Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
14. On Sodomy
ΠΕΡΙ ΑΡΡΕΝΟΜΑΝΙΑΣ.
Ὁ τὴν ἀσχημοσύνην ἐν ἄῤῥεσι διαπραξάμενος, τῷ μὲν γ΄. τοῦ Νύσσης Κανόνι ἔτη ιή. τῆς κοινωνίας ἐκβάλλεται· τῷ δὲ ξβ΄. τοῦ μεγάλου Βασιλείου ιέ. Ἡμῖν δὲ τρία ἔτη τῆς κοινωνίας εἴργεσθαι τὸν τοιοῦτον ἔδοξε, κλαίοντα καὶ νηστεύοντα, καὶ πρὸς ἑσπέραν ξηροφαγοῦντα, καὶ μετανοίας διακοσίας ποιοῦντα. Περὶ πλείονος δὲ τὴν ῥᾳστώνην ποιούμενος, τὰ ιέ. ἔτη πληρούτω.
Παιδίον δὲ πρός τινος φθαρὲν, εἰς ἱερωσύνην οὐκ ἔρχεται. Εἰ γὰρ κἀκεῖνο διὰ τὸ ἀτελὲς τῆς ἡλικίας οὐχ ἥμαρτεν, ἀλλὰ τὸ αὐτοῦ σκεῦος ἐῤῥάγη, καὶ εἰς ἱερὰν ὑπουργίαν ἄχρηστον γέγονεν. Εἰ δὲ εἰς τοὺς μηροὺς τὴν ῥοὴν ἐδέξατο, προσφόρως ἐπιτιμώμενον, εἰς ἱερωσύνην προβῆναι οὐ κωλυθήσεται.