Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John the Faster › Canons

Canons

St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome

13. On Menstruating Women

ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΦΕΔΡΩΙ ΓΥΝΑΙΚΩΝ.

Τὰς ἐν ἀφέδρῳ γυναῖκας, μηδενὸς τῶν ἁγίων ἅπτεσθαι μέχρις ζ΄. ἡμερῶν, ὁ β΄. Κανὼν τοῦ ἁγίου Διονυσίου, ἀλλὰ δὴ καὶ ὁ ζ΄. τοῦ Τιμοθέου διακελεύεται. Τοῦτο καὶ ὁ παλαιὸς παραγγέλλει νόμος. Ἀλλ᾽ οὐδὲ ἀνδράσι μίγνυσθαι συγχωρεῖ· συμβαίνει γὰρ παρὰ τοῦτο ἀσθενῆ καὶ ἐξίτηλα γίνεσθαι τὰ σπειρόμενα. Ἐντεῦθεν καὶ ὁ θεῖος Μωϋσῆς τὸν τοῦ λελωβημένου Πατέρα κατέλευσεν, ὅτι δι᾽ ἀκρασίαν τῆς γυναικὸς τὸν καθαρισμὸν οὐκ ἀνέμεινε.

Τὴν δὲ ἐν τῷ καιρῷ τῆς αὐτῆς ἀκαθαρσίας καταφρονήσασαν καὶ ἁψαμένην τῶν θείων μυστηρίων, μ΄. ἡμέρας ἀκοινώνητον εἶναι κελεύουσι.

· Contents ·