Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John the Faster › Canons

Canons

St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome

12. On One Who Has Lain with His Mother-in-Law

ΠΕΡΙ ΤΟΥ ΜΙΓΕΝΤΟΣ ΤΗΙ ΙΔΙΑΙ ΠΕΝΘΕΡΑΙ.

Τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπόκειται καὶ ὁ τῇ ἰδίᾳ ἐπιμανεὶς πενθερᾷ, τῆς γυναικὸς αὐτοῦ μὴ χωριζόμενος, κατὰ τὸν λέγοντα νόμον, Τὰ ἐξ ἀρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων οὐκ ἀκυροῦται. Ἀλλὰ κατὰ τὸ νῦν ἔχον ἡ ἱερὰ καὶ θεία Σύνοδος, τοὺς τοιοῦτον ἐξάγιστον εἰργασμένους ἁμάρτημα, εἰς ἑξαετίαν ἀκοινωνήτους μένειν ψηφίζεται, τῷ ὑποτεταγμένῳ Κανόνι δουλεύοντας, μῆνας ἓξ κρεῶν εἰς τροφὴν καθάπαξ ἀπέχεσθαι, εἰς δὲ τὰς ἱερὰς τῆς Ἐκκλησίας συνάξεις διαπαντὸς παραγινομένους, εἰ μήπου νόσος, ἢ ἄλλη ἀπαραίτητός τις χρεία συμβαίη αὐτοῖς, ἐκτὸς ἵστασθαι τῆς Ἐκκλησίας προσκλαίοντας, καὶ τὴν τοῦ ἀνομήματος παρὰ Θεοῦ αἰτουμένους συγχώρησιν· μήτε ἀντίδωρον λαμβάνοντας, μήτε ἁγιάσματος πίνοντας, εἰ μήπου ἡ ἁγία τῶν Φώτων ἐπισταίη παραμονή· μόνον δὲ τὸν εἰς ὄνομα τῆς Παναγίας ἄρτον ὑψοῦντας, εὐλαβῶς ἐσθίειν εἰς ἐνέχυρον τῆς τοῦ Θεοῦ φιλανθρωπίας· ἀλλὰ καὶ τὰς ἱερὰς εἰκόνας ἀδεῶς τοῖς χείλεσι μὴ ἀσπάζεσθαι, εἰ μὴ τὰ τούτων ὑποπόδια μετὰ φρίκης παντοίας. Παρ᾽ ὅλους μέντοι τοὺς ἓξ ἐνιαυτοὺς, καθ᾽ ἡμέραν μετανοίας ποιεῖν ρ΄. ἄνευ σαββάτου καὶ Κυριακῆς· τετράδα δὲ πᾶσαν καὶ παρασκευὴν ξηροφαγίαν ἀσπάζεσθαι, ἰχθύων ἀπεχομένους, καὶ οἴνου, καὶ ἐλαίου· δυσὶ δὲ ἐνιαυτοῖς ἔνδον ἵστασθαι τῆς Ἐκκλησίας κατόπιν τῶν ψαλλόντων, καὶ ἀκροᾶσθαι τῆς θείας ὑμνωδίας· τοὺς δὲ λοιποὺς τρεῖς καὶ τὸν ἥμισυν ἐνιαυτὸν, συνίστασθαι τοῖς πιστοῖς καὶ συνεύχεσθαι· καὶ οὕτω μετὰ τὴν τῶν ἓξ ἐτῶν ἀπαρίθμησιν, τῆς κοινωνίας ἀξιωθῆναι. Πλὴν καὶ ταῦτα παρατηρητέον· ἐλεημοσύνας ποιεῖν κατὰ δύναμιν, μάλιστα δὲ κατὰ τὰς εἰρημένας τῶν ἡμερῶν νηστησίμους, δ΄., φημί, καὶ ϛ΄. Ὅσα γὰρ τούτους ἐσθίειν ἐξῆν τοῦ Κανόνος μὴ ἐπικειμένου, ταῦτα παρέχειν πτωχοῖς, καὶ προτρέπειν ὑπὲρ αὐτῶν εὔχεσθαι· λειτουργίαν τε μίαν, εἰ εὐποροῦσιν, ἑκάστης ἑβδομάδος πέμπειν εἰς τὸν ναόν· ψεύδους τε ἀπέχεσθαι, καὶ ὅρκων, οἷς ἐπιορκία πολλάκις συνέζευκται. Θανατηφόρῳ δὲ νόσῳ περιπεσόντας, ἀξιοῦσθαι τῆς θείας κοινωνίας· ῥαίσαντας δὲ, ἐν ἐκείνῳ πάλιν γίνεσθαι τῆς μετανοίας τῷ βαθμῷ, ᾧ καὶ πρὸ τῆς κατ᾽ ἀνάγκην δοθείσης αὐτοῖς κοινωνίας ὄντες ἐτύγχανον· κατανύξει τε καρδίας, καὶ θερμοῖς δάκρυσι τὸ τῆς ψυχῆς ἄγος ὁπόση δύναμις ἐκκαθαίρειν.

Οὗτος ὁ Κανὼν καὶ γόησι, καὶ μοιχοῖς, καὶ ἀνδροφόνοις ἁρμόδιος, καὶ πᾶσι τοῖς ἐγκλήμασι βαρυτάτοις περιπεσοῦσι, κατὰ τὴν τῶν προσώπων μέντοι σπουδὴν καὶ διάθεσιν περὶ τὴν μετάνοιαν, ἢ συστελλόμενος, ἢ ἐπιτεινόμενος.

· Contents ·