Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St John the Faster › Canons

Canons

St John the Faster, Greek, Rallis–Potlis 4, 1854; Blastares' epitome

9. On Adultery

ΠΕΡΙ ΜΟΙΧΕΙΑΣ.

Τὸν μοιχὸν ὁ ϛ΄. τοῦ Νύσσης Κανὼν, εἰς ιή. ἔτη τῆς θείας ἐξωθεῖ κοινωνίας.

Ὁ δὲ νή. τοῦ μεγάλου Βασιλείου Κανὼν, μετὰ δεκαπέντε ἔτη τὴν κοινωνίαν αὐτῷ τῶν ἁγιασμάτων ἐφίησι.

Ὁ δὲ κ΄. τῆς ἐν Ἀγκύρᾳ Συνόδου μετὰ χρόνον ἑπταετῇ τοῦ τελείου τυγχάνειν διακελεύεται.

Ἡμεῖς δὲ, φησὶ, μετὰ τρία ἔτη τῆς κοινωνίας μετέχειν αὐτὸν ἀξιοῦμεν, μὴ δυσχεραίνοντα τῇ μετὰ τὴν ἐννάτην ξηροφαγίᾳ, ἀλλὰ καὶ μετανοίας ἑκάστης βάλλοντα σν΄. Ῥαθύμως δὲ διακείμενον, τὸ τέλος τοῦ καιροῦ περιμένειν, ὃν οἱ Πατέρες ὡρίσαντο.

Οὗ δὲ ἡ γυνὴ μεμοίχευται, οὗτος εἰς ἱερωσύνην ἐλθεῖν οὐ δύναται· ὁ ή. Κανὼν τῆς ἐν Νεοκαισαρείᾳ τοῦτο φησί.

Τὴν δὲ μετὰ τὴν χειροτονίαν τοῦ ἀνδρὸς μοιχευθεῖσαν, ἢ ἀπολύειν, ἢ παύσασθαι αὐτὸν τῆς ἱερωσύνης κελεύει.

Ὁ δὲ κή. τῆς ἕκτης Συνόδου, τὸν τὴν ἑτέρῳ μεμνηστευμένην νόμῳ γάμου ἀγόμενον, ὡς μοιχὸν κατακρίνει.

· Contents ·