Library › St John the Faster › Canons
Canons
St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome
8. On Second and Third Marriages
ΠΕΡΙ ΔΙΓΑΜΩΝ ΚΑΙ ΤΡΙΓΑΜΩΝ.
Ἐπὶ τῶν διγάμων, ἐν δ΄. Κανόνι φησὶν ὁ μέγας Βασίλειος, ἐνιαυτὸν ἕνα τινὲς ὥρισαν· ἄλλοι δὲ δύω· τοὺς δὲ τριγάμους ἐν τρισὶν ἔτεσι καὶ τέσσαρσιν ἀφορίζουσι. Συνήθειαν δὲ, φησίν, ἐλάβομεν ἐπὶ τῶν τριγάμων, πενταετίας ἀφορισμὸν, μὴ διασπωμένου δηλονότι τοῦ γάμου, ὅταν μὴ τέκνα τούτοις ἐκ τῶν προτέρων γάμων παρῇ.