Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
6. On Masturbation
ΠΕΡΙ ΜΑΛΑΚΙΑΣ.
Ὁ μαλακίαν διαπραξάμενος, τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται, ξηροφαγίᾳ διαιτώμενος, καὶ μετανοίας ἑκάστης ποιῶν ἑκατόν.
Ἡ δὲ εἰς ἀλλήλους μίξις, οἷα διπλῆν ἐργαζομένη τὴν μαλακίαν, μέχρις ὀγδοήκοντα ἡμερῶν τὸ δηλωθὲν ἐπιτίμιον δέχεται.
Εἰ δέ τις τῶν τοῦ κλήρου πρὸ τοῦ ἱερωθῆναι τῷ τῆς μαλακίας περιπέπτωκε πάθει, μὴ θαῤῥῶν ἴσως ὡς παρὰ τοῦτο μόνον τῆς ἱερωσύνης ἀποπεμφθήσεται, ἀποχρῶσαν πρότερον δεξάμενος ἐπιτίμησιν, οὕτως εἰς ἱερωσύνην ἐρχέσθω. Εἰ δὲ τούτῳ μετὰ τὴν ἱερωσύνην ἑάλω, ἐπὶ ἐνιαυτὸν ἕνα ταύτης ἀργήσας, καὶ τοῖς εἰωθόσιν ἐπιτιμίοις σωφρονισθείς, πρὸς τὴν ἱερωσύνην ἐπανιέτω. Εἰ δὲ μετὰ τὴν ἐπίγνωσιν τῆς ἁμαρτίας, δὶς, ἢ τρὶς τοῦτο ἐργάσαιτο, τῆς ἱερωσύνης παυσάμενος, εἰς ἀναγνωστῶν τάξιν ἐρχέσθω.
Ἀλλὰ καὶ τῶν γυναικῶν ἡ εἰς ἀσπασμοὺς ἀνδρὸς ἐλθοῦσα καὶ ἐπαφὰς, μὴ μέντοι διαφθαρεῖσα, τὸ τῆς μαλακίας ἐπιτίμιον δέχεται.