Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
5. On the Holy Councils
ΚΕΦΑΛ. Ε΄. Περὶ τῶν ἁγίων συνόδων.
Ἀναγκαῖον δὲ τὸν φιλόπονον καὶ τοῦτο ἐπίστασθαι, φημὶ δὴ τὸ περὶ τῶν ἁγίων, καὶ οἰκουμενικῶν ἐξ συνόδων, τὸ τίνος χάριν, κατὰ ποίων αἰρέσεων γεγόνασιν αὗται, οὐ μὴν δὲ ἀλλ᾽ ὅτι καὶ ἕτεραι διάφοροι τοπικαὶ πρὸ αὐτῶν τε καὶ μετὰ ταύτας γεγόνασι σύνοδοι ἐν διαφόροις τόποις περὶ διαφόρων κεφαλαίων.
Ἡ μὲν οὖν ἁγία καὶ πρώτη οἰκουμενικὴ σύνοδος τῶν ΤΙΗ΄ Πατέρων, ἐν Νικαίᾳ γέγονεν ἐπὶ τοῦ ἁγίου Κωνσταντίνου τοῦ βασιλέως κατὰ Ἀρείου τοῦ γενομένου διακόνου πρεσβυτέρου ἐν Ἀλεξανδρείᾳ· ὃν καὶ προανεθεμάτισεν ὁ ἅγιος Πέτρος, ὁ μάρτυς καὶ ἐπίσκοπος, εἰπὼν, Ἄρειος καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν μέλλοντι κεχωρισμένος ἐστὶ ἐκ τῆς δόξης τοῦ Υἱοῦ τοῦ Θεοῦ Ἰησοῦ Χριστοῦ. Ἐκήρυττε γὰρ ὁ αὐτὸς Ἄρειος κτίσμα εἶναι τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, καὶ οὐ γεννηθέντα ἐκ τοῦ Πατέρος πρὸ τῶν αἰώνων. Ἡ δὲ ἁγία σύνοδος ὁμοούσιον καὶ συνάναρχον ὥρισε τὸν Υἱὸν τῷ Πατρὶ, γεννηθέντα, οὐ ποιηθέντα. Κατέκρινε δὲ καὶ Σαβέλλιον τὸν Λυβικὸν, φάσκοντα μίαν ὑπόστασιν εἶναι Πατέρος, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, τρεῖς ὑποστάσεις κηρύξασα ἡ αὐτὴ θεόφρων σύνοδος, μίαν δὲ οὐσίαν. Ἐξ ἧς μάλιστα ἔστι καταισχῦναι τοὺς Θεοδοσιανοὺς, καὶ Ἰακωβίτας, ταὐτὸν λέγοντας εἶναι τὴν οὐσίαν, ἤτοι φύσιν, καὶ τὴν ὑπόστασιν, καθὼς μέλλομεν δεῖξαι. Ἀπεκήρυξε δὲ καὶ τὴν αἵρεσιν Φωτεινοῦ ἡ ἁγία σύνοδος, τὴν φάσκουσαν ἀπὸ Μαρίας ἔχειν τὴν ἀρχὴν τῆς θεότητος, καὶ τῆς σαρκὸς τὸν Χριστὸν, καὶ μὴ εἶναι αὐτὸν προαιώνιον κατὰ τὴν ἄκτιστον αὐτοῦ θεότητα.
Ἡ δευτέρα ἁγία καὶ οἰκουμενικὴ σύνοδος τῶν ἐν Κωνσταντινουπόλει ΡΝ΄ ἁγίων Πατέρων γέγονεν ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως κατὰ Μακεδονίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως κτίσμα λέγοντος τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ δὲ ἁγία σύνοδος καθελοῦσα Μακεδόνιον, ὁμοούσιον ἐκήρυξε τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, τὸ Πνεῦμα τὸ ἅγιον, προσθεῖσα ἐν συμβόλῳ τὸ, Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον Κύριον καὶ ζωοποιὸν, καὶ τὰ ἑξῆς. Ἡ ἁγία σύνοδος τῶν ἐν Ἐφέσῳ τὸ πρότερον Σ΄ ἁγίων Πατέρων γέγονε μετὰ Ν΄ χρόνους τῆς ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου τοῦ Μικροῦ βασιλέως κατὰ Νεστορίου τοῦ δυσσεβοῦς ἐπισκόπου Κωνσταντινουπόλεως, ἀνθρωποτόκον κηρύττοντος τὴν παναγίαν Θεοτόκον, λοιπὸν δὲ καὶ διαιροῦντος τὸν Χριστὸν εἰς δύο πρόσωπα ἀσεβῶς, καὶ δύο ὑποστάσεις. Ὃν καθελοῦσα ἡ ἁγία σύνοδος, Θεοτόκον κυρίως, καὶ ἀληθῶς ὥρισε τὴν πανένδοξον ἁγίαν Παρθένον, μίαν Χριστοῦ σύνθετον ὑπόστασιν εὐσεβῶς διδάσκουσα.
Μετὰ οὖν δέκα τινὰς χρόνους ἀνεφύη Εὐτύχιός τις ἀρχιμανδρίτης ἐν Κωνσταντινουπόλει, ἑξ οὐρανοῦ λέγων κατεληλυθέναι τὸ σῶμα τοῦ Χριστοῦ, καὶ ἑτεροούσιον ἡμῶν αὐτὸ εἶναι, καὶ μίαν φύσιν τὸν Χριστὸν ὅλον τυγχάνειν. Καθ᾽ οὗ πεποίηκε τοπικὴν σύνοδον ὁ μακάριος Φλαβιανὸς, ἐπίσκοπος ὢν Κωνσταντινουπόλεως, τότε καθελὼν αὐτὸν, καὶ ὁρίσας ὁμοούσιον ἡμῶν εἶναι τὸ σῶμα τοῦ Χριστοῦ. Λοιπὸν δέησιν ἐπιδεδωκὼς τῷ βασιλεῖ ὁ Εὐτύχιος, ἔπεισεν αὐτὸν, καὶ μεταστειλάμενος Διόσκορον τὸν πάπαν Ἀλεξανδρείας, ἐποίησε τὴν ἐν Ἐφέσῳ τὸ δεύτερον σύνοδον κατὰ Φλαβιανοῦ, τὴν λεγομένην, λῃστρικὴν, ἐν ᾗ κυκλωθεὶς ἀπέθανεν ἐξ αὐτῶν.
Δι᾽ ὃν ἡ ἁγία σύνοδος ἡ ἐν Χαλκηδόνι γέγονε, κατὰ Διοσκόρου, καὶ Εὐτυχοῦς τῶν αἱρεσιαρχῶν, μίαν φύσιν λεγόντων τὸν Χριστόν. Ἡ δὲ ἁγία σύνοδος διὰ τὸ τέλειον εἶναι ἐν θεότητι, καὶ τέλειον ὁμοίως ἐν ἀνθρωπότητι τὸν Χριστὸν, ἐν δύο αὐτὸν ἡνωμέναις φύσεσιν ἕνα Κύριον ἀσυγχύτως, καὶ ἀδιαιρέτως ἐκήρυξεν, ἐπικυρώσασα τὴν καθαίρεσιν Νεστορίου ἣν ἐποίησεν ὁ μακάριος Κύριλλος τῇ ἐν Ἐφέσῳ τὸ πρότερον ἁγίᾳ συνόδῳ, εὐφημίσασα καὶ τὸν αὐτὸν μακάριον Κύριλλον καὶ εἰποῦσα, Κυρίλλου αἰώνια ἡ μνήμη, ἐπὶ Μαρκιανοῦ τοῦ βασιλέως.
Μετὰ χρόνους Ρ΄ τῆς ἐν Χαλκηδόνι συνόδου γέγονεν ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως ἡ πέμπτη οἰκουμενικὴ σύνοδος κατὰ Ὠριγένους, καὶ Διδύμου, καὶ Εὐαγρίου τῶν ματαιοφρόνων λεγόντων τὰς ἡμετέρας ψυχὰς μετὰ τῶν δαιμόνων ἐξ οὐρανοῦ καταπεσεῖν εἰς τὰ σώματα ἡμῶν, καὶ ὅτι τέλος ἔχει ἡ κόλασις, καὶ ἀποκαθίσταται δι᾽ αὐτῆς πάλιν ὁ διάβολος εἰς τὴν ἀρχαίαν αὐτοῦ τάξιν τὴν ἀγγελικήν. Κατέκρινε δὲ ἡ αὐτὴ ἁγία σύνοδος· καὶ Σεβῆρον, καὶ τὸ φρόνημα αὐτοῦ, καὶ πάντα τὸν λέγοντα προῦπάρχειν τὰς ψυχὰς ἡμῶν πρὸ τῶν σωμάτων. Εἰδέναι μέντοιγε χρὴ ὅτι γεγόνασι καὶ ἄλλαι πλεῖσται σύνοδοι τοπικαὶ ἐν διαφόροις χώραις χάριν διαφόρων ἐκκλησιαστικῶν κεφαλαίων.