Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
4. How the Faster Shortened the Years of Penance
ΟΠΩΣ ΤΟΥΣ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ ΧΡΟΝΟΥΣ ὁ Νηστευτὴς συνέτεμε.
Τὸ δὲ οὕτω συντέμνειν ἡμᾶς, φησί, τοὺς τῆς μετανοίας χρόνους, οὐκ ἂν δόξειε μὴ λόγον σῷζον τοῖς ὀρθῶς, ὡς οἶμαι, λογιζομένοις. Ἐπεὶ γὰρ, οὔτε παρὰ τῷ μεγάλῳ Πατρὶ Βασιλείῳ, οὔτε μὴν παρὰ τοῖς ἀρχαιοτέροις τῶν θεσπεσίων ἡμῶν Πατέρων, νηστεία τις, ἢ ἀγρυπνία, ἢ γονυκλισιῶν ἀριθμὸς ὡρίσθη τοῖς ἁμαρτάνουσι, μόνη δὲ τῆς ἱερᾶς ἀποχὴ κοινωνίας, δεῖν ἡμεῖς ᾠήθημεν, τοῖς γνησίως μετανοοῦσι, καὶ τὴν σάρκα σκληραῖς ἀγωγαῖς κατατρύχειν προθυμουμένοις, καὶ βίον εὐγνωμόνως μετιέναι τῆς πρώην κακίας ἀντίῤῥοπον, κατὰ τὸ μέτρον τῆς ἐγκρατείας, ἀντιμετρεῖν αὐτοῖς καὶ τὴν τοῦ χρόνου τῆς μετανοίας ἐλάττωσιν. Οἷον, εἴ τις οἴνου μὴ πίνειν ἐπὶ ῥηταῖς ἡμέραις καταδέξαιτο, ἐνιαυτὸν καὶ ἡμεῖς ἐκρίναμεν ἀφαιρεῖν ἕνα τῆς ὁρισθείσης τῷ αὐτοῦ πταίσματι πρὸς τῶν Πατέρων ἐπιτιμίας. Ὡσαύτως, εἰ κρέως ἐγκράτειαν ἐπαγγέλλεται πρὸς καιρὸν, ἕτερον ἡμεῖς χρόνον ἐκκόπτειν ἐδοκιμάσαμεν, ἢ τυροῦ, καὶ ᾠῶν, ἢ ἰχθύος, ἢ ἐλαίου, καὶ οὕτω καθ᾽ ἑκάστην ἐγκράτειαν ἑνὸς τῶν τοιούτων εἰδῶν, ἕνα χρόνον περιαιρεῖν. Οὐ μὴν ἀλλὰ καὶ εἰ συχναῖς γονάτων κλίσεσι τὸ Θεῖον ἐξευμενίζειν αἱρεῖται, ὁμοίως ποιεῖν· καὶ μάλιστα, εἰ φιλότιμον πρὸς ἐλεημοσύνην, καὶ τῆς δυνάμεως οὐκ ἀποδέουσαν τὴν προαίρεσιν ἐπιδείκνυται. Εἰ δὲ καὶ μετὰ τὸ παράπτωμα τὸν θεοφιλῆ τις καὶ μονότροπον βίον ὑπῆλθεν, ἔτι συντομωτέραν αὐτῷ μνηστεύειν ἄφεσιν καλῶς ἔχειν ἐδοκιμάσαμεν, διὰ βίου μέλλοντι κακοπάθειαν μετιέναι ἀγωγῇ τοιᾷδε προσήκουσαν.