Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John the Faster › Canons

Canons

St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome

7. On Fornication

ΠΕΡΙ ΠΟΡΝΕΙΑΣ.

Τὸν πόρνον, ὁ μὲν τρίτος τοῦ ἁγίου Γρηγορίου Νύσσης Κανὼν, εἰς χρόνους ἐννέα τῶν ἁγιασμάτων ἀπείργει.

Εἰς ἑπταετῆ δὲ καιρὸν ὁ πεντηκοστὸς ἔννατος τοῦ μεγάλου Βασιλείου Κανών.

Ὁ δὲ εἰκοστὸς πρῶτος αὐτοῦ, τὸν γυναικὶ συνοικοῦντα, καὶ πορνείᾳ περιπεσόντα, πλέον εὐθύνεσθαι ἀξιοῖ, ἢ τὸν μὴ συζῶντα γυναικὶ καὶ τῷ πάθει τούτῳ ἁλόντα.

Μοναχοὺς δὲ πορνεύσαντας, ἢ Κανονικὰς, ὁ ἑξηκοστὸς αὐτοῦ τῷ ἐπιτιμίῳ τοῖς μοιχείας καθυποβάλλει, ἀνθ᾽ ὧν ἠθετήκασι τοῦ πνευματικοῦ νυμφίου Χριστοῦ τὴν συνάφειαν.

Ὁ δὲ τεσσαρακοστὸς τέταρτος τῆς ἕκτης Συνόδου, καὶ τὸν πορνεύσαντα μοναχὸν οὐδὲν πλέον τῶν κοσμικῶν ἐπιτιμᾶσθαι κελεύει. Καὶ τοῦτον οἶμαι τὸν Κανόνα προσήκει νικᾷν, οἷκ τῶν ἄλλων καὶ μεταγενέστερον καὶ φιλανθρωπότερον.

Ἡμεῖς δὲ, φησὶν ὁ Νηστευτὴς Ἰωάννης, διετῆ χρόνον μὴ κοινωνεῖν ὑποτιθέμεθα τῷ πορνεύσαντι, εἴγε μετὰ τὴν ἐννάτην προθυμεῖται ξηροφαγίᾳ χρῆσθαι, καὶ μετανοίας ποιεῖν διακοσίας πεντήκοντα. Ἐὰν δὲ ἀμελῶς ἔχῃ, τὸν ὁρισθέντα τοῖς Πατράσι πληρούτω χρόνον.

Τὰς δὲ πρὸς ἀνάγκην γινομένας φθορὰς παρὰ βιαίων ἀνδρῶν, ἢ δεσποτῶν, ἀνευθύνους ἔκριναν οἱ Πατέρες εἶναι, καὶ μάλιστα ὁ τεσσαρακοστὸς ἔννατος τοῦ μεγάλου Βασιλείου. Κληρικοὺς δὲ πορνεύσαντας, ὁ τριακοστὸς δεύτερος τοῦ μεγάλου Βασιλείου Κανὼν, καθαιρεῖσθαι, οὐ μὴν καὶ ἀφορίζεσθαι διορίζεται.

· Contents ·