Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John the Faster › Canons

Canons

St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome

11. On Incest

ΠΕΡΙ ΑΙΜΟΜΙΞΙΑΣ.

Τῶν αἱμομιξίᾳ περιπεσόντων, ὁ μὲν εἰς ἀδελφὴν ἰδίαν ἀσχημονήσας, κατὰ μὲν τὸν μέγαν Βασίλειον, εἰς πεντεκαίδεκα ἔτη τῆς κοινωνίας εἴργεται.

Ἡμεῖς δὲ μετὰ ἔτη γ΄. τῆς κοινωνίας αὐτὸν ἀξιοῦσθαι κελεύομεν, εἰ μέχρις ἑσπέρας νηστεύειν αἱρεῖται, καὶ ξηροφαγεῖν, καὶ μετανοίας καθ᾽ ἑκάστην φ΄. ποιεῖν. Ὁ δὲ εἰς νύμφην, κατὰ τὸν μέγαν Βασίλειον εἰς ἕνδεκα ἔτη τῆς κοινωνίας ἐκβάλλεται· ἡμεῖς δὲ φαμὲν εἰς ἔτη δύο, εἰ μετὰ τὴν θ΄. εἴη ξηροφαγῶν, καὶ μετανοίας καθ᾽ ἑκάστην τριακοσίας εἴη ποιῶν. Ἀμελείᾳ δὲ δουλεύων, τὰ ὁρισθέντα τοῖς Πατράσιν ἔτη πληρούτω.

· Contents ·