Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

6. Where the Doctrine of Eutyches and Severus Takes Its Root

ΚΕΦΑΛ. ϛ΄. Πόθεν ἡ μονόφθαλμος Σεβήρου πίττις ἐβλάστησεν.

Ὅσιον λοιπὸν πρὸς τὸ γινώσκειν τὸν φιλόπονον διὰ βραχέων εἰπεῖν, πόθεν ἀπήρξατο καὶ ἡ τὴν σύγχυσιν δογματίζουσα τῶν Μονοφυσιτῶν αἵρεσις, καὶ ἐκ ποίων αἱρέσεων καὶ δρακόντων ἀρχαίων τὸν ἰὸν ἐθήλασε. Ταῖς γὰρ Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιωνιστῶν, καὶ Ἀρειανῶν βίβλοις ἐγκύψας ὁ Εὐτυχὴς, ὁ καθαιρεθεὶς ὑπὸ τῆς ἁγίας συνόδου Καλχηδόνος, ἐκεῖθεν ἐδιδάχθη τὴν φαντασίαν καὶ δόκησιν, καὶ τὸ μίαν φύσιν κηρύττειν τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ. Εἶτα ἐκ τοῦ Εὐτυχοῦς παρέλαβε τὴν τοιαύτην νόσον ὁ Διόσκορος. Λοιπὸν καθαιρεθέντος καὶ Διοσκόρου ἐν Χαλκηδόνι, ἐσχίσθη ἡ Ἐκκλησία Κωνσταντινουπόλεως, καὶ Ἀλεξανδρείας. Μετὰ γοῦν χρόνους τινὰς γέγονε Τιμόθεος ἐπίσκοπος τῶν Μονοφυσιτῶν ἐν Ἀλεξανδρείᾳ, καὶ εὐθέως κατέγραψε συγγράμματα κατὰ τῆς συνόδου Χαλκηδόνος, καὶ τοῦ τόμου Λέοντος τοῦ Πάπα Ῥώμης. Εἶτα Ἰωάννης ὁ Καισαρεὺς ὁ γραμματικὸς ἀπελογήσατο ὑπὲρ τῆς συνόδου, καὶ ἕτεροι πλεῖστοι δι᾽ ἐκθέσεων ἀληθεστάτων. Διωχθέντος οὖν Σεβήρου ἀπὸ Ἀντιοχείας διὰ τὰ πονηρὰ αὐτοῦ διδάγματα, ἅπερ κατὰ τῆς συνόδου Χαλκηδόνος ἐδίδασκε, παραγίνεται ἐν Ἀλεξανδρείᾳ εἰς τὸν φωλεὸν τῶν ὄφεων, τῶν ἐχθρῶν τῆς καθολικῆς Ἐκκλησίας, καὶ ἐγκύψας τοῖς συντάγμασι τοῦ Καισαρέως, καὶ ἑτέρων τινῶν τῶν συνταττόντων ὑπὲρ τῆς συνόδου διὰ πλειόνων Πατρικῶν, καὶ Γραφικῶν χρήσεων, καὶ συστάσεων καὶ ἀποδείξεων, πρῶτον μὲν εὐθέως κατέγραψε κατὰ τοῦ Καισαρέως Ἰωάννου, καὶ μετὰ τοῦτο ὅπερ Ἀκύλας ἐπὶ τῆς Παλαιᾶς Γραφῆς πεποίηκε, παρερμηνεύσας ταύτην, καὶ τὰς πλείους, χρήσεις καὶ μαρτυρίας τὰς περὶ Χριστοῦ διαστρέψας καὶ περικόψας, καὶ κατ᾽ ἀντιπάθειαν πεπλανημένην ἔκδοσιν πρὸς ἀπώλειαν Ἰουδαίοις καταλείψας, τοῦτο αὐτὸ καὶ Σεβῆρος πεποίηκε. Θεωρήσας γὰρ ὅτι ἐκ Πατρικῶν τῶν ὁσίων διδασκάλων χρήσεων παρέστησαν ἐν δύο φύσεσιν ἀδιαιρέτοις ἐν ἑνὶ προσώπῳ τὸν Χριστὸν οἱ περὶ τῆς συνόδου ἀπολογησάμενοι, ἐπιλαθόμενος ὁ πολὺς οὗτος Σεβῆρος ὅτι « Τὴν κρίσιν πᾶσαν τῷ Χριστῷ δέδωκεν ὁ Πατὴρ, » ἁρπάζει τὸ τῆς κρίσεως ἐκ τοῦ Χριστοῦ ὡς Ἀντίχριστος ἀξίωμα, καὶ προκαθέζεται δικαστὴς, καὶ κριτὴς τῶν ἁγίων Πατέρων καὶ διδασκάλων, καὶ παραγαγὼν τὰς τούτων χρήσεις, ὅσας μὲν ἠδυνήθη παρερμηνεῦσαι ταύτας ὡμολόγησε τῶν Πατέρων ἀληθῶς εἶναι, ὅσων δὲ πάλιν χρήσεων αἱ βίβλοι σπανίως εὑρίσκονται, ἢ διὰ τὸ ἀπομήκοθεν τῆς αὐτῶν χώρας, ἢ διὰ τὸ ἑτερογλώσσους εἶναι, ταύτας παρεγράψατο, λέγων ψευδεῖς καὶ νόθους ὑπάρχειν. Ὅσας δὲ πάλιν χρήσεις λεγούσας τὰς δύο φύσεις εὗρε Γρηγορίου τε καὶ Ἰωάννου, καὶ Κυρίλλου, καὶ Ἀθανασίου, καὶ Ἀμβροσίου, καὶ Πρόκλου, καὶ τῶν λοιπῶν περιφανῶν διδασκάλων, ὧν αἱ βίβλοι, καὶ αἱ χρήσεις ἀπαραίτητοί εἰσι διὰ τὸ κατὰ πᾶσαν τὴν οἰκουμένην αὐτὰς προκεῖσθαι, περὶ τούτων πάλιν ὅρον καὶ ἀπόφασιν ἐξέθετο ὁ νομοθέτης, καὶ κριτὴς Σεβῆρος, ποτὲ μὲν γράφων πρὸς τὸν λεγόμενον νηφάλιον ὅτι συγγνώμην παρέχει τοῖς ἁγίοις Πατράσιν ἐπὶ τῇ φωνῇ τῶν δύο φύσεων, ἐπειδή φησι κατὰ Ἀρειανῶν ὁπλιζόμενοι ἠναγκάσθησαν τῇ φωνῇ τῶν δύο φύσεων χρήσασθαι. Ποτὲ δὲ πάλιν ἀναισχυντότερον χρώμενος, οὐδὲ συγγνώμην ἀξιοῖ τοὺς ἁγίους Πατέρας, ἀλλ᾽ ὅσον τὸ ἐπ᾽ αὐτῶν τὴν καθαίρεσιν, καὶ ἐκβολὴν τῶν θεοπνεύστων αὐτῶν διδαγμάτων ποιεῖται, αὐταῖς ξηραῖς λέξεσιν οὕτως ἐκθέμενος, καθὰ ὕστερον πλατύτερον ἐροῦμεν, καὶ δείξομεν, αὐτὸν φάσκοντα ὅτιπερ ἀπόβλητοί εἰσιν αἱ τῶν ἁγίων Πατέρων περὶ δύο φύσεων ἡνωμένων ἐν Χριστῷ χρήσεις, κἂν αὐτοῦ Κυρίλλου ὑπάρχουσι, καὶ ὅτι πρὸς τοὺς καιροὺς, καὶ τὰς ἐναλλαγὰς τῶν αἱρέσεων δεῖ φησι παραλλάττειν, καὶ μεταφέρειν τὰ τοῦ Χριστοῦ δόγματα. Ὅθεν Ἀρειανῶν φησι λεγόντων μίαν φύσιν ἐν Χριστῷ, καλῶς ἐποίησαν οἱ Πατέρες εἰπόντες δύο φύσεις, καὶ συνγνώμην αὐτοῖς δίδωμι. Νεστορίου δὲ λέγοντος δύο φύσεις ἐν Χριστῷ, ἀπόβλητοι λοιπόν εἰσιν αἱ τῶν Πατέρων φωναὶ κἂν αὐτοῦ μακαρίου Κυρίλλου εἰσί, Μία γὰρ λοιπὸν φύσις ἐστὶν ὁ Χριστὸς, καὶ ἐστέρηται τῆς ἑτέρας. Τάχα γὰρ Νεστόριον ἰδοῦσα ἡ παναγία σὰρξ τοῦ Χριστοῦ ἡ καθ᾽ ὑπόστασιν ἡνωμένη αὐτῷ ἐχωρίσθη, καὶ ἔφυγεν ἐκ τοῦ Θεοῦ Λόγου, καὶ ἀνούσιος, καὶ ἀνυπόστατος, καὶ ἀφανὴς γέγονε, καὶ γυμνὸν λοιπὸν τὸν Θεὸν Λόγον κατέλιπε, κατὰ τὴν τοῦ Μάνεντος διδασκαλίαν. Ἐκεῖνος γὰρ τοῦτό φησιν ὅτι « Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, » τῆς σαρκὸς ἡνίκα ἀνελαμβάνετο εἰς οὐρανούς.

Ταῦτα νομοθετήσας ὁ Σεβῆρος, ὡς οἷα τῷ Ἀκύλᾳ, καὶ μαθητεύσας καὶ τῷ ἰδίῳ ἔθνει τῶν Ἀλεξανδρέων, ὡς τὴν λεγομένην παρ᾽ Ἑβραίοις δευτέρωσιν, τὴν περιέχουσαν τῆς ὀρθῆς τῶν ἑβδομήκοντα ἑρμηνευτῶν τὴν ἀναίρεσιν, καὶ τοῦ θείου νόμου κατάλυσιν· καθεσθεὶς οὖν ἐκτίθεται αὐτοῖς βίβλον τὴν λεγομένην φιλαλήθη, μᾶλλον δὲ φιλομυθῆ, ἐν ᾗ ὡς οἷα κριτὴν ζώντων, καὶ νεκρῶν ἑαυτὸν χειροτονήσας, πίνακα χρήσεων, καὶ Πατέρων συνέταξεν, οὓς μὲν θέλει δεξάμενος, οὓς δὲ πάλιν ἐκέλευεν ἐξεωσάμενος. Ἥντινα βίβλον οὕτω δὴ κατέχουσι κατά τε Αἴγυπτον καὶ Συρίαν οἴ τε Ἰακώβου, καὶ Σεβήρου καὶ Θεοδοσίου, καὶ Τιμοθέου, καὶ Διοσκόρου μαθηταὶ, καὶ τῆς Ἐκκλησίας ἐχθροὶ, ὑπὲρ αὐτὸ τὸ κατὰ Ἰωάννην θεῖον Εὐαγγέλιον. Καὶ καθάπερ, ὡς πρὸ βραχέως εἶπον, οἱ Ἰουδαῖοι παῖδες πάσας τὰς Μωσαϊκὰς καὶ προφητικὰς ἐκδόσεις ἀφέντες, τῇ ὑπὸ τοῦ Ἀκύλα παραδόσει, καὶ πλάνῃ στοιχοῦσιν, οὕτω δὴ καὶ οἱ Σεβήρου, καὶ Ἰακώβου μαθηταὶ πάσας τὰς Εὐαγγελικὰς, καὶ Γραφικὰς, καὶ Πατρικὰς χρήσεις αἱροῦνται μᾶλλον παραγράψασθαι καὶ διακρούσασθαι ἢ τὴν Σεβήρου ἐν τῇ τοιαύτῃ βίβλῳ νομοθεσίαν. Κἂν γὰρ αὐτοῖς Πέτρον ἢ Παῦλον παραγάγοις, καὶ Εὐστάθιον καὶ Γρηγόριον, κἂν Βασίλειον, κἂν Ἰωάννην, κἂν Ἀθανάσιον, καὶ αὐτὸν τὸν μακάριον Κύριλλον, κἂν ἄλλου οἱουδήποτε Πατρὸς χρῆσιν, ἢ σύνταγμα, οὐ πρότερον δέχονται τοῦτο, ἄχρις ἂν ἐν τῇ νομοθεσίᾳ Σεβήρου ἐπισκέψωσι (λέγω δὴ ἐν τῷ ὑπ᾽ αὐτοῦ συνταγέντι βιβλίῳ τῷ λεγομένῳ Φιλαλήθει), καὶ πρὸς τὴν αὐτοῦ κρίσιν καὶ ἐπιτροπὴν καὶ ἀπόφασιν ἢ δέχονται, ἢ ἀπωθοῦνται τὸν διδάσκαλον, καὶ τὴν τούτου φωνὴν διδάσκαλον τῶν διδασκάλων, καὶ κριτὴν τῶν θαυματουργῶν, καὶ ἐταστὴν, καὶ δοκιμαστὴν τῶν Θεοφόρων ἀνδρῶν αὐτὸν καταστήσαντες.

Ταῦτα ἡμεῖς οὐκ ἐξ ἀκοῆς γράφομεν, ἀλλ᾽ ἐκ πείρας πολλῆς τυγχάνοντες, καὶ ἐν Συρίᾳ, καὶ Αἰγύπτῳ, καὶ ἐν Ἀλεξανδρείᾳ, καὶ ἐν ἑτέροις τόποις· εἰδότες τοὺς τὴν μίαν φύσιν ἐν Χριστῷ δογματίζοντας, πᾶσαν Γραφικὴν, καὶ Πατρικὴν λέξιν, κατὰ τὴν νομοθεσίαν Σευήρου ἀνακρίνοντας, καὶ ἑρμηνεύοντας. Ἐνομοθέτησε γὰρ αὐτοῖς ἐν τῷ αὐτῷ βιβλίῳ τῷ καλουμένῳ, Φιλαλήθει, ὅτιπερ σ᾽ τριάκοντα χρήσεις τῶν ἁγίων Πατέρων διέτριψεν ἡ πίστις Χαλκηδόνος ἐν τῇ ἀπολογίᾳ, ᾗ ἐποιήσατο ὑπὲρ αὐτῆς Ἰωάννης ὁ Καισαρεὺς, ὅπερ καὶ προήγαγεν ἡμῖν ἐν Βαβυλῶνι Ἀθανάσιος ὁ νοτάριος. Ἐπεὶ οὖν πρὸς τὰς χρήσεις τῶν Πατέρων ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἐκώφευσαν τὸ οὖς τῆς ἑαυτῶν καρδίας, μηκέτι ἀκούοντες φωνῆς ἐπᾳδόντων, πάντως φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ ἡ τούτων παρεμβολὴ, καὶ παραταττόμενοι αὐτοῖς τῇ συνεργίᾳ, τοῦ ὑπ᾽ αὐτῶν ἀθετουμένου Χριστοῦ, δι᾽ ἑτέρου τρόπου, οὗ οὐκ ἐπίστανται, καὶ ἐπιπεσούμεθα τοῖς ἁλλοφύλοις τῆς ἀληθείας, δι᾽ ἄλλης ὁδοῦ εὐσεβείας, ἧς οὐκ ἐβάδισαν, οὐδὲ ἔγνωσαν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐβλασφήμησαν, μᾶλλον δὲ ἔγνωσαν, καὶ ἑκουσίως εἰς αὐτὸν ἠσέβησαν.

Ἰστέον δὲ πρὸ πάντων, καὶ μὴ ἀγνοητέον, ὅτιπερ ἅπαντες, οἱ μίαν οὐσίαν δογματίζοντες εἶναι τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ἐκ τοῦ Ἀριστοτέλους, καὶ τῶν ἄλλων Ἐλληνιῶν διδαχῶν παρέλαβον, λέγειν, τὴν φύσιν πρόσωπον εἶναι, καὶ τὸ πρόσωπον ὁμοίως φύσιν. Μερικὰς γὰρ οὐσίας λέγει ὁ Ἀριστοτέλης εἶναι τὰ πρόσωπα. Λοιπὸν τούτῳ τῷ ματαίῳ κανόνι στοιχῶν ὁ Ἄρειος, εἶπεν τρεῖς οὐσίας ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Τούτῳ τῷ ἀνόμῳ ὅρῳ καὶ Σευῆρος στοιχήσας, ἐκ δύο μερικῶν οὐσιῶν, καὶ ὑποστάσεων ἡμιτόμων, εἶπεν ἀποτελεῖσθαι μίαν φύσιν τὸν Χριστόν. Ὡσαύτως καὶ Εὐτυχὴς, καὶ Διόσκορος, Τιμόθεός τε, καὶ Γαϊανὸς, καὶ Ἰουλιανὸς, Ἰάκωβος, καὶ Πέτρος ὁ Γναφεὺς, καὶ Βαρσανούφιος, καὶ Θεοδόσιος τὸ δεκακέρατον τῆς πλάνης, οὐκ ἐκ Γραφικῶν, καὶ Εὐαγγελικῶν, ἀλλ᾽ ἐκ τῶν Ἀριστοτελικῶν κατηγοριῶν παρέλαβον τὸ λέγειν, τὴν φύσιν πρόσωπον καὶ οὐκ ἔστι φύσις ἀπρόσωπος.

Σχόλιον. Καὶ Σαβέλλιος ὁμοίως τὴν φύσιν λέγων ὑπόστασιν, μίαν ὑπόστασιν εἶπεν τῆς ἁγίας Τριάδος.

Πάντα δὲ ταῦτα ἠγωνίσαντο, καθυβρίσαι τὴν σύνοδον Χαλκηδόνος βουλόμενοι· ὡς ὁρίσασαν δύο φύσεις ἀδιαιρέτους τὸν ἕνα, καὶ μόνον Χριστὸν τὸν Θεὸν, ὅπως ὡς νομίζουσιν, ἐλέγξωσιν αὐτὴν δύο πρόσωπα λέγουσαν ἐν Χριστῷ, ὅπως τετραπρόσωπος εὑρεθῇ ἡ ἁγία Τριάς. Δύο μὲν ἔχουσα πρόσωπα Πατρὸς, καὶ ἁγίου Πνεύματος, καὶ ἕτερα δύο τὰ τοῦ Χριστοῦ. Ταῦτα μὲν οἱ αἱρετικοί. Ἀλλὰ μὴν καθαιρέσεως, καὶ ἐξορισμοῦ γενομένου τῆς Ἐλληνικῆς σοφίας ὑπὸ Χριστοῦ, τοῦ ἐν Παύλῳ λαλοῦντος, μηδαμῶς πιστοὶ κατεδεξάμεθα. κατὰ τὰ Ἐλληνικὰ, καὶ Ἀριστοτελικὰ διδάγματα, τὰ τοῦ Χριστοῦ κηρύττειν δόγματα. Μηδὲ μὴν ὡς Παῦλος ὁ Σαμοσατεὺς, ἀλλ᾽ ὡς Παῦλος ὁ Ταρσεὺς τὸν Χριστὸν καταγγέλλομεν· « Οὐκ ἐν σοφίᾳ Λόγου, ἵνα μὴ στενωθῇ ὁ σταυρὸς τοῦ αὐτοῦ Χριστοῦ, » τοῦ λέγοντος, « ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, ἐπειδὴ ἐμαράνθη ἡ σοφία τοῦ αἰῶνος τούτου· καὶ οὐκ ἔγνω ὁ κόσμος δι᾽ αὐτῆς σοφίας τὸν Θεόν. » Καὶ, εὐδόκησε διὰ τῆς ἰδιωτείας τῶν μαθητῶν σῶσαι τοὺς εἰς αὐτὸν εὐαγγελικῶς πιστεύοντας οὐκ ἐν πειθοῖς σοφίας λόγοις· ὅτι ἡ σοφία τοῦ κόσμου μωρία παρὰ τῷ Θεῷ ἐστι, καὶ αὐτὴ, καὶ οἱ στοιχοῦντες αὐτῇ.

Οὐκοῦν ἡνίκα ἡμῖν τῆς ἀγέλης τοῦ προηρημένου δεκακεράτου προσπελάσει τις, τοὺς περὶ Χριστοῦ διαγυμνάζων λόγους, μὴ πρότερον αὐτῷ τὴν οἵαν οὖν ἀπολογίαν ποιήσωμεν, ἄχρις ἂν διερωτήσωμεν τὸ, τί νοεῖ, καὶ πῶς ἑρμηνεύει τὴν φύσιν, καὶ, τί ἐστι φύσις, καὶ τί ὑπάρχει ὑπόστασις, καὶ, τί ἐστιν οὐσία, καὶ τί ὁρίζει τὸ πρόσωπον, καὶ κατὰ ποῖον κανόνα νοεῖ τὸ γένος; Κἂν σοι τοὺς Ἀριστοτελικοὺς, καὶ Ὁμηρικοὺς ὅρους, καὶ νόμους προενέγκῃ λέγων, πρόσωπον εἶναι τὴν φύσιν, ἀπόστηθι λοιπὸν αὐτοῦ, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ καὶ τοῦ διαβόλου κατώτερον. Οὔτε γὰρ ὁ διάβολος τολμήσει προτιμῆσαι τὴν Ἐλληνισοφίαν ὑπὲρ τὴν Μωσαϊκὴν, καὶ προφητικὴν, Εὐαγγελικὴν, καὶ ἀποστολικὴν παράδοσιν. Οὐκοῦν ὅσοι τοῦ Πνεύματος τοῦ ἁγίου ἐρασταὶ, μετὰ τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, κατὰ τὴν παράδοσιν τῆς Παλαιᾶς, καὶ Καινῆς Διαθήκης πάντα τὰ τοῦ Χριστοῦ κηρύξωμεν δόγματα, κατὰ Μωσέα, καὶ τοὺς προφήτας, καὶ τὸ Εὐαγγέλιον ἑρμηνεύσωμεν τὴν οὐσίαν, τὸ γένος, τὴν φύσιν, τὴν ὑπόστασιν, τὸ πρόσωπον, ὅπου οὐδεὶς δύναται ἀντειπεῖν· Πρῶτον μὲν, ὅτι κυρία, καὶ δέσποινα πάντων τῶν ἄλλων ἐκκλησιαστικῶν Γραφῶν, καὶ Πατέρων τυγχάνει. Δεύτερον δὲ, ὅτι καὶ ἀνόθευτος, καὶ ἀναντίῤῥητος ὑπάρχει πᾶσα νομικὴ, καὶ ἀποστολικὴ φωνή. Τρίτον δὲ λοιπὸν, τούτου χάριν ἐκ Παλαιᾶς καὶ Καινῆς Διαθήκης ἀναγκαῖον ὑποδεῖξαι τὰ περὶ φύσεως, καὶ ὑποστάσεως, καὶ προσώπου, καὶ γένους, καὶ οὐσίας, ἐπειδὴ τὴν ἐκβολὴν, καὶ οἰονεὶ καθαίρεσιν τῶν ἁγίων Πατέρων Σευῆρος πεποίηται, καθὰ εὐθέως ἀποδείξομεν ἐξ ὧν πρὸς Νηφάλιον, καὶ ἑτέρους τινὰς οὕτως ἐπήγγειλε λέγων· « Εἰ δὲ καὶ ἐροῦσιν οἱ δι᾽ ἐναντίας, τοῦτ᾽ ἔστιν, οἱ Χαλκηδόνος, ὅτι καὶ ἡμεῖς προσοίσομέν σοι φωνὰς Πατέρων, ἐν αἷς προφανῶς λέγουσι δύο φύσεις ἐπὶ Χριστοῦ. Ἐγὼ οὕτως πρᾴως, καὶ ἀφιλονείκως ἀπολογήσομαι. Δῶμεν κατὰ συγχώρησιν τὸ, λέγειν ἐπὶ Χριστοῦ δύο φύσεις, ὑπὸ μηδενὸς τῶν πάλαι Πατέρων ἀποδοκιμασθέν· ἀλλὰ πάντας, τοῦτ᾽ ἔστι τοὺς ἁγίους Πατέρας ὀρθῶς, καὶ ἀδιαβλήτως χρήσασθαι τῇ τοιαύτῃ φωνῇ. » Τί οὖν φησι πρὸς τοῦτο, λέγω, ὁ Σευῆρος; « Πολλαὶ τῶν ἀδιαβλήτως λεγομένων λέξεων παλαιοῖς Πατράσι μετὰ Νεστόριον, οὐκ ἀσφαλεῖς ἐνομίσθησαν. »

· Contents ·