Library › Byzantine canonists › Nomocanon in Fourteen Titles
Nomocanon in Fourteen Titles
Byzantine canonists, Greek, RP 1, 1852
Title 2
ΤΙΤΛΟΣ Β΄.
ΠΕΡΙ ΠΟΙΗΣΕΩΣ ΕΚΚΛΗΣΙΩΝ, ΚΑΙ ΠΕΡΙ ΚΑΘΙΕΡΩΣΕΩΣ ΕΚΚΛΗΣΙΩΝ, ΚΑΙ ΜΑΡΤΥΡΙΩΝ ΜΗ ΕΧΟΝΤΩΝ ΛΕΙΨΑΝΑ ΑΓΙΩΝ, Καὶ περὶ ἱερῶν σκευῶν, καὶ ἀναθημάτων, καὶ κληρικῶν παρὰ γνώμην ἐπισκόπων ἱστώντων θυσιαστήρια.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
ΠΕΡΙ ποιήσεως ἐκκλησιῶν, καὶ περὶ καθιερώσεως ἐκκλησιῶν καὶ μαρτυρίων μὴ ἐχόντων λείψανα ἁγίων. Συνόδου Καρθαγένης κανὼν ϛ΄. πγ΄. Συνόδου Νικαίας τὸ β΄. κανὼν ζ΄. ιζ΄.
Κείμενον.
Ἐν τῷ ιδ΄. κεφαλαίῳ τοῦ γ΄. τίτ. τοῦ παρόντος συντάγματος παρεγράφη πῶς γίνεται ἐκκλησία. Λέγει δὲ καὶ διάταξις ιε΄. τοῦ β΄. τίτλου τοῦ ά. βιβλίου τοῦ κώδικος, ὡς ἐάν τις δωρήσηται πρᾶγμα κινητὸν, ἢ ἀκίνητον, ἢ αὐτοκίνητον, εἰς πρόσωπον μάρτυρος, ἢ προφήτου, ἢ ἀγγέλου, ὡς αὐτῷ μέλλων εὐκτήριον οἰκοδομεῖν, καὶ τὴν δωρεὰν ἐμφανίσῃ, ἐφ᾽ ὧν ἀναγκαῖόν ἐστιν, ἀναγκάζεται τὸ ἔργον, κἂν μὴ ἤρχθη, πληρῶσαι μετὰ κληρονόμων, καὶ πληρωθέντος δοῦναι τὰ τῆς δωρεᾶς. Τὸ αὐτὸ καὶ ἐπὶ ξενοδοχείων, καὶ νοσοκομείων, καὶ πτωχείων, ἀδείας οὔσης τοῖς ἐπισκόποις καὶ οἰκονόμοις ἐνάγειν αὐτοῖς. Τούτων δὲ πληρουμένων ἡ διοίκησις κατὰ τὰ δόξαντα τοῖς φιλοτιμησαμένοις καὶ τοὺς ἐπιτεθέντας ὅρους γίνεται. Καὶ ἡ μέ. διάταξις τοῦ γ΄. τίτλου τοῦ αὐτοῦ ά. βιβλίου φησὶν, ὅτι ἐάν τις εὐσεβῆ ποιήσοιτο διατύπωσιν ἢ ἐν ἐνστάσει, ἢ ληγάτῳ, ἢ εἰς τὴν πίστιν αὐτῶν, ἢ μόρτις καῦσα δωρεὰν, ἀνάγκην ἔχει ὁ κελευσθεὶς διὰ τοῦ ἐπισκόπου, κἂν ἐκωλύθη ἀπὸ διαθεμένου προνοῆσαι, εἰ μὲν ἐκκλησίαν ἐπετράπη ποιῆσαι, πληροῦν αὐτὴν εἴσω τριετίας, εἰ δὲ ξενῶνα, εἴσω ἐνιαυτοῦ· δυνατὸν γὰρ καὶ οἶκον εἰς ἀνάκλισιν τῶν ἀσθενούντων μισθοῦσθαι, ἑωσοῦ τὸ ἔργον πληρωθῇ. Τοῦ δὲ τοιούτου χρόνου παρερχομένου ἀπαιτεῖ τὸ καταλειφθὲν ὁ ἐπίσκοπος μετὰ καρπῶν καὶ ἐπαυξήσεων ἀπὸ τοῦ καιροῦ τῆς τοῦ διαθεμένου τελευτῆς, καὶ ποιεῖται τὰς οἰκοδομὰς τῶν ἐκκλησιῶν, καὶ τῶν ξενώνων, καὶ τῶν γηροκομείων, ἢ ὀρφανοτροφείων, ἢ νοσοκομείων, ἢ πτωχείων, καὶ προχειρίζεται τοὺς διοικητὰς αὐτῶν, εἴγε μὴ ῥητῶς ὁ τελευτήσας εἴπῃ τὸν ὀφείλοντα διοικεῖν· εἰ δὲ καὶ ὀνομάζῃ, ἄδειαν ἔχει ὁ ἐπίσκοπος κακῶς αὐτὸν διαγενόμενον ἀποκινεῖν, καὶ ποιεῖν ἄλλον· εἰ δὲ ὁ κελευσθεὶς καὶ παρὰ τοῦ ἐπισκόπου ὀχληθεὶς ἀρχικὴν ὑπόμνησιν ἀναμείνῃ, δίδωσι διπλοῦν τὸ καταλειφθέν· ῥᾳθυμοῦντος δὲ τοῦ ἐπισκόπου ἀναγκάζει πληρωθῆναι τὸ διατυπωθὲν ὁ μητροπολίτης ἢ ὁ τῆς διοικήσεως ἐκείνης ἀρχιεπίσκοπος, καὶ πᾶς βουλόμενος τῶν πολιτῶν κινεῖ. Εἰ δὲ μετὰ τὴν ἰδίαν τελευτὴν οἱ κληρονόμοι ἐκελεύσθησαν δοῦναι, ἢ τι ποιῆσαι, ὁ προδηλούμενος χρόνος μετὰ τὴν ἀποβίωσιν αὐτῶν ἀριθμεῖται· οἱ δὲ ἄρχοντες ἀναγκάζουσι ταῦτα πληροῦσθαι.
Κείμενον.
Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν φησι διὰ δημοσίων προσώπων δὶς ὀχλούμενον τὸν κελευσθέντα παρὰ τοῦ ἐπισκόπου καὶ τοῦ οἰκονόμου, καὶ ὑπερθέμενον, ἐκπίπτειν παντὸς κέρδους, καὶ τὴν οὐσίαν πᾶσαν ὁ ἐπίσκοπος μετὰ τῶν ἐν μέσῳ ἐπαυξήσεων δαπανᾶν εἰς τὰ διατυπωθέντα, μὴ παρακρατουμένου φαλκιδίου· τὸ αὐτό ἐστι κἂν πρὸς ἅπαξ τι ληγατευθῇ. Ἡ αὐτὴ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν φησιν εἴσω ἓξ μηνῶν μετὰ τὴν ἐμφάνειαν τῆς διαθήκης, ἐξ ὑπερθέσεως καρποὺς, καὶ τόκους, καὶ ἐπαυξήσεις, ἀπὸ τελευτῆς τοῦ καταλείποντος ἀπαιτεῖσθαι. Ἡ αὐτὴ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν φησιν εἴσω πενταετίας τὴν ἐκκλησίαν ὀφείλειν πληροῦσθαι, τοὺς δὲ ἄλλους εὐαγεῖς οἴκους εἴσω ἐνιαυτοῦ, εἰ δὲ μὴ ἐντὸς τοῦ ἐνιαυτοῦ ποιήσουσιν οἱ κληρονόμοι, ἀναγκαζέσθωσαν οἶκον ἀγοράζειν, ἢ μισθοῦσθαι, ἔνθα δύναται τὰ κελευσθέντα πληροῦσθαι· τὰ δὲ περὶ τῆς διοικήσεως ὁμοίως τῇ προλαβούσῃ μέ. διατάξει διατυποῖ.
Κείμενον.
Λέγει δὲ βιβλίον ά. τῶν διατάξεων τίτ. ή. διάτ. ά. ὅτι τὰ ἱερὰ θείου δικαίου εἰσὶ, καὶ ὑπ᾽ οὐδενὸς δεσπόζονται· ἱερὸν δὲ πρᾶγμά ἐστι, τὸ ἀνιερωθὲν δημοσίῳ· τὰ γὰρ ἰδιωτικὰ οὐκ εἰσὶν ἱερὰ, ἀλλὰ βέβηλα. Εἰ δὲ καταπέσῃ τὸ οἰκοδόμημα, μένει ὁ τόπος ἱερὸς ὡς διάταξις στ΄. καθιεροῦνται δὲ καὶ ἐν πόλεσι καὶ ἐν χωρίοις. Δημόσιος δὲ τόπος παρ᾽ ἐκκέλευσιν βασιλέως οὐ γίνεται. ἱερὸς, ὡς διάταξις ή. καὶ θ΄. Ἀδιατίμητον δέ ἐστι τὸ ἱερὸν, ὡς διάταξις ί. καὶ ἰνστιτουτίων β΄. τίτ. ά. φησὶν, ὅτι ἱερόν ἐστι τὸ ὀρθῶς καὶ διὰ τοῦ ἱερέως τῷ θεῷ ἀνιερωμένον, ὡς οἱ ναοὶ καὶ τὰ σκεύη· τοῦ δὲ ναοῦ καταπεσόντος μένει ὁ τόπος ἱερός. Οὐκ ἔστι δὲ ἱερὸν ὅπερ τις κατ᾽ οἰκείαν αὐθεντίαν ὡς ἱερὸν ποιήσει· καὶ τίτ. στ΄. ὅτι οὐ κτᾶταί τις τὰ ἱερὰ διὰ τῆς χρονίας νομῆς, οὔτε ἰσχυρῶς τις ἐπερωτᾷ λαβεῖν ἱερὸν, ὡς ἰνστιτουτίων γ΄. τίτ. ιθ΄. καὶ τίτ. κγ΄. ὅτι οὐδεὶς ἐν εἰδήσει ἀγοράζει ἱερόν· εἰ δὲ ἀπατηθεὶς ἠγόρασεν ὡς ἰδιωτικὸν, κινεῖ ἐπὶ τῷ διαφέροντι. Καὶ ἰνστιτουτίων δ΄. τίτ. ιέ. ὅτι κωλύεταί τις ἐν ἱερῷ κτίζειν. Βιβλίον ά. τίτ. ιστ΄. διάταξις ζ΄. Οἱ ἄρχοντες ἐπιβλέπουσι τὰ ἱερὰ καὶ παρασκευάζουσιν αὐτὰ φιλοκαλεῖσθαι. Βιβλίον β΄. τίτ. ιδ΄. διάταξις ξ΄. Οὐ καλῶς τις πακτεύει μὴ καθιεροῦν τὸν ἴδιον τόπον. Βιβλίον στ΄. τίτ. ά. διάταξις κγ΄. Τὰ ἱερὰ ὡς ἡμέτερα ἐκδικεῖν οὐ δυνάμεθα. Βιβλίον ή. τίτ. ά. διάτ. ιδ΄. Ἱεροῦ τόπου παρεντιθεμένου καὶ ἡ δι᾽ αὐτοῦ πάροδος εἰς ἰδιωτικὸν ἐμποδίζεται· δουλεία γὰρ οὐ συνίσταται διὰ τοῦ τοιούτου τόπου. Βιβλίον ιά. τίτ. ζ΄. διάταξις λστ΄. Τὰ ἱερὰ γινόμενα ὑπὸ τοὺς πολεμίους παύεται εἶναι ἱερὰ, ὥσπερ ὁ ἐλεύθερος δουλωθείς· ἀπολυθέντα δὲ τῆς συμφορᾶς ἀναλαμβάνει τὴν προτέραν κατάστασιν. Βιβλίον ιζ΄. τίτ. β΄. διάτ. ξγ΄. ὅτι ἐὰν ἀνιερωθῇ τὸ κοινὸν πρᾶγμα, λύεται ἡ ἐπ᾽ αὐτῷ κοινωνία. Καὶ βιβλίον ιή. τίτ. ά. διάτ. δ΄. στ΄. ξβ΄. Τοῦ ἱεροῦ πράγματος ἀγορασία συνίσταται, ἐὰν ἀγνοῇ ὁ ἀγοραστὴς ἱερὸν αὐτὸ εἶναι, καὶ ἔχει κατὰ τοῦ πράτου εἰς ὅπερ αὐτῷ διέφερε μὴ ἀπατηθῆναι· εἰ δὲ γινώσκει ὁ ἀγοραστὴς, οὐ συνίσταται ἡ πρᾶσις. Καὶ διάτ. ογ΄. τοῦ αὐτοῦ τίτ. Τοῦ ἱεροῦ πεσόντος ὁ τόπος οὐ γίνεται βέβηλος, ὅθεν οὐδὲ πωλεῖται.
Κείμενον.
Καὶ βιβλίον κδ΄. τίτ. ά. διάταξις έ. Καλῶς δωροῦμαι τῇ γαμετῇ μου τόπον ἐφ᾽ ᾧ ποιῆσαι ναὸν ἐν αὐτῷ, καὶ γίνεται ὁ τόπος ἱερός. Βιβλίον κζ΄. τίτ. ί. διάτ. ιβ΄. Ὁ τοῦ μαινομένου κουράτωρ οὐ δύναται πρᾶγμα αὐτοῦ καθιεροῦν. Βιβλίον λ΄. διάτ. λθ΄. Ὁ ἱερὸν ληγατεύων δοκεῖ μαίνεσθαι, καὶ οὔτε τὸ τίμημα δίδοται, ἐπειδὴ οὔτε ὅλως πωλεῖται. Βιβλίον λθ΄. τίτλος ά. διάτ. ά. Ἡ περὶ τῆς καινοτομίας παραγγελία χώραν ἔχει, ἵνα μὴ γένηται παρὰ τὸν νόμον ἔργον ἐν ἱερῷ τόπῳ. Τίτ. γ΄. διάτ. ιζ΄. Ἱεροῦ τόπου παρεντιθεμένου δουλεία οὐ συνίσταται. Βιβλίον μά. τίτ. β΄. διάτ. λά. Νέμεσθαι παυόμεθα τόπον γινομένου ἱεροῦ, κἂν μὴ ὡς τοιοῦτον, ἀλλ᾽ ὡς ἰδιωτικὸν αὐτὸν ἔχωμεν. Τίτ. γ΄. διάτ. θ΄. Τὰ ἱερὰ οὐ κτώμεθα διὰ χρονίας νομῆς. Βιβλίον μγ΄. τίτ. ά. διάτ. ά. β΄. Οὐ δεῖ γίνεσθαί τι κατὰ ἱεροῦ τόπου, καὶ γενόμενον ἀποκαθίσταται. Τίτ. ϛ΄. τοῦ αὐτοῦ βιβλίου διάτ. ά. τίτ. ά. Οὐκ ἔξεστί τι ποιεῖν, ἢ ἐμβάλλειν ἐν ἱερῷ τόπῳ ὅπερ ἀμορφίαν καὶ οὐ κόσμον αὐτῷ φέρει· τοῦτο δὲ πρὸς τὰ ἰδιωτικὰ ἱερὰ οὐκ ἀνήκει. Ἡ δὲ φυλακὴ τῶν ἱερῶν τοῖς προεστῶσιν αὐτῶν ἐπιτέτραπται. Τίτ. ή. διάτ. β΄. Κτίζειν οὐκ ἔξεστι κατὰ τόπου ἱεροῦ, ἀλλὰ καὶ τὸ κτισθὲν καταλύεται. Βιβλίον μδ΄. τίτ. στ΄. διάτ. γ΄. Οὐκ ἔξεστι τὸ ἐπίδικον τῷ θεῷ καθιεροῦν, καὶ ὁ τοῦτο ποιήσας δίδωσι τὸ διπλοῦν τῷ ἀντιδίκῳ αὐτοῦ, ὑπὲρ ὧν δυνατωτέρῳ ἀντιδίκῳ αὐτοῦ παρεδόθη.
Κείμενον.
Βιβλίον μέ. τίτ. ά. διάτ. λή. Καλῶς ἐπερωτῶ σε κτίσαι ἱερὸν, καὶ ἡ ἐπὶ τῷ τοιούτῳ γὰρ μίσθωσις ἔῤῥωται. Διάταξις πγ΄. Οὐ δυνατὸν ἱερὸν ἐπερωτᾶν, κἂν εἰ δύναται γενέσθαι ἰδιωτικόν· εἰ γὰρ καὶ ἰδιωτικὸν ἐπερωτηθῶ τόπον, καὶ συμβῇ αὐτὸν χωρὶς δόλου μου καθιερωθῆναι, ἐλευθεροῦμαι, καὶ εἰ συμβῇ ἔκ τινος νόμου γενέσθαι πάλιν ἰδιωτικὸν τὸν τόπον, οὐκ ἐνέχομαι. Οὐ δύναμαι δὲ ἱερὸν ἐπερωτᾶν ὑφ᾽ αἵρεσιν τὴν ὅταν ἰδιωτικὸν γένηται· ἐκεῖνα γὰρ ἐπερωτᾶν δυνάμεθα, ὅσα κατὰ τὸν καιρὸν τῆς ἐπερωτήσεως τῆς χρήσεως καὶ τῆς δεσποτείας ἡμῶν εἶναι δύναται. Διάταξις ϟά. Ἐὰν τὸ ἐπερωτηθὲν πρᾶγμά ἐστι μὲν ἐν φύσει, οὐ δύναται δὲ δοθῆναι διὰ τὸ τυχὸν αὐτὸ γενέσθαι ἱερόν· εἰ μὲν ἐν καιρῷ τῆς ἐπερωτήσεως ἢ μετὰ ταῦτα τοῦ ἐπερωτηθέντος ἦν, καὶ οὕτω γέγονε ἱερὸν, ἐνέχεται· ὥσπερ δὲ δι᾽ ἑτέρου πωλήσαντος αὐτὸ γέγονεν ἱερόν. Εἰ δὲ τοῦ πράγματος ὄντος ἀλλοτρίου συμβῇ δι᾽ ἑτέρου ἱερὸν γενέσθαι, οὐκ ἐνέχεται ὁ ἐπερωτηθεὶς, εἰ μὴ μετὰ τὸ ποιῆσαι αὐτὸν ὑπέρθεσιν γέγονε τὸ πρᾶγμα ἱερόν. Διάτ. ρλζ΄. Ἀνισχύρως ἐπερωτῶ ὑφ᾽ αἵρεσιν ὑπὸ τοῦ νόμου κεκωλυμένην, οἷον δίδως, ἐάν τις πωλήσῃ τὸ ἱερὸν, εἰ καὶ δυνατόν ἐστιν ὕστερον ἐναλλαγῆναι τὸ δίκαιον αὐτοῦ,
Κείμενον.
Βιβλίον μζ΄. τίτλος κβ΄. διάτ. β΄. Οἱ σὺν ὅπλοις κατέχοντες τόπον ἱερὸν ὑπόκεινται ποινῇ· κινεῖται γὰρ κατ᾽ αὐτῶν ὁ περὶ καθοσιώσεως νόμος. Καὶ βιβλίον μή. τίτ. δ΄. διάτ. ἁ., βιβλίον ν΄. τίτ. ιστ΄. διάτ. ιζ΄. Τὰ ἱερὰ οὐκ εἰσὶ δημόσια.
Κείμενον.
Βιβλίον λγ΄. τίτ. ά. διάτ. κ΄. Ἐὰν ληγατεύσω τοῖς ἱεροφύλαξι δέκα νομίσματα δίδοσθαι τῷ καιρῷ τῆς ἑορτῆς, αὐτῷ τῷ ἱερῷ δοκῶ τὰ ί. νομίσματα καταλιπεῖν ἐτήσια. Βιβλίον λδ΄. τίτ. ά. διάτ. ιζ΄. Ἐὰν ἀφορίσας δούλους μου εἰς παραφυλακὴν τοῦ παρ᾽ ἐμοῦ κτιζομένου ἱεροῦ ληγατεύσω αὐτοῖς ἐτήσια πρὸς ἀποτροφὴν, καὶ βεστιάριον, λαμβάνουσιν ἀπό μου τελευτῆς μέχρις οὗ πληρωθῇ ὁ ναός· δοῦλοι δὲ μένουσι τοῦ κληρονόμου οὓς ὁ διαθέμενος εἰς παραφυλακὴν τοῦ αὐτοῦ κτισθέντος ἱεροῦ ἀφώρισεν, εἰ μὴ αὐτοὺς ἠλευθέρωσεν, ὡς βιβ. μ΄. τίτ. ιβ΄. διάτ. λέ. βιβ. κδ΄. τίτ. ά. διάτ. έ. Καλῶς δωροῦμαι τῇ γαμετῇ μου πρᾶγμα ἐφ᾽ ᾧ τῷ θεῷ προσαγαγεῖν αὐτό. Βιβ. λδ΄. τίτ. β΄. διάτ. λζ΄. Ἐὰν εἴπω γενέσθαι σταυροὺς ἀπὸ ἑκατὸν λιτρῶν καὶ ἀνατεθῆναι τῷ δε τῷ ἱερῷ, πάντες δὲ οἱ ἐν τῷ αὐτῷ ἱερῷ ὄντες ἀργυροῖ καὶ χαλκοῖ εἰσιν, οὐ μὴν χαλκοῦς δίδωσιν, οὔτε χρυσοῦς ἀναγκάζεται ποιεῖν, ἀργυροῦς δὲ ὁ κληρονόμος ἀναγκάζεται.
Κείμενον.
Βιβ. λέ. τίτ. β΄. διάτ. ά. Καὶ ἐπὶ τοῖς τῷ θεῷ ληγατευομένοις, χώρα τῷ φαλκιδίῳ. Βιβ. ν΄. τίτ. ιβ΄. διάτ. β΄. Ἐάν τις πρᾶγμα καρποφορήσῃ, γίνεται αὐτὸς ἔνοχος, οὐ μὴν τὸ πρᾶγμα· ὅταν δὲ τὸ πρᾶγμα καταβληθῇ, αὐτὸ μὲν ἱερὸν οὐ γίνεται, ἐλευθεροῦται δὲ ὁ ἐπαγγειλάμενος· ἐκ δὲ τῆς τοιαύτης ἐπαγγελίας ἐνέχονται αὐτεξούσιοι ἔφηβοι, οὐ μὴν ὑπεξούσιοι ἔφηβοι παρὰ γνώμην τῶν πατέρων ἢ τῶν δεσποτῶν. Εἰ δέ τις τὸ ί. μέρος καρποφορήσῃ τῶν αὐτοῦ πραγμάτων, ἕως ἂν αὐτὸ χωρίσῃ, οὐ παύεται εἶναι τῆς οὐσίας αὐτοῦ· εἰ δὲ τελευτήσει μὴ χωρίσας, ἐνέχονται οἱ κληρονόμοι αὐτοῦ, διαβαίνει γὰρ εἰς κληρονόμους ἡ τῆς καρποφορίας ἐνοχή. Βιβ. α΄. τοῦ κώδικος τίτ. β΄. διάτ. ά. Ἔξεστι τῷ βουλομένῳ καταλιμπάνειν ἐν τελευταίᾳ βουλήσει ταῖς ἁγίαις ἐκκλησίαις· βεβαίας γὰρ εἶναι δεῖ τὰς τῶν τελευτώντων βουλήσεις. Διάτ. ιγ΄. Ἐν ἐῤῥωμένῃ διαθήκῃ, ἢ κωδικέλλῳ, ἢ ἀγράφῳ βουλήσει ἔξεστι ταῖς χήραις, καὶ ταῖς διακονίσσαις, καὶ ταῖς ἱεραῖς παρθένοις, καὶ ταῖς μοναστρίαις, καὶ ταῖς ἄλλαις ἱεραῖς καταλιμπάνειν ἐκκλησίαις, καὶ κληρικοῖς, καὶ μοναχοῖς, καὶ πτωχοῖς, ἐν ἐνστάσει, καὶ ὑποκαταστάσει, καὶ ληγάτοις, καὶ φιδεϊκομμίσοις ἰδικοῖς καὶ καθ᾽ ὁμάδα.
Κείμενον.
Διάταξις ιθ΄. Αἱ γινόμεναι μέχρι πεντακοσίων νομισμάτων δωρεαὶ ἀνεμφανίστως εἰς ἐκκλησίαν, ἢ ξενοδοχεῖον, ἢ νοσοκομεῖον, ἢ ὀρφανοτροφεῖον, ἢ βρεφοτροφεῖον ἢ πτωχεῖον, ἔῤῥωνται· αἱ δὲ λοιπαὶ κἂν εἰς εὐσεβεῖς αἰτίας γένωνται, χρήζουσιν ἐμφανείας, καὶ αἱ λεχθεῖσαι ὑπὲρ τὰ πεντακόσια νομίσματα οὖσαι, ἐξῃρημένων τῶν βασιλικῶν δωρεῶν. Διάταξις κβ΄. Τὰ εἰς εὐαγεῖς οἴκους ἀπὸ φιλοτιμίας βουλευτικῆς ἐρχόμενα οὐχ ὑπόκεινται τῇ τῶν ἐπικερδῶν ἤτοι λουκρατίβων διαγραφῇ. Διάταξις κγ΄. Ἐάν τι δωρηθῇ, ἢ κληρονομία, ἢ ληγάτον εὐαγεῖ τόπῳ καταλειφθῇ εἰς ἀνάῤῥυσιν αἰχμαλώτων, κινητὸν ἢ ἀκίνητον, ἁρμόζουσι περσοναλίαι, καὶ ἰν ῥὲμ, καὶ ὑποθηκαρίαι, καὶ μόνῃ τῇ τῶν ἑκατὸν ἐνιαυτῶν ἐκβάλλονται παραγραφῇ· οὗτος γὰρ ὁ χρόνος ἐστὶ τοῦ μακροβίου ἀνθρώπου. Διάταξις κέ. Ἐάν τις γράψῃ τὸν δεσπότην Χριστὸν κληρονόμον, μὴ προσθεὶς εὐκτηρίου προσηγορίαν, ἡ ἐκκλησία τοῦ τόπου καθ᾽ ἣν ἦν ὁ τελευτήσας δοκεῖ γεγράφθαι. Τὸ αὐτὸ καὶ ἐπὶ ληγάτου, καὶ προχωρεῖ εἰς ἀποτροφὴν πτωχῶν. Εἰ δέ τινι τῶν ἁγίων ἀγγέλων ἢ μαρτύρων καταλίπῃ μὴ μνημονεύσας οἴκων· εἰ μέν ἐστιν ἐν ἐκείνῃ τῇ πόλει ἢ τῇ ἐνορίᾳ αὐτῆς τοιοῦτος οἶκος, αὐτὸς λαμβάνει· εἰ δὲ μή ἐστιν, ὁ ἐν τῇ μητροπόλει λαμβάνει· εἰ δὲ μήτε ἐκεῖ τοιοῦτός ἐστιν οἶκος, αἱ κατὰ τὸν τόπον ἐκκλησίαι λαμβάνουσιν αὐτὰ, τῶν ἄλλων οἴκων αὐταῖς παραχωρούντων, εἰ μὴ δειχθῇ ὁ τελευτήσας ἕτερον ἐνθυμηθεὶς καὶ ἕτερον εἰπών· τότε γὰρ τὸ ἀληθὲς καὶ οὐ τὸ γεγραμμένον κρατεῖ. Εἰ δὲ τόπον εἴπῃ ῥητὸν, εὑρεθῶσι δὲ πολλοὶ τοῦ αὐτοῦ ὀνόματος ἐν τῇ πόλει, ἢ τῇ περιοικίδι, εἰ μὲν πρός τινα τούτων εἶχε μείζονα προσπάθειαν, ἢ συνεχῶς ἐκεῖ ἐφοίτα, αὐτῷ δοκεῖ καταλελεῖφθαι· τοιούτου δέ τινος μὴ εὑρισκομένου, ὁ μᾶλλον ἐκ τῶν τοιούτων οἴκων ἐνδεὴς λαμβάνει τὸ καταλειφθέν.
Κείμενον.
Καὶ τίτλου τρίτου τοῦ αὐτοῦ βιβλίου διάταξις κδ΄. φησὶν ἐῤῥῶσθαι τὸ τοῖς πτωχοῖς καταλιμπανόμενον. Διάταξις κή. τοῦ αὐτοῦ τίτ. Ἔῤῥωται τὸ καταλιμπανόμενον εἰς ἀνάῤῥυσιν αἰχμαλώτων. Καὶ εἰ μὲν εἶπεν ὁ διαθέμενος τὸν ὀφείλοντα ὑπουργῆσαι τῷ πράγματι, αὐτὸς ἀπαιτεῖ, καὶ κατὰ τὴν οἰκείαν συνείδησιν πληροῖ τὴν διατύπωσιν· εἰ δὲ μὴ εἶπε τὸ πρόσωπον, ὁ τῆς πόλεως ἐπίσκοπος ἐν ᾗ ὁ διαθέμενος ἐτέχθη, λαμβάνει τὸ καταλειφθὲν, φανερὸν ἐπὶ πράξεως δῶρον παρὰ τῷ ἄρχοντι συνισταμένης τὸ ποσὸν τῶν δοθέντων αὐτῷ χρημάτων, καὶ μετ᾽ ἐνιαυτὸν τὸν ἀριθμὸν τῶν ἀναῤῥυσθέντων καὶ τῶν ὑπὲρ αὐτῶν δοθέντων. Εἰ δὲ βάρβαρος ἦν ὁ διαθέμενος, καὶ περὶ τῆς αὐτοῦ πόλεως ἀμφιβάλλεται, ὁ ἐπίσκοπος τοῦ τόπου καθ᾽ ὃν ἐτελεύτησε, λαμβάνει τὰ χρήματα, καὶ πληροῖ τὸ διατυπωθέν· ὁ δὲ γινώσκων τὸ καταλειφθὲν καλῶς ποιεῖ λέγων τῷ ἄρχοντι καὶ τῷ ἐπισκόπῳ, καὶ οὐκ ἔστι δηλατήριος. Ἡ τρίτη διάταξις τοῦ δευτέρου τίτλου τῶν νεαρῶν εἶπε, τὸν ἐπίσκοπον τῆς πόλεως, ἐν ᾗ τὴν οἴκησιν εἶχεν ὁ διαθέμενος, λαμβάνειν τὰ χρήματα, καὶ ποιεῖν τὰ διατυπωθέντα. Διάταξις μέ. Ἐὰν ἐτήσιον διηνεκὲς ληγατευθῇ, ἢ δωρηθῇ τόποις εὐαγέσιν, ἢ κλήρῳ, ἢ μοναχοῖς, ἢ μοναστρίαις, ἢ πτωχοῖς, καὶ ἁπλῶς εὐαγέσιν οὐκ ἀπηγορευμένοις συστήμασιν, οὐκ ἔξεστιν ἐπ᾽ αὐτοῖς διαλύεσθαι, εἰ μὴ δοθῇ πρόσοδος εὐθαλὴς, μηδὲ βεβαρημένη δημοσίοις, καὶ προσθήκη οὐχ ἧττον τοῦ τετάρτου τῆς καθαρᾶς προσόδου μέρος ἔχουσα, μηδέποτε ἐκποιηθησόμενα. Δεῖ δὲ καὶ συνθήκας, καὶ διαλύσεις ἐγγράφους ἐπὶ τούτῳ γίνεσθαι, καὶ ἐν ὑπομνήμασιν ἐμφανίζεσθαι. Εἰ δὲ παρὰ ταῦτα, ἐκπίπτει τοῦ δοθέντος χρυσίου ὁ διαλυσάμενος, καὶ ἐκδικεῖ τὸ πρᾶγμα ὁ εὐαγὴς οἶκος, ἔχων εἰς ὑποθήκην τὰ πράγματα τοῦ καταλιπόντος, καὶ ἐπὶ καρποῖς, καὶ προσόδοις, καὶ πάσῃ νομίμῳ ἐπαυξήσει, καὶ οὐκ ἀντίκειται τῇ ἀγωγῇ χρονία παραγραφὴ, κατ᾽ ἐνιαυτὸν γὰρ τίκτεται. Τῷ μέν τοι δεδωκότι τὸ χρυσίον ὑπόκειται ὁ συμβαλὼν αὐτῷ μετὰ κληρονόμων, καὶ οἴκοθεν αὐτὸ δίδωσιν, ὡς ἡ νέ. διάτ. τοῦ αὐτοῦ τίτλου.
Κείμενον.
Ἡ δὲ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν, ἐπὶ τοῦ τοιούτου ληγάτου φησίν· Εἰ μὲν οἱ διδόναι καὶ οἱ λαμβάνειν κελευσθέντες, ἢ ὁ τόπος ἐξ οὗ ἐτυπώθη δίδοσθαι ἐν τῇ αὐτῇ ἢ τῇ γείτονι ἐπαρχίᾳ εἴησαν, μηδενὶ τρόπῳ τὸ ληγάτον ἐκποιεῖσθαι. Εἰ δὲ ποῤῥωτέρω εἰσὶν, ἔξεστιν ἑκατέρου μέρους συναινοῦντος, πλησίον ὑπὲρ αὐτοῦ λαμβάνειν πρόσοδον εὔπορον, καὶ μετὰ προσθήκης τοῦ δ΄. τῆς καταλειφθείσης ποσότητος μὴ βεβαρημένης πολλοῖς τελέσμασιν. Εἰ δὲ πωλῆσαι τὸ ληγάτον βούλοιντο, μὴ λαμβανέτωσαν ἥττονα τιμὴν τοῦ συναγομένου ἐπὶ λέ. ἐνιαυτοὺς ἀπὸ τοῦ ληγάτου, ὥστε μέν τοι τὸ τίμημα, εἰς τὸ συμφέρον τοῦ σεβασμίου οἴκου, ᾧ κατελείφθη προχωρῆσαι.
Κείμενον.
Ἡ δὲ μή. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβ. φησὶν, ὅτι ἐῤῥωμένως γράφει τις αἰχμαλώτους κληρονόμους, καὶ λαμβάνει τὴν κληρονομίαν ὁ ἐπίσκοπος, καὶ ὁ τῆς πόλεως οἰκονόμος, ἐν ᾗ τὴν οἴκησιν εἶχε, καὶ δαπανῶσιν εἰς ἀνάῤῥυσιν τῶν αἰχμαλώτων, ἢ τὰς τιμὰς τῶν πραγμάτων, ἢ τὰς προσόδους τῶν ἀκινήτων, παρακρατοῦντες φαλκίδιον, καὶ ἐνάγονται ἐπὶ τοῖς χρέεσι. Καὶ τοὺς πτωχοὺς καλῶς τις γράφει κληρονόμους· καὶ ἐὰν μὴ προσδιορίσηται ποίους, ὁ ξενοδόχος τῆς αὐτῆς πόλεως λαμβάνει τὰ πράγματα, καὶ ἐκ τῆς διαπράσεως αὐτῶν ἀγοράζει πρόσοδον. Εἰ δὲ πολλοὶ ξενῶνές εἰσιν ἐν τῇ πόλει, ὁ μᾶλλον ἀπορώτερος αὐτὰ λαμβάνει, τὰ περὶ τούτου δοκιμάζοντος τοῦ ἐπισκόπου, καὶ τῶν ὑπ᾽ αὐτὸν κληρικῶν. Εἰ δὲ μὴ ἔχῃ ξενῶνα ἡ πόλις, διανέμονται τὰ πράγματα διὰ τοῦ ἐπισκόπου, ἢ τοῦ οἰκονόμου εἰς τοὺς πτωχοὺς, ἢ ἄλλως ἐνδεεῖς μὴ παρακρατουμένου φαλκιδίου. Εἰ δὲ πρὸς δῆλον ἢ ἄδηλον ὄνομα ἐκκλησίας, ἢ εὐαγοῦς οἴκου ἀπιδὼν κατέλιπεν, αὐτὸς λαμβάνει μόνος, μὴ ὑφιστάμενος φαλκίδιον. Ἡ δὲ τρίτη διάταξις τοῦ δευτέρου τίτλου τῶν νεαρῶν λέγει, ὅτι τοῖς πένησι διὰ τοῦ ἐπισκόπου διανέμονται. Καὶ ἡ πεντηκοστὴ δευτέρα διάταξις τοῦ τρίτου τίτλου τοῦ πρώτου βιβλίου τοῦ κώδικός φησιν, ὅτι ἐάν τις βαρυνθῇ ὑποκαταστάσει ἢ ἀποκαταστάσει ἐξ ἀπαιδίας, καὶ μὴ βουληθῇ γαμῆσαι δι᾽ ἄσκησιν, μένει ἔχων τὰ πράγματα καὶ δαπανᾷ ταῦτα περιὼν, ἢ καταλιμπάνει ὡς θέλει, εὐσεβῶς μέν τοι. Εἰ δὲ καὶ ὑπὸ αἵρεσιν παιδοποιίας καταλειφθῇ αὐτοῖς, ἔχουσιν αὐτὰ, καὶ μὴ παιδοποιοῦντες. Τὸ αὐτὸ καὶ ἐπὶ παρθενευούσαις, καὶ ἐπὶ τοῖς γαμεῖν κωλυομένοις κληρικοῖς. Ἡ δὲ δευτέρα διάταξις τοῦ πρώτου τίτλου τῶν νεαρῶν λέγει, ὅτι ὁ βεβαρημένος ληγάτῳ, ἢ ἀποκαταστάσει ὑπὸ αἵρεσιν γάμου, ἢ ἀπαιδίας, ἢ ἐὰν οὕτω δωρηθῇ ἢ ἐαθῇ τινι, καὶ γένηται κληρικὸς, ἢ μοναχὸς, ἢ διακόνισσα, ἢ ἀσκήτρια, σβέννυται ἡ ἀποκατάστασις· ἀλλ᾽ ἐπὶ μὲν κληρικῶν καὶ διακονισσῶν τῶν ἐκκλησιῶν, κρατεῖ ὅτε μέχρι τῆς ἰδίας ζωῆς τοῖς τοιούτοις ἐπιμένοιεν· καὶ τὰ ὑπὸ τοιαύτην αἵρεσιν δωρηθέντα, ἢ καταλειφθέντα εὐσεβῶς δαπανήσουσιν, ἢ καταλιποῦσιν· οἱ γὰρ μοναχοὶ καὶ ἀσκήτριαι κἂν τῶν μοναστηρίων αὐτῶν ἐξέλθωσιν, ὅμως τὰ τοιαῦτα πράγματα μετὰ τῶν ἄλλων αὐτῶν πραγμάτων τοῖς μοναστηρίοις διαφέρει. Εἰ δὲ ἐπὶ ἀναῤῥύσει αἰχμαλώτων, ἢ πτωχῶν ἀποτροφῇ ὑπὸ τὰς εἰρημένας αἱρέσεις ἡ ὑποκατάστασις γένηται, ἐξ οὐδενὸς τῶν εἰρημένων ἀποκλείεται τρόπων.
Κείμενον.
Λέγει δὲ ἡ ά. καὶ μόνη διάταξις τοῦ μή. τίτλου τοῦ στ΄. βιβλίου τοῦ κώδικος, ὅτι ἔῤῥωται τὸ καταλιμπανόμενον θεμιτῷ συστήματι, ἢ σωματείῳ, οἷον συγκλητικοῖς, ἢ βουλῇ, ἢ τάξει ἄρχοντος, ἢ ἰατροῖς, ἢ διδασκάλοις, ἢ συνηγόροις, ἢ στρατιώταις, ἢ ὁμοτέχναις, ἢ ἱερεῦσιν, ἢ ἑτέρῳ τινί· καὶ μερίζονται κατὰ πρόσωπον ἐξ ἴσου οἱ ἐν τῷ καιρῷ τῆς τελευτῆς ἐν τῷ καταλόγῳ εὑρισκόμενοι, εἰ μὴ ῥητὸν ποσὸν ὁ διαθέμενος ἑκάστῳ ὁρίσῃ. Καὶ ἐν τῷ τέλει τῆς αὐτῆς διατάξεως, ὅτι ἐὰν πρὸς ἅπαξ, ἢ ἐτήσιον καταλειφθῇ εὐσεβῶς, ἢ ἐκκλησίαις, ἢ ξενῶσιν, ἢ πτωχείοις, ἢ εὐαγέσιν οἴκοις, ἢ κοινῷ κληρικῷ, ἢ εἰς αἰχμαλώτων ῥύσιν, ἢ αὐτοῖς τοῖς πτωχοῖς, ἢ τοῖς αἰχμαλώτοις, κρατεῖ ἡ τοῦ τελευτήσαντος βούλησις. Ἰνστιτουτιῶνος τρίτου τίτλος κζ΄. Ἔστιν ὅτε τὸ κατὰ πλάνην ἰνδεβίτως διδόμενον οὐ ῥεπετιτεύεται, ὡς ἐπὶ τῶν ληγατευομένων εὐαγέσιν οἴκοις σκοπῷ θρησκείας ἢ εὐσεβείας· ἰνστιτουτιῶνος τετάρτου τίτλος ιστ΄. Τὸ ληγατευόμενον εὐαγέσιν οἴκοις ἐξ ἀρνήσεως διπλασιάζεται. Φησὶ δὲ καὶ ἡ δευτέρα διάταξις τοῦ δευτέρου βιβλίου τῶν νεαρῶν, ὡς ἐάν τινες οἱῳδήποτε σεβασμίῳ οἴκῳ ὁπουδήποτε καθεστῶτι ἄπορον κτῆσιν δωρήσωνται, ἢ πωλήσωσιν, ἢ ἑτέρῳ τρόπῳ παράσχωσιν, ἢ καταλίπωσι, μὴ βλάπτεσθαι τὸν σεβάσμιον οἶκον, ἢ δημοσίῳ ὀνόματι, ἢ ἄλλης οἱασοῦν αἰτίας χάριν βαρύνεσθαι, ἀλλ᾽ ἅπαν τὸ τοιοῦτον βάρος, εἰς τοὺς δεδωκότας καὶ τοὺς αὐτῶν κληρονόμους ἐπανιέναι, ἀναγκαζομένους καὶ τὰς δοθείσας κτήσεις ἀναλαβεῖν, καὶ πᾶσαν ζημίαν προσγενομένην τῷ εὐαγεῖ οἴκῳ ἀποκαθιστᾶν. Εἰ δὲ κατά τινα δόλον, καί τινα ὑπὲρ τῶν τοιούτων ἀπόρων ἐδόθη τοῖς εὐαγέσιν οἴκοις, τὰ μὲν δοθέντα τὸν σεβάσμιον οἶκον ἀποκερδαίνειν, τὰ δὲ ἄπορα πράγματα τῷ δεδωκότι καὶ τοῖς αὐτοῦ κληρονόμοις ἀποκαθίστασθαι. Ἡ δὲ ά. διάτ. τοῦ αὐτοῦ τίτ. φησὶν, ὅτι ὁ τοιοῦτό τι πράξας οἰκονόμος, ἢ ἡγούμενος, ἢ ξενοδόχος, ἢ νοσοκόμος, ἢ πτωχοτρόφος, ἢ ὀρφανοτρόφος, ἢ γεροντοκόμος, οἴκοθεν τῷ δεδωκότι θεραπεύσει τὴν ἐντεῦθεν αὐτῷ συμβᾶσαν ζημίαν.
ΚΕΦΑΛΑΙΟΝ. Β΄.
Περὶ ἱερῶν σκευῶν καὶ ἀναθημάτων. Ἀποστόλων κανὼν ογ΄. Συνόδου ά. καὶ β΄. συγκροτηθείσης ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ά. ι΄. Κυρίλλου ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς κεφ. β΄.
Κείμενον.
Ἡ ιζ΄. διάτ. τοῦ β΄. τίτλου τοῦ ά. βιβλίου τοῦ κώδικός φησιν, ὅτι κινητῶν ὑπόντων ἔξωθεν τῶν ἱερῶν σκευῶν, ἀργεῖ τῶν ἀναγκαίων ἀκινήτων καὶ τῶν ἱερῶν ἡ ἐκποίησις, καὶ ἡ ὑποθήκη. Καὶ ἡ κά. διάταξις τοῦ αὐτοῦ τίτλου φησὶν, ὅτι ὁ μὴ δι᾽ ἀνάῤῥυσιν αἰχμαλώτων ἱερὰ σκεύη ἀγοράζων, ἢ ἁπλώματα, ἢ λαμβάνων εἰς ὑποθήκην ἢ ἐνέχυρον, καὶ τῶν τιμῶν καὶ τοῦ χρέους ἐκπίπτει, καὶ ἐκδικοῦνται διὰ τῶν ἐπισκόπων, καὶ οἰκονόμων, καὶ σκευοφυλάκων, εἰ καὶ ἐχωνεύθησαν, ἢ καὶ αἱ τιμαὶ αὐτῶν ἀπαιτοῦνται, εἰ καὶ μὴ φαίνονται. Φησὶ βιβλίον ιή. τίτ. ά. διάτ. ξβ΄. ὅτι ὁ ἐν ἀγνοίᾳ τὸ ἱερὸν ὡς ἰδιωτικὸν ἀγοράζων, εἰ καὶ μὴ συνίσταται ἡ πρᾶσις, ὅμως ἔχει κατὰ τοῦ πράτου εἰς ὅπερ αὐτῷ διέφερε μὴ ἀπατηθῆναι. Καὶ Ἰνστιτουτίων β΄. τίτ. ά. φησὶν, ὅτι τὰ ἱερὰ σκεύη οὔτε πιπράσκεται, οὔτε ὑποτίθεται εἰ μὴ διὰ λύσιν αἰχμαλώτων· ἡ δὲ ά. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐπιτιμίοις ὑποβάλλει τοὺς ἱερὰ σκεύη παρὰ τὸν νόμον ἐνεχυράζοντας, ἢ πωλοῦντας, ἢ χωνεύοντας, ἢ ἐκποιοῦντας, εἰ μὴ διὰ λύσιν αἰχμαλώτων.
Κείμενον.
Ἡ δὲ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. φησὶν ὥστε τὰ ἱερὰ σκεύη τῆς ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, καὶ τῶν ὁπουδήποτε κειμένων εὐκτηρίων, μὴ ἄλλως πιπράσκεσθαι, ἢ ὑποτίθεσθαι εἰ μὴ εἰς ἀνάῤῥυσιν αἰχμαλώτων. Εἰ δὲ πλείονα εἶεν σκεύη μηδεμίαν ἀναγκαίαν ποιοῦντα χρῆσιν, συμβῇ δέ τινα τῶν εὐαγῶν οἴκων βαρύνεσθαι χρέεσι, καὶ μὴ ὕπεστιν ἕτερα κινητὰ πράγματα ἐξ ὧν ὀφείλει διδόναι τὰ χρέη, ἄδεια ἔσται, συνισταμένης πράξεως ἀζημίως, ἐπισκόπου μὲν ἐκποιοῦντος παρὰ τῷ μητροπολίτῃ, μητροπολίτου δὲ παρὰ τῷ ἰδίῳ πατριάρχῃ, τὰ περιττὰ σκεύη ἄλλοις εὐαγέσιν οἴκοις χρείαν ἔχουσι πωλεῖν, ἢ χωνεύειν καὶ πιπράσκειν, καὶ τὴν τιμὴν αὐτῶν εἰς τὸ χρέος παρέχειν, ὥστε μὴ τὰ ἀκίνητα αὐτῶν ἐκποιεῖσθαι. Λέγει δὲ βιβλίον ά. τίτ. τή. διάταξις ιγ΄. ὅτι οἱ ἄρχοντες ἀναζητοῦσι τοὺς ἱεροσύλους· καὶ βιβλίον ι΄. τίτ. β΄. διάτ. δ΄. ὅτι τὰ ἐξ ἱεροσυλίας κτηθέντα οὐ διαιροῦνται οἱ κληρονόμοι· καὶ βιβλίον μέ. τίτ. ά. διάτ. κστ΄. ὅτι ἀνισχύρως τις ὁμολογεῖ ἱεροσυλεῖν, καὶ οὐχ ἁρμόζει ἐκ τούτου ἀγωγῇ.
Κείμενον.
Καὶ βιβ. μή. τίτ. δ΄. διάτ. ά. ὅτι ὅμοιόν ἐστι τὸ ἔγκλημα τῆς καθοσιώσεως τῷ περὶ τῆς ἱεροσυλίας. Καὶ τίτ. ιγ΄. τοῦ αὐτοῦ βιβλίου διάτ. ά. Ὁ περὶ τῆς ἱεροσυλίας κινεῖται νόμος κατὰ τοῦ ὑφελομένου ἐκ τῶν ἱερῶν χρημάτων, ἢ στρέψαντος εἰς ἰδίας χρείας, ἢ παρασκευάσαντος κατὰ δόλον γενέσθαι τι τούτων. Διάτ. δ΄. Οἱ ἱερόσυλοι πρὸς τὸ ποιὸν τοῦ ἁμαρτήματος τιμωροῦνται.
Κείμενον.
Διάτ. ϛ΄. Τὸ ἐξ ἱεροῦ ἰδιωτικὰ χρήματα ὑφελέσθαι οὐκ ἔστιν ἱεροσυλία, ἀλλὰ κλοπή. Ἐν δὲ τῷ ιϛ΄. διατάγματι τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλίου λέγει, τὸν τόπον διακρίνειν τὸν κλέπτην ἀπὸ τοῦ ἱεροσύλου. Καὶ βιβλίον ϛ΄. τοῦ κώδικος τίτ. β΄. διατ. γ΄. ὅτι ὁ κλέπτων τὸ μήπω τῷ Θεῷ καθιερωθὲν ὡς κλέπτης ἐνάγεται.
Κείμενον.
Βιβλίον μή. τίτ. ιγ΄. διάτ. ζ΄.. Ἡ τοῦ ἱεροσύλου ποινὴ ἀπὸ τῆς ποιότητος τῶν προσώπων, καὶ τοῦ ἁμαρτήματος, καὶ τοῦ καιροῦ, καὶ τῆς ἡλικίας, καὶ τῆς φύσεως, ἢ βαρυτέρα, ἢ ἐλαφροτέρα ἐπιφέρεται· τινὲς γὰρ θηρίοις παραδίδονται, τινὲς καίονται, τινὲς φουρκίζονται· μεμετρημένη δὲ ποινή ἐστι τὸ παραδοθῆναι θηρίοις τὸν νυκτερινὸν ἱερόσυλον, τὸν ἡμερινὸν δὲ μέτριόν τι ἱεροσυλοῦντα μεταλλίζεσθαι, τὸν δὲ τίμιον δεπορτατεύεσθαι. Διάτ. ιά. Οἱ ἱερόσυλοι κεφαλικῶς κολάζονται· ἱερόσυλοι δέ εἰσιν οἱ τοὺς δημοσίους ναοὺς κλέπτοντες· οἱ δὲ ἰδιωτικὰ ἱερὰ καὶ τοὺς μικροὺς ναοὺς ἀφυλάκτους ὄντας κλέπτοντες, ἧττον μὲν τῶν ἱεροσύλων, πλέον δὲ τῶν κλεπτῶν τιμωροῦνται. Ὁ δὲ ἐξωτικὸς ὑποκλέπτων τὰ ἱερὰ ὑπόκειται τῷ τῆς ἱεροσυλίας ἐγκλήματι· ὁ γὰρ τὴν αὐτῶν φυλακὴν πεπιστευμένος, κἂν ὑφέληταί τι ἐξ αὐτῶν, οὐχ ὑπόκειται τούτῳ τῷ νόμῳ. Διάτ. ιβ΄. Δεπορτατεύεται ὁ ἐμβάλλων ἄνθρωπον κιβωτῷ, καὶ παραθέμενος αὐτὸν ἐν ναῷ, ἐὰν ἐκεῖνος ἐξιὼν τῆς κιβωτοῦ κλέψῃ τινὰ τοῦ ἱεροῦ. Διάτ. ιστ΄. Τὸ τῆς ἱεροσυλίας καὶ κατὰ κληρονόμων ἁρμόζει· περὶ γὰρ χρημάτων ὑφαιρεθέντων ἐστὶν ἐν αὐτῷ ζήτησις.
ΚΕΦΑΛΑΙΟΝ Γ΄.
Περὶ κληρικῶν ἀποσχιζόντων, καὶ παρὰ γνώμην τῶν ἐπισκόπων ἱστώντων θυσιαστήρια. Ἀποστόλων κανὼν λά. Συνόδου Ἀντιοχείας κανὼν έ. Συνόδου Καρθαγένης κανὼν ί. Συνόδου ϛ΄. κανὼν λά. Συνόδου ά. καὶ β΄. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ιβ΄. ιγ΄. ιδ΄. ιέ.