Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Anastasius of Sinai › Guide (Hodegos)

Guide (Hodegos)

St Anastasius of Sinai, Greek, PG 89, 1860

Proof from the Old and New Testaments That Nature and Person Are Not the Same

ΚΕΦΑΛ. Η΄. Ἀπόδειξις ἐκ Παλαιᾶς, καὶ Καινῆς Διαθήκης, ὅτι οὐ ταὐτὸν φύσις, καὶ πρόσωπον.

Προκαθημένου τοῦ βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου, ἐν τῇ ἁγίᾳ καθολικῇ, καὶ ἀποστολικῇ ὀρθοδόξῳ ἡμῶν Ἐκκλησίᾳ, καὶ παρεστώτων αὐτῷ τῶν ἀνωτάτων πασῶν ἀγγελικῶν Δυνάμεων συμπαρόντων τε τῶν ἐξ αἰῶνος ἁγίων πατριαρχῶν, καὶ προφητῶν, καὶ εὐαγγελιστῶν καὶ ἀποστόλων, μετὰ χεῖρας τὰς ἱερὰς, καὶ θείας τῆς Παλαιᾶς, καὶ Καινῆς Διαθήκης δέλτους ἐπιφερομένων, πρῶτος ὡς πρῶτος τὸ πρῶτον τοῦ νόμου βιβλίον Μωσῆς εἰς μέσον παρελθὼν, καὶ ἀναπτύξας, τὴν ἁγίαν Ἐκκλησίαν, οὐκ Ἀριστοτελικῶς, ἀλλὰ θεολογικῶς, τὰ περὶ γένους, ἤγουν φύσεως ἐκδιδάσκει λέγων· « Καὶ εἶπεν ὁ Θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ᾽ ὁμοιότητα. » Καὶ πάλιν μετὰ βραχέα· « Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα, κατὰ γένη αὐτῶν. Καὶ πᾶν πετεινὸν πτερωτὸν, κατὰ γένος. » Καὶ αὖθις· « Καὶ εἶπεν ὁ Θεὸς, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, ἑρπετὰ, καὶ θηρία τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Καὶ τὰ κτήνη κατὰ γένος, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. »

Ἰδοὺ δεσποτικαὶ καὶ θεῖαι φωναὶ, τὰς διαφόρους τῶν πραγμάτων ὑπάρξεις, τῶν τε ἐμψύχων, τῶν τε ἀψύχων, τῶν τε πτηνῶν, τῶν τε νηκτῶν, τῶν τε ἑρπετῶν διάφορα γένη, ἤτοι φύσεις προσηγόρευσε θεολογικῶς. Ἀλλ᾽ οὐ διάφορα πρόσωπα Ἀριστοτελικῶς, καὶ Ὁμηρικῶς· ὡσανεὶ διδάσκων ἡμᾶς ὁ τῶν ὅλων δημιουργὸς, ὅτι ἄλλο γένος, ἤτοι φύσεις τῶν ἑρπετῶν, καὶ ἄλλο γένος, καὶ φύσις τῶν θηρίων, καὶ ἄλλο γένος ἤτοι φύσις ἀνθρώπων, καὶ ἕτερον γένος, ἤτοι φύσις δαιμόνων. Καθά φησιν ὁ Χριστὸς περὶ αὐτῶν, ὅτι « Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ, καὶ νηστείᾳ. » Ὅθεν καὶ ὁ Παῦλος τὸ ὁμοούσιον ἡμῶν, καὶ Χριστοῦ τὸ κατὰ σάρκα διδάσκων τοὺς Ἀθηνῶν φιλοσόφους φησίν· « Τοῦ γὰρ καὶ γένος ἐσμέν. » Ἀλλ᾽ ἴσως καὶ πρὸς Μωσέα, καὶ Παῦλον ἀνανεύει Σευῆρος, μὴ καταδεχόμενος, γένος λέγειν τὴν φύσιν. Οὐκοῦν δυσωπεῖ αὐτὸν δι᾽ ἡμῶν ὁ τοῦ Θεοῦ ἀδελφὸς Ἰάκωβος ἐν τῇ Καθολικῇ αὐτοῦ Ἐπιστολῇ, ὡς τοῦ Θεοῦ ἀδελφὸς, ἀδελφὰ καὶ σύμφρονα τοῦ Θεοῦ φθεγγόμενος. Ἅπερ γὰρ ὁ Θεὸς διὰ Μωσέως γένη ὠνόμασεν, ταῦτα καὶ Ἰάκωβος φύσεις προηγόρευσε λέγων· « Πᾶσα φύσις θηρίων τε, καὶ πετεινῶν, ἑρπετῶν τε, καὶ ἐναλίων δεδάμασται, καὶ δαμάζεται τῇ ἀνθρωπίνῃ φύσει. » Ἰδοὺ σαφῶς ὁ τοῦ Χριστοῦ ἀδελφὸς τὰ διάφορα γένη, διαφόρους φύσεις προσηγόρευσεν. Ὅθεν καὶ πᾶς ὁ τῶν ἁγίων Πατέρων χορὸς, τὰ ἑτερούσια καὶ ἑτεροφυῆ, ἑτερογενῆ οἶδεν ὀνομάζειν. Οὐκοῦν οἱ μίαν φύσιν μετὰ τὴν ἕνωσιν λέγοντες εἶναι τὸν Χριστὸν, ἤγουν ἐν γένος ἐκ παντὸς τρόπου, ἢ τὴν θεότητα συγγενῆ τῆς σαρκὸς λέγουσι τραπεῖσαν εἰς κτίσμα· ἢ τὴν σάρκα, πάλιν συγγενῆ καὶ ὁμοούσιον γενομένην τῆς ἁγίας Τριάδος· ὅπερ τῶν ἀμηχάνων, καὶ ἀδυνάτων ἐστίν. Εἰ δὲ οὐχ ὁμοούσιον τὸ σῶμα τῷ Λόγῳ, ἑτέρα πάντως, καὶ ἑτέρα φύσις ἐν Χριστῷ, καθὰ ὁ πάνσοφος Κύριλλος ἀπολογούμενος ὑπὲρ τῶν Ἀνατολικῶν πρὸς Εὐλόγιον ἐσήμανεν ἐν Κωνσταντινουπόλει ὄντα.

Σχόλιον. Κύριλλος ἐν τῷ Θησαυρῷ, τὰ ἑτερογενῆ λέγει εἶναι, καὶ Γρηγόριος ἐν τῷ Λόγῳ τῶν Θεοφανίων, εἰς τὸ Πάλιν Ἰησοῦς ὁ ἐμὸς, συγγένειαν μεμαρτυρουμένην εἶπεν τὸ ἅγιον Πνεῦμα, καὶ τὸν Θεὸν Λόγον, ὥσπερ καὶ ὁ Γαβριὴλ φησὶ πρὸς τὴν Θεοτόκον· « Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου. » Ἀλλὰ μὴν μὲν τὸ πέρυσι ἐχέτω ἐνθάδε. Λοιπὸν δὲ ἐπὶ τὰ ἑξῆς ἰτέον.

Μετὰ γὰρ Μωσέα εἰς μέσον παρελθὼν τοῦ θειοτάτου, καὶ δεσποτικοῦ ἀκροατηρίου τῆς τῶν ἁγίων προφητῶν, καὶ ἀποστόλων, πανηγύρεως Σολομῶν, ὁ πάνσοφος, πρῶτος καὶ αὐτὸς τηλαυγῶς ἡμῖν ἐν τῇ Παλαιᾷ Διαθήκῃ τὸν περὶ φύσεως ἐξετίθετο λόγον, ἐν τῇ παρ᾽ αὐτοῦ ἐκτεθείσῃ Σοφίᾳ, φάσκων· « Μάταιοι πάντες ἄνθρωποι φύσει, οἱ ἔχοντες ἀγνωσίαν Θεοῦ. » Τί ἐστι, φύσει; τοῦτ᾽ ἔστιν, ἐν ἀληθείᾳ. Φύσις γάρ ἐστιν, ὡς αἱ θεόπνευστοι διαγγέλλουσι Γραφαὶ, ἡ τῶν πραγμάτων ἀλήθεια. Ἀντιστρέφω διὰ τοὺς ἄφρονας τὸν λόγον τοῦ Σολομῶντος, καὶ λέγω· « Μάταιοι πάντες ἄνθρωποι προσώπῳ οἱ ἔχοντες ἀγνωσίαν Θεοῦ. » Ἀλλ᾽ οὐχ ἁρμόζει ὅλως, τὸ λέγειν, « μάταιοι προσώπῳ· » ἀλλὰ « μάταιοι φύσει. » Ὥστε οὐκ ἔστι ταυτὸν, φύσις, καὶ πρόσωπον. Καὶ εἴρηται μὲν ἡμῖν περὶ τούτου καὶ ἐν τῷ τόμῳ τῷ Ἀπολογητικῷ πρὸς τὸν λαὸν, καὶ οὐκ ἐπελαθόμην. Ἀλλ᾽ ἐπειδὴ περὶ ἕλκους, καὶ σηπεδόνος χρονίας λαλῶ, καὶ σύριγγος, νομὴν, καὶ δυσωδίαν ποιήσαντος, καὶ μάλιστα ἐν τοῖς ὑπονόμοις, καὶ διώρυξιν τῆς ἄμμου, καὶ κονιορτοῦ τοῦ ἐμπεπλησμένων τῶν Θελονάμων, καὶ Αἰγυπτιακῶν χώρων οὐκ ὀκνητέον πάλιν περὶ τῶν αὐτῶν εἰπεῖν, καὶ μάλιστα ἵνα τὰς ἀντιστροφὰς τῶν λέξεων ποιήσαντες ἐκ τῆς ἱερᾶς Γραφῆς τοὺς ἄφρονας πείσωμεν, ὅτι οὐκ ἔστι ταυτὸν, φύσις καὶ πρόσωπον. Οὐκοῦν ἀναλάβωμεν πάλιν τὴν τοῦ μακαρίου Ἰακώβου φωνὴν διὰ τὴν ἀντιστροφὴν τῆς λέξεως· « Πᾶσα φύσις θηρίων τε, καὶ πετεινῶν, ἑρπετῶν τε, καὶ ἐναλίων δεδάμασται, καὶ δαμάζεται τῇ ἀνθρωπίνῃ φύσει. » Οὐκ εἶπεν, τῷ ἀνθρωπίνῳ προσώπῳ· οὐδὲ γὰρ ἓν πρόσωπόν ἐστιν ἡ ἀνθρωπότης, ἀλλὰ μυρία πρόσωπα, φύσις δὲ μία· καὶ διὰ τοῦτό φησι, « τῇ ἀνθρωπίνῃ φύσει. »

Ταῦτά μου λέγοντος, ὁ θεῖος ῥήτωρ τῆς οἰκουμένης, Παῦλος τὴν πρὸς Ῥωμαίους φέρων Ἐπιστολὴν εἰς μέσον ἦλθεν, ἐν ᾗ ἡμᾶς διδάσκει λέγων, ὅτ᾽ ἂν γὰρ « ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου τελοῦσι. » Τί ἐστι φύσει, εἰ μὴ ἐν ἀληθείᾳ; Ἀντιστρέψωμεν τὴν φωνὴν, καὶ εἴπωμεν, ὅτ᾽ ἂν γὰρ « ἔθνη, τὰ μὴ νόμον ἔχοντα, » προσώπῳ τὰ τοῦ νόμου τελοῦσιν. Ἀλλ᾽ οὐδαμῶς οὐδ᾽ ὅλως ἁρμόζει τὸ λεγόμενον, ὥστε οὐκ ἔστιν ἡ φύσις πρόσωπον. Πάλιν γὰρ λέγει, ὅτι « κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα, » τοῦτ᾽ ἔστιν ἡ τῶν ἐθνῶν ἀκροβυστία ἐν ἀληθείᾳ τὸν νόμον τελοῦσα, κατακρίνει σε τὸν διὰ περιτομῆς παραβάτην τοῦ νόμου.

Σχόλιον. Οὐδεὶς ἐκ φύσεως τὸν νόμον τοῦ Θεοῦ ποιεῖ, ἀλλ᾽ ἐκ προαιρέσεως· ἐπεὶ εἰ ἐκ φύσεως ἦν ἡ ποίησις τῶν τοῦ Θεοῦ ἐντολῶν, πάντες ἐδικαιοῦντο. Ὥστε καὶ ἐνταῦθα τὸ φύσει, ἀντὶ τοῦ ἐν ἀληθείᾳ εἴρηται.

Καὶ πάλιν· « Εἰ γὰρ ὁ Θεὸς τῶν » κατὰ φύσιν « κλάδων οὐκ ἐφείσατο, » τοῦτ᾽ ἔστι τῶν κατὰ ἀλήθειαν συνουσιωμένων ἐν τῇ ῥίζῃ, οὐδέ σου, φείσεται τοῦ ἀρνουμένου τὴν ἀλήθειαν. Ἀντιστρέψωμεν πάλιν τὴν λέξιν διὰ τοὺς στρεβλοὺς, καὶ εἴπωμεν· Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ πρόσωπον κλάδων οὐκ ἐφείσατο. Ποῖον πρόσωπον, εἰπέ μοι, ἢ ποῦ ὅλως ἔχει λόγον, ἢ ἀκολουθίαν τὸ λεγόμενον; Οὐκοῦν οὐκ ἔστιν ἡ φύσις πρόσωπον. Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἀγριελαίου, τοῦτ᾽ ἔστιν ἐκ τῆς κατὰ ἀλήθειαν ἀπιστίας ἐξεκόπης. Καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Ἀγριέλαιον τὴν ἀπιστίαν εἶπεν. Οὐδεὶς δὲ κατὰ φύσιν ἐστὶν ἄπιστος, ἀλλὰ κατὰ προαίρεσιν. Ὥστε καὶ ἐνταῦθα, ἀντὶ ἀληθείας κεῖται, τὸ, φύσει.

Ταῦτά μου εἰρηκότος, καὶ σπεύδοντος ἐφ᾽ ἑτέρας, ἀποδείξεις, πρὸς τὸ γραφικῶς παραστῆσαι, ὅτι οὐκ ἔστι ταυτὸν φύσις, καὶ πρόσωπον, κατέσχε μου τῆς χειρὸς πάλιν ὁ ἱερὸς ἀπόστολος τὴν πρὸς Κορινθίους πρώτην Ἐπιστολὴν αὐτοῦ ἐπιδούς· ἐν ᾗ πάλιν σαφῶς ἡμᾶς διδάσκει, ὅτι οὐδὲν ἕτερον σημαίνει ἡ φύσις, εἰ μὴ αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν. Ἐν οἶς ἐγκαλῶν τισι γυναιξὶν ἀκατακαλύπτῳ τῇ κεφαλῇ προσευχομέναις, φησίν· « Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς, » τοῦτ᾽ ἔστιν, οὐδὲ αὐτὸ τὸ πρᾶγμα. Ἄρα ἐὰν ἀντιστρέψωμεν, καὶ εἴπωμεν ἀντὶ τῆς φύσεως, ὅτι Οὐδὲ αὐτὴ ἡ ὑπόστασις διδάσκει ὑμᾶς, ἔχει ὅλως νόστον ἡ ἀκολουθίαν τὸ λεγόμενον; Οὐδαμῶς. Ὥστε οὐκ ἔστι ταυτὸν, φύσις, καὶ πρόσωπον, καὶ ὑπόστασις.

Ἀλλ᾽ οἱ ἔξαρχοι τοῦ δεκακεράτου ῥήτορες ταῦτα οὐδαμῶς διενοήθησαν, οὐ Μωσέως, οὐ Σολομῶντος, οὐ τοῦ Χριστοῦ, οὐκ Ἰακώβου, οὐ Παύλου εἰς τοὺς περὶ φύσεως, καὶ ὑποστάσεως, καὶ προσώπου λόγους μνείαν ἐποιήσαντο. Εἰ γὰρ ταῦτα ἀναγνόντες ἔγνωσαν, οὐκ ἂν τὸν τῆς δόξης κύριον ἐβλασφήμησαν, φάσκοντες, Οὐκ ἔστι φύσις ἀπρόσωπος. Ἀλλὰ ταυτόν ἐστι ἡ φύσις, καὶ τὸ πρόσωπον.

Λοιπὸν ἡ σύνοδος Χαλκηδόνος, μᾶλλον δὲ καὶ οἱ ἅγιοι Πατέρες, δύο φύσεις ἀδιαιρέτους εἰπόντες ἐν Χριστῷ, δύο πάντως, καὶ πρόσωπα ἐπ᾽ αὐτοῦ κατὰ Νεστόριον εὑρίσκονται λέγοντες· καὶ τούτου χάριν Σευῆρος ὁ δίκαιος κριτὴς τὴν αὐτῶν καθαίρεσιν ἐποιήσατο. Ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ φύσις πρόσωπον, ἱκανῶς ὁ λόγος ἐκ Παλαιᾶς τε, καὶ Καινῆς Διαθήκης ἀπέδειξε λοιπὸν ἀκόλουθον ἀντιστρέψαι τὴν τάξιν. Καὶ ἐκ τῆς αὐτῆς ἱερᾶς καὶ θείας Γραφῆς παραστῆσαι, ὅτι οὐδὲ τὸ πρόσωπον δυνατόν ἐστι, φύσιν προσαγορεύεσθαι. Λοιπὸν ὅσοι ἄφρονες ταυτὸν λέγετε τὴν φύσιν, καὶ τὸ πρόσωπον, τῶν λεγομένων νουνεχῶς ἀκούσατε.

Κατ᾽ ἐρώτησιν δὲ, καὶ ἀπόκρισιν ἀναγνωστέον τὰ ἀκόλουθα.

Καταρασάμενος ὁ Θεὸς τὸν Κάϊν, πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων κατηράσατο, ἢ ἓν πρόσωπον, καὶ μίαν ὑπόστασιν; Πρόδηλον, ὅτι μόνον τὸ τοῦ ἡμαρτηκότος πρόσωπον. Ὥστε οὐ ταυτὸν, πρόσωπον, καὶ φύσις.

Εἰπὼν ὁ Νῶε πρὸς τὸν υἱὸν αὐτοῦ τὸν στηλιτεύσαντα αὐτοῦ τὴν γύμνωσιν, ὅτι « Ἐπικατάρατος, καὶ παῖς οἰκέτης ἔσται Χαναάν. » πότερον τὴν κοινὴν φύσιν τῶν τριῶν υἱῶν κατηράσατο, ἢ ἓν ἐκ τῶν τριῶν προσώπων; Εὔδηλον ὅτι μόνον τὸ τοῦ Χὰμ πρόσωπον. Ὥστε οὐ ταυτὸν, φύσις καὶ πρόσωπον.

Μετενεχθέντος τοῦ Ἐνὼχ ὑπὸ τοῦ Θεοῦ, πᾶσα ἡ φύσις τῶν ἀνθρώπων μετηνέχθη, ἢ ἕν, καὶ μόνον πρόσωπον; Δῆλον, ὅτι μόνον τὸ τοῦ Ἐνὼχ πρόσωπον. Ὥστε οὐκ ἔστιν ἡ φύσις πρόσωπον.

Ὁμοίως καὶ ὁ Χριστὸς καταρασάμενος τὸν Ἰούδαν, οὐ πᾶσαν τὴν φύσιν τῶν ἀποστόλων κατηράσατο, ἀλλ᾽ ἓν πρόσωπον. Καὶ ὅπερ μὴ δόξωμεν μύθους διηγεῖσθαι τοῖς ἀντιδίκοις, φέρε δὴ ἐπ᾽ αὐτὴν τὴν κυρίως προσωπολεξίαν, τὴν ἐν τῇ θείᾳ Γραφῇ τυγχάνουσαν, περὶ Θεοῦ, χωρήσωμεν.

Γέγραπται γὰρ, ὅτι μετὰ τὴν παράδοξον ἐκείνην παλαίστραν, φησὶν ὁ θεσπέσιος Ἰακὼβ, ἐκάλεσε τὸν τόπον ἐκεῖνον, εἶδος θεοῦ. « Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Καὶ ἐσώθη μου ἡ ψυχή. » Λεγέτω μοι νῦν ὁ φιλόσοφος Σευῆρος, ὁ ταυτὸν λέγων εἶναι, τὴν φύσιν, καὶ τὸ πρόσωπον· ἄρα δυνατὸν ἦν τῷ Ἰακὼβ ἀντὶ τοῦ, « Εἶδον Θεὸν, πρόσωπον πρὸς πρόσωπον, » εἰπεῖν, « Εἶδον Θεὸν, φύσις πρὸς φύσιν, καὶ ἐσώθη μου ἡ ψυχή; » Οὐδαμῶς. Ὥστε οὐ ταυτὸν, φύσις, καὶ πρόσωπον.

Δέχου ὁ Ἰακωβίτης καὶ ἕτερον παρὰ Ἰακὼβ λίθον σφενδονίτην. Εἶπε γὰρ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ, ὅτι « Εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ. » Ἰδοὺ πάλιν πρόσωπον εἶπεν.

Ἀδύνατον γὰρ ἦν αὐτὸν εἰπεῖν, ὅτι εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι φύσιν Θεοῦ. Ὥστε οὐ ταυτὸν φύσις, καὶ πρόσωπον.

Εἴρηται πάλιν ἐν τῇ Ἐξόδῳ, ὅτι εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωσέως, ὅτι δεδόξασται, καὶ περιέθηκαν αὐτῷ κάλυμμα. Καλύψαντες οὖν τὸ πρόσωπον Μωσέως, ἄρα τὴν φύσιν πᾶσαν αὐτοῦ ἐκάλυψαν, ἤγουν ὅλον τὸ γένος τοῦ Ἰσραήλ; Οὐδαμῶς. Ὥστε οὐ ταυτὸν φύσις, καὶ πρόσωπον.

Καὶ πάλιν, ὅτε λέγει ἐπὶ τῆς βάτου, ὅτι « Καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ Μωσῆς. Ηὐλαβεῖτο γάρ· » ἀδύνατον γὰρ εἰπεῖν, ὅτι Καὶ ἀπέστρεψε Μωσῆς τὴν φύσιν αὐτοῦ· ὥστε οὐκέτι ταυτὸν ἡ φύσις καὶ τὸ πρόσωπον.

Καὶ ὅτ᾽ ἂν λέγει ὁ προφήτης πρὸς Θεόν· « Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, » οὐ δύναται εἰπεῖν, Ἐπίφανον τὴν φύσιν σου, καὶ σωθησόμεθα· ὥστε οὐ ταυτὸν ἡ φύσις, καὶ τὸ πρόσωπον.

Ἀλλὰ μὴν οὔτε πάλιν προσευχόμενος, καὶ φάσκων τῷ Κυρίῳ ὅτι « Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου, » ἠδύνατο εἰπεῖν, ὅτι, Ἐξεζήτησέ σε ἡ φύσις μου. Οὔτε γὰρ ἡ φύσις τῶν ἀνθρώπων τότε ἐξεζήτει τὸν Θεὸν, ἀλλ᾽ ὁ Δαυίδ· ὥστε οὐ ταυτὸν φύσις καὶ πρόσωπον.

Καὶ πάλιν λέγων πρὸς Θεὸν, ὅτι, « Ἐγὼ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, » οὐκ ἠδύνατο ἀντάλλαξαι τὴν φωνὴν, καὶ εἰπεῖν· Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῇ φύσει σου. Ἀδύνατον γὰρ τοῦτο. Οὐκοῦν οὐ ταυτὸν, φύσις καὶ πρόσωπον.

Καὶ Ἡσαίας δὲ λέγων ὅτι, « Τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, » οὐκ ἠδύνατο εἰπεῖν, ὅτι, Τὴν φύσιν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· ὥστε οὐ ταυτὸν φύσις, καὶ πρόσωπον. Ἀλλ᾽ οὐδὲ ὅτ᾽ ἂν λέγει ὅτι, « Ἔστησα τὸ πρόσωπόν μου ὥσπερ πέτραν στερεὰν, » ἠδύνατο εἰπεῖν, τὴν φύσιν μου. Ὥστε οὐκέτι ταυτὸν φύσις, καὶ πρόσωπον, ὡς Σευῆρος ληρωδεῖ.

Ταῦτα λέγων, οὐ τὴν φύσιν μὲν τοῦ Θεοῦ λέγω ἀοράτην, τὸ δὲ πρόσωπον αὐτοῦ ὁρατόν. Ἄπαγε τῆς ἀτοπίας! Ἀλλὰ μόνον βούλομαι δεῖξαι τοῖς αἱρετικοῖς τὴν διαφορὰν τῆς φωνῆς. Καὶ ὅτι, οὐ πάντως ἔνθα ὀνομάζεται φύσις, δύναται καὶ πρόσωπον ὀνομάζεσθαι· οὔτε πάλιν, ἔνθα πρόσωπον λέγεται, δύναται τὸ αὐτὸ ἐκ παντὸς τρόπου καὶ φύσις προσαγορεύεσθαι. Καὶ τοῦτο εὐθέως, καὶ ἐξ εὐαγγελικῆς, καὶ ἀποστολικῆς, ἀλλ᾽ οὐχ Ἐλληνικῆς παραδόσεως ἀποδεῖξαι πειράσομαι.

Φησὶ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ πρός τινας· « Ὁρᾶτε, μὴ καταφρονήσατε ἑνὸς τῶν ἐλαχίστων τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου ἐν οὐρανοῖς. » Εἰ δὲ ταυτὸν φύσις, καὶ πρόσωπον, ἀντιστρέφω τὴν φωνὴν, καὶ λέγω· Ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὴν φύσιν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ μὴν ἀδύνατον τοῦτο, καὶ παντελῶς ἀμήχανον, καθὼς αὐτὸς ὁ Θεὸς Λόγος διδάσκει ἡμᾶς λέγων ὅτι, « Τὸν Θεὸν οὐδεὶς ἑώρακε πώποτε. » « Ὁ μονογενὴς Υἱὸς ὁ ὦν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. » Εἰπὼν δὲ ὅτι « Οὐδεὶς Θεὸν ἑώρακεν, » οὐ περὶ ἀνθρώπων μόνον τοῦτο εἴρηκεν, ἀλλὰ καὶ περὶ τῶν ἀγγέλων. Λοιπὸν λεγέτω Ἀκέφαλος, πῶς τὸ πρόσωπον τοῦ Πατρὸς οἱ ἄγγελοι βλέποντες τὴν φύσιν οὐ βλέπουσιν; εἰ ἄρα ταυτόν ἐστι, καθὰ φάσκετε, ἡ φύσις, καὶ τὸ πρόσωπον;

Ἄκουσον πάλιν καὶ Παύλου τοῦτο σαφῶς διδάσκοντος, καὶ ἀπόθου τὸ πολυθρύλλητόν σου ληρώδημα, τὸ φάσκον, ταυτὸν ὑπάρχειν τὴν φύσιν, καὶ τὸ πρόσωπον. Λέγει γοῦν πρὸς Κορινθίους περὶ τῶν καθαρῶν τῇ καρδίᾳ, ὅτι νῦν μὲν ὁρῶσι τὸν Θεὸν ὡς ἐσώπτρῳ, καὶ αἰνίγματι, ἐν δὲ τῷ μέλλοντι αἰῶνι πρόσωπον πρὸς πρόσωπον. Εἰπέ μοι λοιπὸν νῦν, ὁ λέγων ταυτὸν εἶναι τὴν φύσιν, καὶ τὸ πρόσωπον· ἄρα δυνατόν ἐστιν ἀντιστρέψαι τὴν φωνὴν, καὶ εἰπεῖν· Τότε δὲ φύσιν πρὸς φύσιν ὄψονται οἱ δίκαιοι τὸν Θεόν; Ἅπαγε. Αὐτὸς γὰρ Παῦλος ὁ θεῖος προσμαρτυρεῖ περὶ Θεοῦ λέγων· « Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται. » Ὥστε οὐ ταυτὸν φύσις, καὶ πρόσωπον. Καὶ ἄλλας δὲ μυρίας τοιαύτας παραστάσεις ἔστιν εὑρεῖν ἐν τῇ θείᾳ Γραφῇ, προσωπολογησάσας μὲν ὡς ἐν εἰκόνι τινὶ, καὶ ὀπτασίᾳ τὸν Θεὸν, οὐδαμοῦ δὲ αὐτὸν φυσιολογησάσας. Οὔτε γὰρ εὑρήσεις ἐν πάσῃ τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, ἢ οὐσίαν Θεοῦ δηλωθεῖσαν, ἢ λεγομένην· Ἀλλὰ πάντες οἱ ὀπτασίαν Θεοῦ τοῦ ἀοράτου τυπικῶς, καὶ σκιωδῶς θεωρήσαντες, προσωπικὴν θέαν, ἀλλ᾽ οὐ φυσικὴν οὐσίαν Θεοῦ ἑωράκασιν. Ὥσπερ ὁ Δανιὴλ, Παλαιὸν ἡμερῶν πρόσωπον, καὶ ὡς Υἱὸν ἀνθρώπου ἕτερον πρόσωπον « ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ· » καὶ Ἡσαίας ἐν εἴδει, καὶ σχήματι τυπικῷ ἀνθρωπίνου προσώπου ὀπτασίαν εἶδεν, « τὸν Κύριον καθήμενον ἐπηρμένου », οὐ τὴν θείαν φύσιν ὁρῶντες, ἀλλ᾽ ὡς ἐν εἴδει τινὶ καθ᾽ ὃ ἠδύναντο βλέπειν, καὶ καθ᾽ ὃ ἐχώρουν ὀπτανομένου αὐτῆς ἐν ἀνθρωπίνῳ σχήματι τοῦ ἀοράτου, καὶ ἀσχηματίστου Θεοῦ. Εἰ δὲ ταυτὸν φύσις, καὶ πρόσωπον, πῶς οὐκ εἶπεν πρὸς Θεὸν ὁ προφήτης· Μὴ ἀποστρέψης τὴν φύσιν σου ἀπ᾽ ἐμοῦ, ἀλλὰ, « Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. » Καὶ πάλιν, « Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. » Καὶ ἁπλῶς ἐν μυρίοις τόποις ἡ θεία Γραφὴ πρόσωπον Θεοῦ ὀνομάζουσα, οὐδαμοῦ φύσιν Θεοῦ προσηγόρευσεν. Ὥστε πρόδηλον, ὅτι οὐκ ἔστι ταυτὸν φύσις, καὶ πρόσωπον.

Ἀλλὰ καταχρηστικῶς, φησὶ, καὶ καθ᾽ ὁ δυνάμεθα ἀκοῦσαι, ἡ θεία Γραφὴ πρόσωπον ἐπὶ Θεοῦ προσηγόρευσεν, ὥσπερ καὶ χεῖρας, καὶ πόδας, καὶ ὦτα, καὶ πτέρυγας, καὶ ὀφθαλμοὺς, καὶ στόμα, καὶ τὰ λοιπὰ μέλη· ἐπεὶ ἀσώματον τὸ Θεῖον, καὶ ἀπρόσωπον, καὶ ἀσχημάτιστον. Ταῦτα τοῦ αἱρετικοῦ ἀντιλέγοντος, συντίθημι τῷ λόγῳ. Ἀλλ᾽ ἐκεῖνο πάλιν ἀντερωτῶ, ὅτι καὶ πῶς ἐν μυρίοις τόποις ἡ θεία Γραφὴ καταχρηστικῶς, καὶ ἀλληγορικῶς εἰποῦσα πρόσωπον ἐπὶ Θεοῦ, φύσιν, ἢ οὐσίαν οὐδαμῶς ἐπ᾽ αὐτοῦ εἴρηκεν, οὐδὲ καταχρηστικῶς, οὔτε ἀλληγορικῶς, οὐδὲ συμβολικῶς, εἰ ἄρα, ὥς φατε, ταυτὸν φύσις, καὶ πρόσωπον. Ὥστε παντί που δῆλον, ὅτι οὐκ ἔστι ταυτὸν φύσις, καὶ πρόσωπον, καθὰ διὰ πλάτους ἐκ τῆς ἱερᾶς Γραφῆς, Παλαιᾶς τε, καὶ Καινῆς ἀπεδείξαμεν.

Εἰ δὲ καὶ ζητεῖς λέγον, καὶ τίνος χάριν οἱ μακάριοι προφῆται διὰ πάσης τῆς θείας Γραφῆς προσώπου Θεοῦ ἐπιφάνειαν, καὶ παρουσίαν ἐπεζήτουν, καὶ ηὔχοντο, καὶ προσεδόκουν, οὐ φύσεως; ἄκουσον περὶ τούτου λόγον Πατρικὸν ὁμοῦ τε καὶ πιστόν· καὶ μὴ ἀντείπῃ. Γνόντες γὰρ δι᾽ ἐνεργείας Πνεύματος ἁγίου οἱ μακάριοι προφῆται, καὶ πατριάρχαι, ὅτι οὐ τὸ κοινὸν τῆς φύσεως τῆς ἁγίας Τριάδος τὸ ὁλοτελὲς πλήρωμα, τῶν τριῶν προσώπων, Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐπὶ γῆς ἐπιφαίνεσθαι, καὶ σαρκοῦσθαι μέλλει ἐπ᾽ ἐσχάτων τῶν χρόνων, ἀλλὰ τὸ ἓν πρόσωπον, τοῦτ᾽ ἔστιν ὁ Θεὸς Λόγος, τούτου χάριν, οὐ τὴν τριαδικὴν οὐσίαν Θεοῦ ἐπιδημῆσαι ἔλεγον, ἀλλὰ προσώπου Θεοῦ ἐπιφάνειαν ἐκήρυττον, καὶ προσηύχοντο· ὡσανεὶ σαφῶς, καὶ ἀριδήλως τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου, καὶ τὴν αὐτοῦ ἐπὶ γῆς παρουσίαν ἐπιζητοῦντες, καὶ πρὸς αὐτὸν λέγοντες· « Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. » Καὶ, « Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου, [σου] Κύριε, ζητήσω. » Καὶ, « Ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς ὁ Θεὸς, καὶ ἐλεήσαι ἡμᾶς. » Καὶ πάλιν· « Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, » τοῦτ᾽ ἔστιν, ἐπὶ τὸν ἄνθρωπον, ὃν ἔπλασας. Ἰδικοῦ προσώπου Θεοῦ, ἤγουν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος παρουσίαν οἱ προφῆται κηρύττοντες, τοῦτ᾽ ἔστι τοῦ Θεοῦ Λόγου, καὶ οὐ φύσεως κοινῆς. Καὶ εἰ δεῖ σαφέστερον εἰπεῖν, ἐνουσίου προσώπου Θεοῦ παρουσίαν καταγγέλλουσι· καὶ οὐ τρισυποστάτου Τριάδος ὁλικὴν τριπρόσωπον σάρκωσιν. Ὥστε οὐ ταυτὸν ἡ φύσις, καὶ τὸ πρόσωπον, ὡς μυριάκις εἶπον.

Ταῦτα δέ μου ἐκ τῆς θείας Γραφῆς, καὶ τῶν προφητῶν λέγοντος, φοβοῦμαι, καὶ ἀγωνιῶ, καὶ τρέμω, μή πως δριμυχθεὶς ὑπὸ τῶν τοιούτων ἐλέγχων ὁ Σευῆρος, τῆς σοροῦ ἐκ νεκρῶν ἀναπηδήσας, καὶ τὸ δεκακέρατον αὐτοῦ συγκαλέσας, καὶ σύνοδον ποιησάμενος, τὴν ἐκβολὴν, καὶ ἀποστροφὴν Χριστοῦ τε, καὶ Μωσέως, καὶ Παύλου, καὶ τῶν προφητῶν, καὶ εὐαγγελιστῶν ποιήσεται, καθάπερ καὶ ἐπὶ τῶν διδασκάλων πεποίηκε, καὶ νομοθετήσει λέγων, ὅτι ἕως μὲν τῶν καιρῶν Νεστορίου πισταὶ, καὶ βέβαιαι ὑπῆρχον αἱ τοῦ Χριστοῦ, καὶ τῶν προφητῶν, καὶ Ἀποστόλων φωναί. Ἀπὸ δὲ τῶν καιρῶν Νεστορίου ἀπεδοκιμάσθησαν, καὶ οὐκ ἔτι ἀσφαλής ἐστιν ἡ Παλαιὰ, καὶ Καινὴ Διαθήκη· μὴ λέγουσα ταυτὸν τὴν φύσιν, καὶ τὸ πρόσωπον. Πρὸς γὰρ τὰς ἀνακυπτούσας αἱρέσεις χρὴ παραλλάττειν καὶ μεταστρέφειν τὰς θείας Γραφὰς, καὶ, τοὺς Πατέρας, καὶ νῦν μὲν δέχεσθαι, νῦν δὲ ἀπορρίπτειν αὐτάς.

Ταῦτα δὲ ποιεῖ ὁ Σευῆρος στενωθεὶς, καὶ ἀπορήσας δι᾽ οἵου προσώπου ἀκυρώσει τὰς τῶν ἁγίων Πατέρων περὶ τῶν δύο φύσεων Χριστοῦ φωνάς. Λοιπὸν δὲ μήτε νοῶν ἀποστολικῶς, ἀλλὰ Ἐλληνικῶς τὴν φύσιν. Εἰ γὰρ ἠκολούθησε Παύλῳ, καθάπερ ἡ ἁγία Ἐκκλησία, οὐδὲν ἕτερον εἶχεν εἰπεῖν τὴν φύσιν εἶναι, εἰ μὴ τὴν τοῦ πράγματος ἀλήθειαν. Ἐπεὶ πῶς νοήσωμεν τὸ λεγόμενον τῷ Ἀποστόλῳ, ὅτι « Καὶ ἦμεν ποτε τέκνα φύσει ὀργῆς. » Τί ἐστι φύσει ὀργῆς, εἰ μὴ ἐν ἀληθείᾳ ὀργῆς; Καὶ ἠδυνάμην περὶ τούτου, καὶ ἐκ τῶν ἁγίων Πατέρων πιστῶσαι τὴν φωνὴν, ὅτι οὐδὲν ἕτερον σημαίνει ἡ φύσις, εἰ μὴ τὴν ἀλήθειαν. Ἀλλὰ φοβοῦμαι, μὴ εἴπῃ μοι Σευῆρος, ὅτι ἐπὶ Νεστορίου ἀπεδοκιμάσθη καὶ αὐτὴ ἡ φωνή. Πλὴν φέρε ἐπ᾽ αὐτοῦ τοῦ χρόνου, καὶ τοῦ βράσματος τοῦ δυσσεβοῦς Νεστορίου παραστήσωμεν αὐτὸν τὸν φωστῆρα, καὶ τοῦ χοροῦ τῶν Πατέρων ἀοίδιμον τὸν μακάριον Κύριλλον, τὴν φύσιν, ἀλήθειαν εἶναι διδάσκοντος ἀποστολικῶς. Ὅθεν καὶ φαίνεται ἐν διαφόροις τόποις εἰρηκὼς φυσικὴν γέννησιν ἐπὶ Χριστοῦ· καὶ φυσικὴν ἕνωσιν, ἐν οἷς ἐπιλαβομένου Θεοδωρήτου τῶν τοιούτων φωνῶν, ἑρμηνεύει ἑαυτὸν ὁ θεόφρων Κύριλλος ἐν ταῖς ἀπολογίαις τῶν δώδεκα ἀναθεματισμῶν, φάσκων, ὅτι φυσικὸν τὸ ἀληθινὸν εἶναι εἴρηκεν ἀποστολικῶς. Καὶ πᾶσα δὲ ἡ Αἰγυπτίων, καὶ Ἀλεξανδρέων μάλιστα συνήθεια, φυσικὰ τὰ ἀληθῆ τῶν πραγμάτων ὀνομάζει. Ὅθεν καὶ ἀληθεύων ἕτερος πρὸς τὸν ἕτερον ἐν ταῖς διαλέξεσί φησιν, ὅτι φυσικά σοι λέγω, τοῦτ᾽ ἔστιν, ἀληθινά. Ἄρα δυνάμεθα ἀντιστρέψαι τὴν τοιαύτην φωνὴν, καὶ εἰπεῖν, ὅτι Προσωπικά σοι λέγω; οὐδαμῶς. Οὔτε γὰρ ἔχει ὅλως ἀκολουθίαν τὸ ῥῆμα. Ὥστε οὐ ταυτὸν φύσις, καὶ τὸ πρόσωπον. Καὶ μὴ γελάσῃς τὰ λεγόμενα. Ἐξ Ἀποστολικῆς γὰρ παραδόσεως ἀλήθειαν εἶναι τὴν φύσιν παρέλαβον ὀνομάζειν. Καὶ οὐ ταυτὸν εἶναι τὴν φύσιν, καὶ τὸ πρόσωπον. Ἐπεὶ εἰπέ μοι σύ.

Ἰδοὺ κατηράσατο ὁ μακάριος Πέτρος ὁ μάρτυς ἐν Ἀλεξανδρείᾳ, τὸν μιαρὸν Ἄρειον λέγων· « Ἄρειος, καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι κεχωρισμένος ἔσται τοῦ Υἱοῦ τοῦ Θεοῦ. » Λοιπὸν ἡ κατάρα αὐτὴ, εἰπέ μοι, εἰς ἓν πρόσωπον συντείνει, ἢ εἰς τὸ κοινὸν τῆς φύσεως; πρόδηλον, ὅτι εἰς τὸ τοῦ Ἀρείου καὶ μόνον πρόσωπον. Ὄντως κοινωνοὶ τῆς τοιαύτης κατάρας τυγχάνετε ὁμοίως, καὶ πάσης ἑτέρας κατάρας δοθείσης προσώπῳ Ἐλληνικῷ, ἢ αἱρετικῷ. Ἀλλ᾽ οὐχ οὕτως ἔχει ὁ λόγος ἐν ἀληθείᾳ· οὔτε γὰρ ἐὰν λεπρωθῇ ἓν πρόσωπον ἀνθρώπου, δύνασαι λέγειν, ὅτι ἡ φύσις τῶν ἀνθρώπων ἐλεπρώθη. Οὔτε πάλιν, ὅτε κατεκλύσθη ἐπὶ τοῦ κατακλυσμοῦ τὸ κοινὸν τῆς φύσεως τῶν ἀνθρώπων, δυνατὸν εἰπεῖν, ὅτι πρόσωπον τοῦ δεῖνος τοῦ ἀνθρώπου κατεκλύσθη. Οὔτε πάλιν ἐὰν ἐρημωθῇ οὐσία κτήτορος, δύνασαι εἰπεῖν, ὅτι τὸ πρόσωπον, ὡς πολλάκις εἶπον, τὸ ἰδικὸν σημαίνει· ἡ δὲ φύσις τὸ καθολικὸν, καὶ τὴν τοῦ πράγματος ἀλήθειαν, καθὼς παρεστήσαμεν, ἐκ νομικῆς, καὶ προφητικῆς, καὶ Δεσποτικῆς, καὶ εὐαγγελικῆς, καὶ ἀποστολικῆς, καὶ διδασκαλικῆς, καὶ δημιουργικῆς παραδόσεως. Καὶ τούτῳ τῷ κανόνι ἡ καθολικὴ Ἐκκλησία στοιχοῦσα λέγει, ἐν Χριστῷ τῷ Θεῷ δύο ἡνωμένας καθ᾽ ὑπόστασιν φύσεις, ἤγουν δύο ἀληθῆ πράγματα, θεότητα λέγω καὶ ἀνθρωπότητα ἀσυγχύτως, καὶ ἀδιαιρέτως.

Εἰ οὖν, καθὼς ὁ λόγος πολυτρόπως καὶ πολυμερῶς ἀπέδειξεν, ἡ φύσις ἀλήθειά ἐστιν, μανθανέτωσαν πάντες οἱ μὴ λέγοντες φύσιν τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, ὥσπερ καὶ τὴν θεότητα αὐτοῦ, ὅτιπερ οὐ λέγουσιν ἀλήθειαν τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὴν ψυχήν. Εἰ δὲ ἀλήθειά ἐστι, πρόδηλον, ὅτι φύσις ἐστίν. Εἰ δὲ οὐκ ἔστι φύσις, οὐκ ἔστιν ἀλήθεια. Εἰ δὲ ἐν ἀληθείᾳ ἄνθρωπος γέγονε, φύσει ἄνθρωπός ἐστι καὶ μετὰ τὴν ἕνωσιν ὁ Χριστὸς, καὶ φύσει Θεὸς, φύσει ἄκτιστος καὶ φύσει κτιστὸς ὁ αὐτὸς, τοῦτ᾽ ἔστιν ἐν ἀληθείᾳ καὶ ἀληθείᾳ. Μὴ ἀρνήσῃ τὴν φύσιν τῆς σαρκὸς, ὦ αἱρετικέ· ἐπεὶ τὴν ἀλήθειαν ἠρνήσω. Ἡ ἀλήθεια γάρ ἐστιν ἡ φύσις· ἐὰν μονότροπον ἔχῃ τὴν φύσιν ὁ Χριστὸς, μονοτρόπως ἐστὶν ἀληθὴς, καὶ καθ᾽ ἕτερον τρόπον ψευδής· εἰ δὲ ἐν θεότητι καὶ ἀνθρωπότητι ἀληθής ἐστι, πρόδηλον ὅτι τὰς δύο ἔχει ἀληθεῖς φύσεις, ὅτι ἡ φύσις ἀλήθειά ἐστιν.

Ὅπερ δὲ πεπόνθασιν οἱ μιαροὶ, Ἄρειος λέγω καὶ Σαβέλλιος, ἐπὶ τοῦ Τριαδικοῦ λόγου, ταυτὸν καὶ Νεστόριος καὶ Σευῆρος ἐπὶ τοῦ τῆς οἰκονομίας λόγου πεπόνθασι. Σαβέλλιος μὲν γὰρ σύγχυσιν φανταζόμενος ἐπὶ τῆς θεότητος, μίαν ὑπόστασιν Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἔλεγεν. Ἄρειος δὲ πάλιν ὁ μιαρὸς, πολεμεῖν Σαβελλίῳ δοκῶν, τρεῖς οὐσίας ἑτερογενεῖς ἐπὶ τῆς ὁμοουσίου Τριάδος ἔφασκεν. Ἡ δὲ ἁγία Ἐκκλησία, τὴν βασιλικὴν τοῦ Θεοῦ ὁδὸν ἐκλεξαμένη, ἀπεβάλετο τὴν Σαβελλίου σύγχυσιν, καὶ Ἀρείου διαίρεσιν· τρία μὲν τὰ πρόσωπα, καὶ οὐχ ἓν πρόσωπον, τὴν ἁγίαν Τριάδα λέγουσα, μίαν δὲ τὴν οὐσίαν αὐτῶν, καὶ οὐ τρεῖς οὐσίας εὐσεβῶς ὁρίζουσα. Οὕτω πάλιν καὶ Νεστορίου τοῦ δυσσεβοῦς δύο πρόσωπα ἐπὶ Χριστοῦ δογματίζοντος, Σευήρου δὲ δυστυχοῦς μίαν φύσιν τὸν Χριστὸν φάσκοντος ἡ ἁγία Ἐκκλησία ὁμοίως ἀπεβάλετο, καὶ τὴν Νεστορίου διαίρεσιν ἓν πρόσωπον τὸν Χριστὸν κηρύττουσα· ὡσαύτως καὶ τὴν Σευήρου σύγχυσιν, δύο ἡνωμένου καθ᾽ ὑπόστασιν φύσεις, ἀσυγχύτως, καὶ ἀδιαιρέτως τὸν ἕνα, καὶ μόνον Χριστὸν, Υἱὸν, Κύριον, Ἰησοῦν ἐκδιδάσκουσα· μυσαττομένη ἐπ᾽ ἴσης καὶ τὴν Σευήρου σύγχυσιν, καὶ τὴν Νεστορίου τοῦ ἀσεβοῦς διαίρεσιν.

Ἡ μὲν οὖν καθολικὴ Ἐκκλησία τοῦ Θεοῦ, οὐκ Ἀριστοτελικῶς, καὶ Ἐλληνικῶς τὸν Χριστὸν δογματίζει· ἀλλ᾽, ὡς πολλάκις εἶπον, εὐαγγελικῶς καὶ ἀποστολικῶς, οὐκ « ἐν πειθοῖς Πυθαγορικῆς σοφίας λόγοις, ἵνα μὴ κενωθῇ Ὁ σταυρὸς τοῦ Χριστοῦ. » ὁ μὲν γὰρ Ἀριστοτέλης φύσιν εἶναι λέγει, ἀρχὴν κινήσεως καὶ ἡρεμίας. Ἡ δὲ εὐσεβὴς τῶν ἀποστόλων παράδοσις, οὔτε ἀρχὴν κινήσεως, οὔτε ἠρεμίαν, ἤγουν τέλος, ὁμολογεῖ ἐπὶ τῆς θείας φύσεως. Διὸ φύσιν λέγει ἡ εὐαγγελικὴ φύσις αὐτὸ τὸ πρᾶγμα τὸ πεφυκὸς καὶ ὑπάρχον ἐν ἀληθείᾳ. Τὸ γὰρ μὴ ὃν ἐν ἀληθείᾳ, καὶ οὐσίᾳ, εὔδηλον ὅτι ἐν δοκήσει καὶ φαντασίᾳ λέγεται μὲν, οὐχ ὑπάρχει δέ. Καὶ ἤδη μὲν περὶ τούτου ἀπεδείξαμεν κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἔκ τε Γραφικῶν, καὶ φυσικῶν, καὶ πραγματικῶν παραστάσεων, ὅτι ἕτερόν ἐστιν ἡ φύσις, καὶ ἕτερον ἡ ὑπόστασις, ἤτοι πρόσωπον. Ἀλλ᾽ ἀντιλέξει πάντως ταῖς ἡμετέραις γνώμαις, καὶ τοῖς παραδείγμασιν, ὁ δι᾽ ἐναντίας, νομίσας ἡμᾶς ἀπορεῖν διδασκαλικῶν περὶ τούτου παραστάσεων, καὶ τούτου χάριν οἰκείοις λογισμοῖς λοιπὸν ἐξ ἀπορίας χρησαμένους. Οὐκοῦν ἵνα μὴ καὶ ἡμεῖς τὴν αὐτὴν ὁδὸν Σευήρου βαδίσωμεν, τὸν χορὸν τῶν ἁγίων Πατέρων καὶ τὰς τούτων φωνὰς ἀπωθούμενοι καὶ ἀνατρέποντες, φέρε, καὶ Πατρικῶς ὁμοῦ τε καὶ συνοδικῶς ἀποδείξωμεν, ὅτι ἕτερον μέν ἐστι τὸ κοινὸν τῆς φύσεως ἑκάστης τῶν ὄντων ὑπάρξεως ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς. Ἕτερον δὲ πάλιν τὸ ἰδικὸν τῆς προσωπικῆς ὑποστάσεως. Ποιήσομαι δὲ τὴν τοιαύτην παράστασιν οὐκ ἐξ ἑνός τινος ἁγίου στόματος, οὔτε ἐξ ἑκατὸν, ἀλλ᾽ ἐκ τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων. Ἐν οἷς πλεῖστοι μὲν γεγόνασι Χριστοῦ μάρτυρες, πλεῖστοι δὲ σημειοφόροι. Ἴσως τὸ τοσοῦτον πλῆθος αἰδεσθεὶς ὁ Σευῆρος, καὶ οἱ σὺν αὐτῷ παύσονται λοιδοροῦντες ἡμᾶς.

· Contents ·