Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
3. On Sorcery
ΠΕΡΙ ΓΟΗΤΕΙΑΣ.
Τοὺς μέντοι γοητείαν, ἢ φαρμακείαν ἐξαγορεύοντας ὁ μὲν θεῖος Βασίλειος ἐν τῷ ἑξηκοστῷ πέμπτῳ Κανόνι τῷ τῶν φονέων ὑπάγει κρίματι εἰς εἴκοσι χρόνους διήκοντι· ἀλλὰ δὴ καὶ τοὺς τοῖς μάντεσιν ἑαυτοὺς ἐπιδιδόντας, ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ Κανόνι, εἴ γε τἀκείνων συνέθεντο τηνικάδε φρονεῖν. Ὁ δέ γε Νύσσης Γρηγόριος ἐν τῷ δευτέρῳ Κανόνι διαιρέσει καὶ αὖθις χρησάμενος, τοὺς μὲν ἐπ᾽ ἀθετήσει τῆς ἡμῶν πίστεως προσιόντας ἐκείνοις, τὸν χρόνον καὶ αὐτοὺς τῶν ἀρνησαμένων οἰκονομεῖσθαι κελεύει· τοὺς δὲ δι᾽ ἀνάγκην τινὰ καὶ μικροψυχίαν τούτοις προσφεύγοντας, τὸ μέτρον τῶν ἐν πορνείᾳ πλημμελησάντων φυλάττειν παρεγγυᾷ.
Ὁ δὲ ἑξηκοστὸς πρῶτος τῆς ἕκτης Συνόδου Κανὼν, ἐπὶ ἑξαετίαν τοὺς δευτέρους καταδικάζει.
Ὁ δὲ τῆς ἐν Ἀγκύρᾳ εἰκοστὸς τέταρτος, οὐ πλέον τῆς πενταετίας τὴν αὐτῶν ἐπιτιμίαν ἐκτείνει. Ἀνάγνωθι καὶ τὸν τριακοστὸν ἔκτον Κανόνα τῆς ἐν Λαοδικείᾳ Συνόδου, περὶ τῆς τούτων διεξιόντα διαφορᾶς.
Ὁ δὲ Νηστευτὴς Ἰωάννης, τοῖς γοητείαν, ἢ φαρμακείαν ἐξαγορεύουσιν, ἐπὶ τρία ἔτη τὴν τῆς μετανοίας αὐτοῖς οἰκονομίαν συντέμνει, εἴγε προθυμηθεῖεν ἡμέρας ἑκάστης περὶ πλείστου τὴν νηστείαν ποιεῖσθαι, καὶ μετὰ ὥραν ἐννάτην ἀπεσκληκυίᾳ καὶ ξηρᾷ τροφῇ χρῆσθαι, καὶ ὅσον ἀτεχνῶς ἀποζῆν· ἀλλὰ καὶ προσκυνήσεις ποιεῖν διακοσίας πεντήκοντα, τὸ μέτωπον εὐλαβῶς τῇ γῇ προσερείδοντας.
Τούτοις εὐθύνει καὶ τῶν γυναικῶν τὰς ποιούσας περίαπτα, καὶ μαντείας μετερχομένας.