Library › St Anastasius of Sinai › Guide (Hodegos)
Guide (Hodegos)
St Anastasius of Sinai, Greek, PG 89, 1860
Proof That Severus Rejected the Holy Fathers and Declared Their Testimonies Invalid
ΚΕΦΑΛ. Ζ΄. Ἀπόδειξις, ὅτι ἀπεβάλλετο ὁ δυσσεβὴς Σευῆρος τοὺς ἁγίους Πατέρας.
Καὶ μετὰ βραχέα πάλιν ὁ αὐτός φησι· « Καὶ μή μοι πάλιν εἴπης, ὡς τῇ λέξει τῶν δύο φύσεών τινες τῶν Πατέρων ἐχρήσαντο. Ἐχρήσαντο γὰρ καθ᾽ ἡμᾶς, εἰ καὶ τοῦτο τῷ λόγῳ συγχωρήσομεν. Ἀλλὰ κατὰ τὸν χρόνον τοῦ μακαρίου Κυρίλλου, τῆς νόσου, τῆς Νεστορίου κενοφωνίας, τὰς Ἐκκλησίας ἐπινεμουμένης, ἐπὶ πλέον ἡ λέξις ἀπεδοκιμάσθη. Καὶ γὰρ πρὸς τὰς νόσους τὰ φάρμακα, οὐ δύνανται δὲ αἱ τῶν ἄλλων Πατέρων φωναὶ, εἰ καὶ εὑρεθεῖεν, ὡς ἐν ὑποθέσει δὲ πάλιν λέγω, κατὰ τοῦ ἁγίου Κυρίλλου προφέρεσθαι πρὸς τὴν ἐνσκήψασαν νόσον τὴν θεραπείαν ἐπινοήσαντος. Τὸ πλέον λέγω, κἂν αὐτοῦ Κυρίλλου εἶεν αἱ φωναὶ ὑπ᾽ αὐτοῦ λεχθεῖσαι. » Ταῦτα Σευῆρος ἐξέθετο.
Ἐμοὶ δὲ τίς ἐδίδου κροτῆσαι τὸν ῥήτορα τοῦτον, ἐφ᾽ οἷς τὴν Ἐκκλησίαν ἐπὶ τούτοις, καὶ τὴν σύνοδον Χαλκηδόνος ἄκων εὐηργέτησεν, ὥσπερ οἱ Χριστὸν ξύλῳ προσηλώσαντες; Αὐτὸ γὰρ τὸ ὁμολογεῖν αὐτὸν εἰρηκότας τοὺς ἁγίους Πατέρας ἀδιαβλήτως ἐν Χριστῷ δύο φύσεις μυρίων ταλάντων οὐκ ὠνούμεθα, ἢ ηὑρίσκομεν τοιοῦτον συνήγορον κατὰ τῶν μίαν φύσιν ἐν Χριστῷ ὁμολογούντων. Δεύτερον ἕτερον ἡμῖν συνεστήσατο κέρδος, ὅτι καὶ αὐτὸν τὸν μακάριον Κύριλλον μαρτυρεῖ τὰς δύο ἐν Χριστῷ δογματίσαντα φύσεις. Εἰ γὰρ μὴ τοῦτο ἠπίστατο, οὐκ ἂν ἔλεγεν, ὅτι « κἂν αὐτοῦ Κυρίλλου εἶεν αἱ φωναὶ ὑπ᾽ αὐτοῦ λεχθεῖσαι. »
Τρίτον ἡμῖν κέρδος προξενεῖ, ὁ πολὺς οὗτος ῥήτωρ φάσκων, ὅτι πρὸς τὰς νόσους, καὶ πρὸς τὰς ἀνακυπτούσας αἱρέσεις δεῖ καὶ τὰ φάρμακα, καὶ τὰ δόγματα παρασκευάζειν, καὶ μεταλλάττεσθαι· « Καὶ γὰρ οἱ μακάριοι Πατέρες, φησὶ, πρὸς τὴν Ἀρείου παραταττόμενοι αἵρεσιν μίαν φύσιν λέγουσαν ἐν Χριστῷ, ἀνατρέποντες ταύτην τὰς δύο σαφῶς ἐπ᾽ αὐτοῦ ὡμολόγησαν φύσεις. » Ὄντως, ὡς γλυκεῖα τῷ λάρυγγι μου τὰ λόγια ὑπὲρ μέλι τῷ στόματί μου. Ὁρῶ γὰρ, ὅτι ἐν τοῖς λόγοις τῶν χειλέων αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Εἰ γὰρ δι᾽ αὐτὴν νόσον Ἀρείου τὴν κηρύττουσαν, μίαν φύσιν ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν, οἱ ἅγιοι πατέρες ἀνατρέποντες ὡς δυσσεβὲς τὸ τοιοῦτον δόγμα δύο ἐκήρυξαν φύσεις· πολλῷ πλέον νῦν δι᾽ Εὐτυχέα, καὶ Διόσκορον, καὶ Πέτρον, καὶ Τιμόθεον, καὶ Θεοδόσιον, καὶ Ἰουλιανὸν, καὶ Γαϊανὸν, καὶ Βαρσανούφιον, καὶ Ἰάκωβον, καὶ τὸν σεμνὸν, καὶ ἔξαρχον τῆς δεκακεράτου ταύτης ὀρχήστρας Σευῆρον καὶ τοὺς λοιποὺς αἱρεσιάρχας, τοὺς μίαν φύσιν ἀνθρωπικῶς ἐν Χριστῷ δογματίζοντας, εὔλογον, καὶ εὔκαιρον, καὶ ἁρμόδιον κηρύττειν ἀδιαιρέτως καθ᾽ ὑπόστασιν ἡνωμένας ἐν ἑνὶ προσώπῳ Χριστοῦ τὰς δύο φύσεις.
Γέλως δὲ ὄντως πλατὺς πῶς λέληθεν ὁ ῥήτωρ, δι᾽ ὧν εἴρηκεν ἀπαλλάξας παντὸς ἐγκλήματος τὴν Χαλκηδόνος σύνοδον· « Πρὸς γὰρ τὰς νόσους, καὶ τὰς ἀνακυπτούσας αἱρέσεις, δεῖ κατασκευάζειν καὶ τὰ φάρμακά φησιν. » Καὶ πῶς, ὦ σοφώτατε, οὐ ταύτην τὴν ψῆφον φυλάττεις, καὶ ἐπὶ τῷ ἐν Χαλκηδόνι συνεδρευσάντων, ἀλλὰ πικρὸς κατήγορος ὑπάρχεις; Τῆς γὰρ νόσου τοῦ Εὐτυχοῦς ἀνακυψάσης, φαντασίαν λέγοντος τὴν σάρκωσιν τοῦ Χριστοῦ, καὶ οὐρανόθεν κατελθὸν τὸ σῶμα αὐτοῦ, καὶ ὡς ἐν σκιᾷ, καὶ δοκήσει ὀφθὲν ἐπὶ τῆς γῆς, καὶ ἑτεροούσιον ἡμῶν, μᾶλλον δὲ καὶ ἀνούσιον ὑπάρχον· ποῖον φάρμακον ἦν ἀναιρετικὸν τῆς τοιαύτης νόσου; ἀλλ᾽ ἢ τὸ εἰπεῖν οὐσίαν καθυπόστασιν ἡνωμένην τῷ Θεῷ λόγῳ τὴν παναγίαν αὐτοῦ ψυχὴν, καὶ τὴν σάρκα, καὶ ὁμολογεῖν αὐτὸν τέλειον, ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, ἐν ἑκατέρᾳ φύσει.
Ἔκστασις δέ με περιέχει, πῶς οὕτως ἀπερυθριασμένῳ προσώπῳ, καὶ γλώττῃ ἀναισχύντῳ οὐκ ἔφριξεν ὅλον τὸ πλῆθος τῶν ἁγίων Πατέρων καταδικάσας ὁ Σευῆρος; καὶ μηδ᾽ αὐτοῦ τοῦ ἁγίου Κυρίλλου φεισάμενος· ἀλλὰ φάσκων, ὅτι « Μετὰ τὸν καιρὸν Νεστορίου, οὐκ ἀσφαλεῖς ἐκρίθησαν, ἀλλ᾽ ἐσφαλμέναι πάντως αἱ τῶν ἀρχαίων Πατέρων φωναὶ, » αἱ λέγουσαι δύο φύσεις ἐπὶ Χριστοῦ. Διὸ καὶ ἀπόφασιν, καὶ ψῆφον ὁ ὄντως δυσσεβὴς ἐκτίθεται, κατὰ τῶν ἀρχαίων Πατέρων φάσκων, ἀργὰς, καὶ ἐσφαλμένας εἶναι τὰς τούτων διδαχὰς, κἂν « αὐτοῦ Κυρίλλου εἰσὶν αἱ τοιαῦται φωναί. » Ὁ μὲν οὖν Χριστὸς διὰ Παύλου φησὶν, ὅτι τέθεικεν ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. Ὁ δὲ Ἀντίχριστος καθαιρεῖ, καὶ ἐκβάλλει, οὓς ὁ Θεὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ Πατέρας, καὶ ποιμένας, ὥσπερ τις διδάσκαλος τῶν διδασκάλων ὢν ὁ ῥήτωρ, Σευῆρος λέγων, ὅτι οὐκ ἔτι ἀσφαλεῖς εἰσιν αἱ τῶν ἁγίων Πατέρων φωναί.
Λοιπὸν σιγησάτω ὁ ἀποστολικὸς Διονύσιος. Παυσάσθω Εἰρηναῖος ὁ τῶν αἱρέσεων πέλυξ. Μὴ λαλείτω Κλήμης τὸ τοῦ Χριστοῦ κλῆμα. Ἤργησεν Αὐγουστῖνος, ὁ τῷ οἰκείῳ αἵματι τοῦ μαρτυρίου ἐγγράφως γράψας Χριστοῦ τὰς φύσεις. Οὐδενὸς γὰρ ἐφείσατο οὗτος ὁ πολύσοφος τῶν διδασκάλων ἀντίδικος. Οὐκ ἠσχύνθη τὴν ἄθλησιν Εὐσταθίου. Οὐκ ἠδέσθη τὸν θαυματοποιὸν Γρηγόριον. Οὐκ ἔφριξε τοὺς Ἀθανασίου ἀγῶνας. Οὐ Βασιλείου τὴν πολιτείαν διετράπη, ἣν καὶ δαίμονες ἔφριξαν. Οὐ Γρηγορίους ἐτίμησεν, οὓς ἠσχύνθησαν Ἕλληνες. Οὐκ Ἐπιφανίῳ τιμὴν ἀπένειμεν, ἐξ οὗ ἐπτοήθησαν πνεύματα. Οὐκ Ἰωάννην ηὐλαβήθη, ὃν καὶ βασιλεῖς ἔφριξαν. Οὐκ Ἀμφιλοχίου, οὐκ Ἀμβροσίου, οὐκ Ἐφραὶμ τοῦ παναρέτου, οὐ Πρόκλου, οὐκ αὐτοῦ Κυρίλλου τῆς σφραγίδος τῶν Πατέρων ἐφείσατο, οὐδ᾽ ἄλλου τινὸς Πατρὸς, ὦν ὧν καὶ ὧν οὐκ ἐμνήσθημεν. Ἀλλὰ τὴν πάντων ἐκβολὴν ἐποιήσατο φάσκων, ὅτι « Ἕως μὲν τοῦ καιροῦ Νεστορίου ἐν δύο φύσεσι ὁ Χριστὸς ἐγνωρίζετο, κατὰ τὰς τῶν ἁγίων Πατέρων φωνάς· μετὰ δὲ Νεστόριον μία φύσις γέγονεν ὁ Χριστός. » Καὶ βλάσφημοί εἰσιν αἱ τῶν ἀρχαίων Πατέρων φωναὶ αἱ τὸ πρὶν δύο φύσεις εἰποῦσαι Χριστόν. Σεληνιακῇ τάξει, καὶ ψήφῳ ὁ τεληνιαζόμενος Σευῆρος ὑποβάλλων τὸν Χριστὸν, ποτὲ μὲν αὐτὸν λειψοφωτοῦντα, ποτὲ δὲ πάλιν πληροσέληνον ὄντα φανταζόμενος, καὶ νῦν μὲν διφυῆ, νῦν δὲ μονοφυῆ γινόμενον, καὶ ἀλλοιούμενον κατὰ τὴν τῶν λαγωῶν τάξιν, ἵνα τι καὶ βλάσφημον εἴπω, ἢ κατὰ τὴν τῶν ἐγκυμονουσῶν γυναικῶν, νῦν μὲν δύο ψυχὰς ἐχούσας, νῦν δὲ πάλιν μετὰ τὸν τόκον ἐν μιᾷ ψυχῇ γνωριζομένων.
Εὔλογον δὲ οἶμαι καὶ ἐν τούτῳ τὸ κακοῦργον, καὶ ψευδὲς διελέγξαι τοῦ ἐξάρχου Σευήρου τῆς δεκακεράτου ὀρχήστρας, καὶ δεῖξαι, ὅτιπερ πρὸ Νεστορίου γεγόνασι οἱ τῆς διαιρέσεως ἀρχηγοὶ, καὶ αἱρεσιάρχαι, οἱ εἰς δύο μερίζοντες τὸν Χριστὸν, καὶ ψιλὸν ἄνθρωπον αὐτὸν λέγοντες, ὧν ῥίζα μὲν, καὶ κεφαλὴ τυγχάνει ὁ Ἀρτέμων· ὡς ἔξεστι γνῶναι ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου πρὸ τῆς ἁγίας τῆς ἐν Νικαίᾳ γενομένης. Εἶτα μετὰ τὸν Ἀρτέμωνα, Παῦλος ὁ Σαμοσατεὺς, καὶ Διόδωρος δὲ, καὶ Θεόδωρος ὁ Ἀντιοχεὺς, γεγόνασι κατὰ τοὺς χρόνους τῶν Ἀρειανῶν, σύγχρονοι τῶν μακαρίων Γρηγορίων καὶ Ἀθανασίου, καὶ Βασιλείου τυγχάνοντες, καὶ τὸν Χριστὸν κακῶς εἰς δύο μερίζοντες· ἐξ ὧν τὰ μυρία δόγματα τῆς διαιρέσεως ἤντλησε Νεστόριος, καθὰ μαρτυρεῖ καὶ ὁ ἅγιος Πρόκλος, καὶ ὁ μακάριος Κύριλλος.
Σχόλιον. Ἐν τῇ ἁγίᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ τὸ πρότερον εὑρήσει ὁ φιλομαθὴς, ὅτι παρέστησεν ἡ σύνοδος σύμφωνα τὰ δόγματα Νεστορίου, καὶ τὰ τοῦ Σαμοσατέως Παύλου, πρὸ ρξ᾽ ἐτῶν γενομένου, καὶ διαιροῦντος τὸν Χριστὸν κακῶς.
Λεγέτω μοι λοιπὸν ὁ φιλόσοφος Σευῆρος πῶς οἱ μακάριοι Πατέρες σύγχρονοι Θεοδώρου καὶ Διοδώρου ὄντες τῶν αἱρεσιαρχῶν δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ Θεοῦ εἰρήκασιν. Καὶ γὰρ ὁ Σαμωσατεὺς, καὶ οἱ περὶ Θεόδωρον, καὶ Διόδωρον, δύο πρόσωπα, καὶ ὑποστάσεις, καὶ ψιλὸν ἄνθρωπον πρὸ Νεστορίου τὸν Χριστὸν ἐβλασφήμησαν. Ὥστε οὐ πρὸς τοὺς καιροὺς σεληνιακῶς τὰ περὶ τοῦ Χριστοῦ οἱ Πατέρες ἐδογμάτισαν, ἵνα μὴ δίκην χαμαιλέοντος διαφόρους ἰδέας, καὶ μορφὰς, καὶ σχήματα, αὐτὸν ἀνταλλάττοντα φανταστικῶς εἴπωσιν. Ἤκουσαν γὰρ αὐτοῦ λέγοντος· « Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. » Ἀλλ᾽ ὁ σεμνὸς οὗτος δέκαρχος Σευῆρος ταῦτα οὐ συνῆκεν· διό φησιν· ὅτι « Κατὰ τὸν καιρὸν Νεστορίου αἱ τῶν ἁγίων ἀρχαίων Πατέρων φωναὶ ἀπεδοκιμάσθησαν, καὶ ἀπεβλήθησαν. » Τίνος ταύτας ἀποδοκιμάσαντος, καὶ παραλογισαμένου, εἶπέ μοι, ὦ σοφώτατε; Οὔτε γάρ τι τοιοῦτον ὁ θεῖος Κύριλλος ἔφησεν. Ἀλλὰ καὶ Πατέρας ἑαυτοῦ τούτους ἀναγορεύει, καὶ ταῖς αὐτῶν διδασκαλίαις ἀκολουθεῖν ὁμολογεῖ, καὶ ἐν αὐτῇ τῇ ἁγίᾳ συνόδῳ τῇ κατὰ Νεστορίου χρήσεις Πατέρων παρήγαγε, δύο φύσεις ἐν ἐνὶ προσώπῳ τὸν Χριστὸν κηρυττούσας. Ἐξ ὧν ἐστι καὶ ἡ τοῦ μεγάλου Ἀμβροσίου ἡ λέγουσα, ὅτι ἑκατέρα φύσις ἐστὶν ἐν Χριστῷ. Οὐ μόνον δὲ, ἀλλὰ μεγάλως ἐπαινεῖ Πρόκλον τὸν σύγχρονον αὐτοῦ. Λέγει γὰρ ἐν τῇ ἑρμηνείᾳ τοῦ συμβόλου οὕτως· Ταῦτα φρονεῖ μεθ᾽ ἡμῶν ὁ φιλόχριστος τῶν ἁγίων Πατέρων χορός. Καὶ αὐτὸς δὲ ὁ νυνὶ τὸν τῆς ἁγίας Κωνσταντινουπολιτῶν κοσμήσας θρόνον, ὁσιώτατος, καὶ θεοσεβέστατος ἀδελφὸς συνεπίσκοπος Πρόκλος. Ταῦτα μὲν ὁ θεῖος Κύριλλός φησιν.
Ἐγὼ δὲ πρὸς αὐτὸν ὑπὲρ Σευήρου βοήσας ἐρῶ· Τί ποιεῖς, ὦ μακάριε Κύριλλε, ἐπαινῶν Πρόκλον μετὰ τὸν καιρὸν Νεστορίου λέγοντα περὶ Χριστοῦ, ὡς « Ἐκεῖνος ἀφθάρτως ἐγενήθη, ὁ καὶ θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσελθών· οὗτος συζυγίαν τῶν φύσεων ὁ Θωμᾶς ἑωρακὼς ἐκέκραγε λέγων· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. » Καὶ πάλιν ὁ αὐτὸς, εἰς Τὸ παιδίον ἐγεννήθη ἡμῖν, οὕτω φησίν· « Καὶ τὰς φύσεις τῷ λόγῳ δίελε, καὶ τὴν ἕνωσιν τοῦ μυστηρίου θεολόγησον. » Τοῦ αὐτοῦ Πρόκλου· « Καὶ ἔστιν εἶς Υἱὸς, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης. » Ταῦτα Πρόκλου κατὰ τὸν καιρὸν τοῦ Νεστορίου διδάσκοντος ὁ θεῖος Κύριλλος, σύμφρονα, καὶ ἁγιώτατον αὐτὸν, καὶ ὅσιον εἶναι ὁμολογεῖ, καὶ ἐπαινεῖ δύο φύσεις προφανῶς ἐπὶ Χριστοῦ λέγοντα.
Λοιπὸν παρακαλούμενος ὁ νομοθέτης Σευῆρος δείξει ἡμῖν, τίς ὁ ἀποδοκιμάσας τὰς τῶν ἁγίων Πατέρων περὶ δύο φύσεων φωνὰς, καὶ τίς τῶν Πατέρων ἐδίδαξεν αὐτὸν λέγειν, ὅτι πρὸς τὰς νόσους, καὶ τὰς ἀνακυπτούσας τῶν αἱρέσεων δεῖ παραλλάττειν καὶ τὰ τοῦ Χριστοῦ δόγματα, καὶ νῦν μὲν αὐτοφυῆ, νῦν δὲ μονοφυῆ; Εἶτα ἄλλης αἱρέσεως ὀφθείσης, φθαρτὸν τὸν Χριστὸν χρὴ λέγειν· εἶτα πάλιν ἄφθαρτον, εἶτα μονοπρόσωπον, εἶτα διπρόσωπον, εἶτα μονογενῆ, εἶτα διγενῆ· καὶ οὕτως, ἕως τῆς συντελείας τοῦ αἰῶνος, φέρειν, καὶ μεταφέρειν τὸν Χριστὸν, ὥσπερ τινὰ σφαῖραν ὑπὸ παίδων σφαιριζομένην, καὶ ῥαπιζομένην.
Καὶ οὐκ αἰσχύνεται ὁ ῥήτωρ οὗτος ταῦτα νομοθετῶν, ἀλλὰ καὶ λογισμοὺς, καὶ ὑποδείγματα ἐκτίθεται ἐν τοῖς ἑξῆς τοῦ αὐτοῦ λόγου φάσκων οὕτως· « Οὐδὲ γὰρ εἴ τις ἄριστος ἰατρὸς, φησὶν, λοιμώδους ἀσθενείας καταλαβούσης πόλιν τινὰ, τὴν τοῦ ὕδατος πόσιν μὴ ἀπαγορεύσειεν δύναταί τις παρελθὼν εἰς μέσον λέγειν αὐτῷ· Καὶ μὴν οἱ τῶν πατέρων ἡμῶν ἰατροὶ τὸ ὕδωρ πίνειν ἐπέτρεπον. » Ὃ δὲ λέγει ἐνταῦθα ὁ Σευῆρος τοιοῦτόν ἐστιν· ὡς τῆς νόσου Νεστορίου καταλαβούσης, ἐγὼ ὁ ἄριστος, καὶ μόνος σοφὸς ἰατρὸς ἐπιτρέπω μηκέτι πίνειν ὑμᾶς τὸ ὕδωρ τῆς ζωῆς τῆς τῶν πατέρων διδασκαλίας τῆς λεγούσης ἐν Χριστῷ τὰς δύο φύσεις· κἂν οἱ τῶν ἁγίων Πατέρων ἰατροὶ, ἐπιτρέπωσιν ἡμῖν τῷ τοιούτῳ ζωοποιῷ χρήσασθαι ὕδατι. Πρὸς ὃν, ὡσανεὶ παρόντα εἶποιμι ἄν· Καὶ μὴν, ὦ ἄνθρωπε, ὁ μακάριος Κύριλλος ἀπεδέξατο τοὺς ἁγίους Πατέρας, τοὺς δύο εἰρηκότας ἐν Χριστῷ φύσεις, ὡς πρὸ βραχέως ἀπέδειξα· καὶ μάλιστα Παῦλον τὸν Ἐμέσης ἐλθόντα ἐν Ἀλεξανδρείᾳ, ἐκ προσώπου πασῶν τῶν Ἀνατολικῶν Ἐκκλησιῶν, καὶ ἐπισκόπων. Ὅθεν καὶ ἐπ᾽ ἄμβωνος ἀνελθόντος ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ κηρύξαντος ἐπὶ Χριστοῦ δύο ἡνωμένας φύσεις ἐν μιᾷ ὑποστάσει, ὑπερηυφράνθη ὁ μακάριος Κύριλλος, καὶ φησίν· « Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ἰδοὺ ἠντλήσαμεν ὕδωρ ζωῆς, ἐξ ἁγίας πηγῆς τοῦ ὁσίου Πατρὸς Παύλου, ὃς διεσάφησεν ἡμῖν τὸ μέγα τῆς ἀληθείας μυστήριον. » Ἰδοὺ ὕδωρ ζωῆς ὀνομάζει ὁ θεῖος Κύριλλος τὴν τῶν δύο φύσεων φωνὴν, ἐξ οὗ ἡμᾶς κωλύει πίνειν ὁ σοφιστὴς ἰατρὸς Σευῆρος.
Σχόλιον. Εὑρήσεις τὰ ἀκόλουθα τῆς χρήσεως Σευήρου, καὶ τὴν ἀνατροπὴν αὐτὴν εἰς τὸ κεφάλαιον τοῦ τετραδίου, ὅπου ὁ ἀστερίσκος.
Ταῦτά μου εἰρηκότος, παρελθὼν εἰς μέσον ὁ Σευῆρός φησιν· « Ἀλλὰ διὰ τοῦτο σὺν τοῖς λοιποῖς Πατράσι, καὶ τὰς Κυρίλλου ἀπέῤῥιψα διδαχὰς, εἰπὼν ἀπροσδέκτους ταύτας εἶναι μετὰ Νεστόριον, κᾶν αὐτοῦ Κυρίλλου τυγχάνωσι φωναὶ, ὑπ᾽ αὐτοῦ τοῦ στόματος εἰρημέναι. » Καὶ ποίῳ λοιπὸν προσώπῳ, ἢ παρρησίᾳ δύναται κεχρῆσθαι ὡς νομίζει καθ᾽ ἡμῶν ταῖς τοῦ ἁγίου Κυρίλλου φωναῖς, προφέρων ἡμῖν ἄνω, καὶ κάτω, καὶ κάτω, καὶ ἄνω τὴν ὑπ᾽ αὐτοῦ εἰρημένην χρῆσιν, « τῆς μιᾶς τοῦ Θεοῦ Λόγου φύσεως σεσαρκωμένης; » « Ἀλλ᾽ οὐ ταύτην τὴν φωνὴν, φησὶν ὁ Σευῆρος, ἀπεβαλόμην· ἀλλὰ τὰς ἄλλας τὰς λεγούσας δύο φύσεις ἐπὶ Χριστοῦ. Καλῶς ἐμαθήτευσε τοῖς Ἰουδαίων, καὶ Ἐλλήνων, καὶ Ἀράβων διδασκάλοις ὁ Σευῆρος, ἐκ μέρους τὰς Γραφὰς δεχόμενος, μέρος δὲ τούτων ἀποβαλλόμενος, καθὰ ποιοῦσι καὶ οἱ Μανιχαίων παῖδες.
Πλὴν εἰ κατὰ τὰς νόσους τῶν γινομένων αἱρέσεων δεῖ παραλλάττειν τὰ δόγματα τοῦ Χριστοῦ, καὶ τῆς ἀληθείας, καὶ ἀπόβλητος γέγονε διὰ Νεστόριον ἡ φωνὴ, ἡ φάσκουσα, μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην· διὰ τὰς δέκα αἱρέσεις τοῦ δεκακεράτου τοῦ προειρημένου, σύγχυσιν, καὶ φαντασίαν, καὶ ἄρνησιν τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κηρύττοντος.
Λοιπὸν τί πάθω ἢ τί πράξω, οἴμοι οὐ γινώσκω· « Διὰ γὰρ τὴν Νεστορίου νόσον, φησὶν, ἀπεδοκιμάσθησαν, καὶ ἀπόβλητοι γέγοναν αἱ δύο φύσεις Χριστοῦ. » Πάλιν τε, δι᾽ Εὐτυχέα, καὶ Διόσκορον, καὶ Θεοδόσιον ἀποδοκιμασθήσεται ἡ φωνὴ ἡ μίαν φύσιν φάσκουσα τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος αὐτοῦ· καὶ ἔσται λοιπὸν κενὸν τὸ κήρυγμα, καὶ ματαία ἡ πίστις, καὶ οἰχήσεται ἡ εὐσέβεια, γενομένη πανταπώλεια.
Ἐπεὶ οὖν νέος νῦν τις λέγων, ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, ἀντίχριστος ἀνεδείχθη ὁ Σευῆρος, καὶ καθαίρεσιν ἐποιήσατο τῶν ἁγίων Πατέρων, φέρε, ἐκ προφητικῆς, καὶ Εὐαγγελικῆς Γραφῆς τὸ δεκακέρατον αὐτοῦ συντρίψωμεν· παριστῶντες ὅτι ἕτερόν τί ἐστι φύσις καὶ ἕτερον, τὸ πρόσωπον.