning to Nestorius and Severus

ΚΕΦΑΛ. Δ΄. Ἀναστασίου ἐλαχίστου πρεσβυτέρου τοῦ ἁγίου ὄρους Σινᾶ περὶ πίστεως τῆς οἰκονομίας Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ πρὸς τὴν ἁγίαν καθολικὴν Ἐκκλησίαν τὴν ἐν Βαβυλῶνι γραφεῖσαν, αἰτησαμένων τοντὶ τῶν ἐν αὐτῇ φιλοχρίστων καὶ ὀρθοδόξων ἡμῶν ἀδελφῶν.

Ἐν ἀρχῇ ἦν ὁ Θεὸς, καὶ ὁ Θεὸς ἦν ἐν ἀρχῇ, καὶ πρὸ ἀνάρχου ἀρχῆς ἦν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, ὁ Θεός. Θεὸν δὲ λέγω τὴν ἁγίαν καὶ ὁμοούσιον, καὶ ἄκτιστον Τριάδα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεῦματος. Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ ὦν, καὶ πρὸ πάντων προὼν, ταῖς προαναρχικαῖς αὐτοῦ καὶ παναδήλοις θεοβουλίαις, πρῶτον τῆς πάσης κτίσεως ἐννοεῖ, καὶ ποιεῖ τὰς ἁγίας καὶ ἀγγελικὰς δυνάμεις ὅτε οἶδε καὶ ὅπου οἶδε καὶ ὡς ἂν συνεῖδε, καὶ ὡς μόνος αὐτὸς οἶδεν. Ὧν τὴν οὐσίαν, καὶ τὴν τάξιν, καὶ τὸν ἀριθμὸν, καὶ τὴν διαγωγὴν, καὶ τὴν ἰδέαν μόνος αὐτὸς ὁ τούτων ποιητὴς γινώσκει Θεός. Ἐκ τούτων δὴ τῶν ἀσωμάτων καὶ ταγμάτων ταξίαρχος εἷς ἀλαζονευθεὶς κατὰ τοῦ Δημιουργοῦ, ὥς φησι ὁ Ἡσαῖας, καὶ Ἰεζεκιὴλ, οἱ προφῆται, ἀπερρίφη, καὶ ἔπεσε σὺν τῷ τάγματι αὐτοῦ, ὁ καλούμενος νῦν διάβολος, καὶ οἱ δαίμονες οἱ σὺν αὐτῷ. Δημιουργοῦντος οὖν τοῦ Θεοῦ τὸν ὁρώμενον κόσμον, λέγω δὴ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, ἐνόμιζεν ὁ διάβολος, ὥς φησί τις τῶν διδασκάλων, ὅτι αὐτὸν μέλλει καθιστᾶν ὁ Θεὸς βασιλέα καὶ Κύριον τῆς ὁρατῆς κτίσεως. Ὅτε δὲ εἶδε τὸν Ἀδὰμ γεγονότα, καὶ κατασταθέντα ὑπὸ τοῦ Θεοῦ δεσπόζειν τῶν ἐπὶ τῆς γῆς, διαπονηθεὶς, καὶ φθονήσας τῷ ἀνθρώπῳ ὁ πονηρὸς, ἠπάτησεν αὐτὸν διὰ τῆς Εὔας καὶ τοῦ ξύλου, εἴτε κατὰ παραχώρησιν Θεοῦ, εἴτε καθ᾽ ἕτερόν τινα τρόπον μυστικώτερον, τῷ Θεῷ ἕγνωσται. Οὐ γὰρ δεῖ ἡμᾶς περιεργάζεσθαι τὰ σεσιωπημένα τῇ θείᾳ Γραφῇ. Λέγω δὴ τὰ περὶ παραδείσου, καὶ τοῦ ξύλου τῆς γνώσεως, καὶ τῶν χιτώνων, καὶ ἑτέρων τινῶν τοιούτων, μὴ σαφῶς δεδηλωμένων ἡμῖν ἐν ταῖς βίβλοις ταῖς ἱεραῖς. Ὡπλίσθη τοίνυν, ὡς προεῖπον, κατὰ τοῦ ἀνθρωπίνου γένους ἀπαρχῆς ὁ Σατανᾶς. Εἶτα θανατοῖ διὰ τοῦ Κάϊν τὸν Ἄβελ· εἶτα ἀποπλανᾷ τοὺς ἀνθρώπους εἰς τὰς θυγατέρας τοῦ Κάϊν· λοιπὸν δὲ καὶ εἰς τὰ εἴδωλα, καὶ χειροποίητα προσκυνεῖν ὡς θεοὺς ἀντὶ Θεοῦ. Διὸ παιδεύει τούτους ὁ Θεὸς διὰ κατακλυσμοῦ. Εἶτα φιλανθρωπευθεὶς, ἀνακαινίζει τὸν κόσμον διὰ τοῦ σπέρματος τοῦ Νῶε, ἀλλ᾽ οὐδὲ μετὰ ταῦτα ἐσωφρονίσθησαν οἱ ἄνθρωποι, ἀλλὰ περὶ τὰ εἴδωλα καὶ τὰ κακὰ κατεμαίνοντο. Λοιπὸν ἀναδείκνυσιν ὁ Θεός τινας φωστῆρας, τύπους θεοσεβείας τυγχάνοντας. Λέγω δὴ τοὺς περὶ τὸν μακάριον Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Ἀλλ᾽ οὐδὲ οὗτος ὁ κόσμος ἐσωφρόνισεν. Εἶτα ἐπήγαγε τῇ κτίσει διαφόρους, καὶ πολυτρόπους παιδείας ὁ Δεσπότης. Εἶτα δίδωσι γραπτὸν νόμον, σημείοις καὶ τέρασι, καὶ δυνάμεσιν ὀπτανόμενος τῷ Ἰσραήλ. Καὶ οὐδ᾽ οὕτως οἱ ἄνθρωποι τῆς πλάνης ἀφίσταντο. Ἀπέστειλε μετὰ νόμον θαυματουργοὺς προφήτας. Ἀλλὰ καὶ τούτους οἱ ἄνθρωποι ἀποστραφέντες κατέσφαξαν.

Τέλος δὴ πάντων, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου τῆς ἀρχαίας βουλῆς τοῦ Θεοῦ, τοῦ γενέσθαι τὸ μυστήριον ὃ προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἐξαπέστειλε τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς ἀειπαρθένου ἄνευ σπορᾶς ἄνθρωπον. « Ὅτε ἐπὶ γῆς ὥφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἀλλ᾽ οὐδὲ οὕτως ὁ πονηρὸς ἀναισχυντῶν τοῦ τὸν κόσμον ταράττειν ἐπαύσατο, ἀλλὰ θᾶττον ἐνοικήσας εἰς ἴδια σκεύη καὶ ὄργανα ἀνθρώπινα, ἀνατρέπειν ὁλοτελῶς τὴν τοῦ Χριστοῦ παρουσίαν ἔσπευδε. Καὶ πρῶτος Σίμων ὁ Μάγος, ὁ Σαμαρείτης, ὁ ἀπὸ Σιτθῶν τῆς κώμης, ἔφασκε τοῖς ἐν Ῥώμῃ ἐπὶ Πέτρου τοῦ κορυφαίου ὅτι ψεύστης καὶ πλάνος ἦν ὁ ἐλθὼν Ἰησοῦς, ἐγὼ δέ εἰμι ὁ ἀληθὴς Χριστός. Εἶτα μετὰ τοῦτον ἀναφανεὶς Κήρινθος, καὶ Νικόλαος, καὶ Μαρκίων, τὰ ὅμοια τῷ Σίμωνι ἐφαντάζοντο. Ἀλλ᾽ αὖθις ἡ τοῦ Θεοῦ ψῆφος ὥλεσε τούτους, καὶ τὰς αὐτῶν διδαχάς. Ἀλλ᾽ οὐδ᾽ οὕτως ὁ πονηρὸς δράκων τοῦ πολέμου τὴν Ἐκκλησίαν ἐπαύσατο. Θᾶττον γὰρ διωγμοὺς ὑπὸ Ἐλλήνων καὶ ἀνόμων κατ᾽ αὐτῆς διήγειρεν. Ἀλλ᾽ ἐκ μέσου τῇ δυνάμει τοῦ Χριστοῦ γεγονότων, ἐπινοεῖ καὶ τρίτον τινὰ ἀπάτης τρόπον ὁ πολύμορφος ὄφις. Ἀκούσας γὰρ τοῦ ἐν Εὐαγγελίοις ῥητοῦ τοῦ Κυρίου λέγοντος, Ὅτι ἐὰν ἀπέλθω πρὸς τὸν Πατέρα, ἐρωτήσω αὐτὸν, καὶ ἄλλον παράκλητον πέμψω ὑμῖν, » ὑπέσπειρέ τισιν ἀνθρώποις μάγοις τε καὶ γόησι λέγειν ὅτι, Ἐγώ εἰμι ὁ Παράκλητος, ὃν ὑπέσχετο Χριστὸς ἀποστέλλειν τῷ κόσμῳ. Ἐξ ὧν ἦν Μάνης, ὁ Μανιχαίων ἀρχηγὸς, καὶ Μοντανὸς, ὁ ἀπὸ Ἀρδαβαῦ τῆς κώμης, καὶ ἕτεροί τινες. Ὧν τινων καὶ αὐτῶν ἀστοχησάντων, ὡς εἶδεν ὁ ἐχθρὸς ὅτι ἡμέρᾳ καὶ ἡμέρᾳ πλατύνεται, καὶ αὔξει τὸ τοῦ Χριστοῦ κήρυγμα, καὶ οὐκέτι ἰσχύει πρὸς τὴν εἰδωλολατρείαν ἀποκλίναι τὸ γένος τῶν ἀνθρώπων. Τὰ διάφορα λοιπὸν ζιζάνια κατέσπειρε τῷ κόσμῳ, ὅπως τὴν μάχην καὶ διάστασιν, ἣν ἐν τῇ εἰδωλολατρείᾳ ἐκέκτηντο, ταύτην ἐν τῇ θεοσεβείᾳ οἱ ἄνθρωποί ἔχωσιν.

Ἐκ τούτου δὴ μετὰ χρόνους τινὰς Μάνεντός τε, καὶ Μοντανοῦ, καὶ Νομάτου τὴν Ἀρειανὴν ἐκείνην θυμελικὴν ὀρχήστραν, ὁ ταύτης μεσόχορος δαίμων συνεστήσατο, καὶ τοὺς ταύτης μιμολόγους, Ἀπολλινάριον, φάσκοντα ἄψυχον καὶ ἄνουν καὶ ἀτελῆ ἄνθρωπον ἀνειληφέναι τὸν Χριστὸν, καὶ Εὐνόμιον, καὶ τοὺς σὺν αὐτῷ, κτίσμα λέγοντας τὸν τοῦ Θεοῦ Λόγον, καὶ μίαν φύσιν, καὶ θέλησιν, καὶ ἐνέργειαν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ δογματίζοντας. Αὖθις δὴ πάλιν μὴ ἀρκούμενος ἐν τούτοις ὁ μισόκαλος, ὁπλίζεται, καὶ κατὰ τοῦ Πνεύματος τοῦ παναγίου διὰ Μακεδονίου τοῦ πνευματομάχου. Ἀλλ᾽ ἡ ἐξ ὕψους δύναμις πάντας ἐκείνους τοὺς πονηροὺς καὶ θεομάχους θῆρας ἀπώλεσε, καὶ οὐδαμοῦ σήμερον Ἀρειανῶν, ἢ Μακεδονιανῶν μνήμη ἐν κόσμῳ, τῶν τῇ θεότητι πολεμούντων καὶ ὥσπερ δράκων καιρίαν τινὰ πληγὴν λαβὼν ἡμέρᾳ τῇ ἡμέρᾳ διὰ τῆς ὀδύνης ἀσθενέστερος γίνεται, οὕτω καὶ ὁ διάβολος, διὰ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ κροταφισθεὶς, κατὰ πρόσβασιν τοῦ χρόνου καταργούμενος ἀπεδείχθη. Ὅρα γὰρ, ἠθέλησεν ἐν πρώτοις εὐθέως διασκεδάσαι τὴν ἐπιδημίαν τοῦ Χριστοῦ, καὶ οὐκ ἴσχυσεν. Εἶτα ἠθέλησε διὰ διωγμῶν τὸ κήρυγμα καταργῆσαι, καὶ ἠστόχησεν. Ἠθέλησεν ἀντὶ Πνεύματος ἁγίου γόητας ἄνδρας προσκυνεῖσθαι, καὶ τοῦ σκοποῦ ἐξέπεσε. Προσέκρουσε τῇ θεότητι τοῦ Χριστοῦ, καὶ κατῃσχύνθη. Τότε δὴ λοιπὸν ἀδυνατῶν θεότητι πολεμεῖν, ἐπὶ τὴν σάρκα τοῦ Χριστοῦ, τὸν πόλεμον ἔτρεψε, μετὰ τὴν Ἀρειανικὴν ὀρχήστραν τὴν τῆς διαιρέσεως χάρυβδιν διορύξας· λέγω δὴ τὴν σάρκα τοῦ Χριστοῦ μερίζων ἐκ τῆς θεότητος, καὶ εἰς δύο τὸν ἕνα κατατέμνων Χριστόν. Ταύτης δὲ τῆς διαιρέσεως ἀρχηγοὶ γεγόνασι Θεόδωρος ὁ Ἀντιοχείας, καὶ Διόδωρος ὁ Ταρσοῦ.

Ἐξ ὧν ὥσπερ τις ῥίζα ἐλλεβόρου ἐβλάστησεν ὁ Χαλδαῖος χοῖρος ὁ Ἀσσύριος Νεστόριος, μέχρι καὶ νῦν τὸν ἴδιον βόρβορον τοῖς αὐτῷ πειθομένοις καταρραίνων. Καθαιρεθεὶς γὰρ ἀπὸ Κωνσταντινουπόλεως, καὶ ἐπὶ τὰ τῆς Μεσοποταμίας ἐνδημήσας κλίματα, ἐκεῖσε τὸν ἴδιον ἰὸν καὶ τὸν βόρβορον κατἔσπειρε, κἀκεῖθεν ὡς ἐκ καναλίσκου τινὸς πᾶσαν μάλιστα τὴν Ἀνατολὴν κατεμίανε. Καθ᾽ οὗ διὰ πλάτους σύνταγμα πεποιήκαμεν, τὸν δόλον καὶ τὴν πανουργίαν αὐτοῦ στηλιτεύσαντες, κἀκεῖ τοὺς φιλοπόνους παραπέμπομεν. Εἰδέναι μέντοιγε προσήκει ὡς οὐκ ἔστι σήμερον κακουργοτέρα τῆς Νεστορίου αἰρέσεως δυσχερῶς τὸν ἴδιον ἰὸν φανεροῦσα. Καὶ γὰρ αἰσχροῦ κέρδους καὶ δόξης χάριν πολλάκις ἐν ὑποκρίσει καὶ Θεὸν λέγουσι τὸν Χριστὸν, καὶ Θεοτόκον τὴν ἁγίαν Παρθένον, καὶ ἀναθεματίζουσι Νεστόριον, ἀποβάλλονται τὸν λέγοντα δύο πρόσωπα ἐν Χριστῷ. Ὁ μέν τοι τὸν δόλον αὐτῶν ἐλέγξαι βουλόμενος τὸν μακάριον Κύριλλον, καὶ τὴν κατ᾽ αὐτὸν σύνοδον τὴν κατὰ Νεστορίου προενέγκοι αὐτοῖς, καὶ ἐὰν ταῦτα εἰλικρινῶς δέξωνται, ἐν τούτοις τὸ ἀπόδεκτον ἔχουσι. Τοσαῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος περὶ Νεστορίου τοῦ δυσσεβοῦς Ἰουδαιόφρονος, καὶ Χαλδαίου Ἀσσυρίου χοίρου. Τοῦτον γὰρ ἀποβάλλεται ἡ ἁγία Ἐκκλησία διὰ τὴν τῶν ἐν Χριστῷ φύσεων διαίρεσιν, ὥσπερ καὶ Σεβῆρον, καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν τῶν φύσεων σύγχυσιν.

· Contents ·