Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John the Faster › Canons

Canons

St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome

5. On the Desiring Part of the Soul

ΠΕΡΙ ΤΟΥ ΕΠΙΘΥΜΗΤΙΚΟΥ ΜΕΡΟΥΣ.

Ὅσα γε δὴ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς ἤρτηται μέρους, οὕτω θεραπευτέον.

Ἡ διὰ τῶν λογισμῶν ἐπὶ τὴν καρδίαν τῆς ἡδονῆς προσβολὴ, ὡς ἁμαρτίαν μήπω ἀπειργασμένη, καὶ ἀνεπιτίμητος τὸ παράπαν.

Ὁ συνδυασμὸς, μετανοίαις ἀποπλύνεται δώδεκα.

Ἡ πάλη, ἢ στεφάνων, ἢ τιμωρίας ἀξία.

Ἡ συγκατάθεσις, αἰτία καὶ ἀρχὴ τῶν ἐπιτιμίων.

Ὁ μολυνθεὶς καθ᾽ ὕπνους τῷ τῆς ἐκρύσεως πάθει, ἡμέραν μίαν τῆς κοινωνίας ἐκβάλλεται· τὸν δὲ πεντηκοστὸν ᾄσας ψαλμὸν, καὶ τεσσαράκοντα ἐννέα μετανοίας ποιήσας, οὕτω τοῦ ῥύπου καθαρθῆναι πιστεύεται.

Ὁ δὲ ἐγρηγορότος τοῦ σώματος μολυνθείς, εἰς ἑβδόμην ἡμέραν τῆς κοινωνίας εἴργεται, τὸν πεντηκοστὸν καθ᾽ ἑκάστην ᾄδων, καὶ τεσσαράκοντα ἐννέα μετανοίας ποιῶν.

· Contents ·