Library › Local councils › Council of Constantinople under St Photius (879–880)
Council of Constantinople under St Photius (879–880)
Local councils, Greek, Mansi 17, 1902
3. Act 3 (Πρᾶξις γ΄)
ΠΡΑΞΙΣ Γ΄.
Τῇ ἐννέα καὶ δεκάτῃ τοῦ Νοεμβρίου μηνὸς, ἡμέρᾳ ε΄. ἰνδικτιῶνος ιγ΄. προκαθεσθέντος Φωτίου τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου ἐν τῷ δεξιῷ μέρει τῶν κατηχουμενείων τῆς ἁγιωτάτης τοῦ Θεοῦ μεγάλης ἐκκλησίας. καὶ συγκαθεσθέντων αὐτῷ τῶν ἁγιωτάτων τοποτηρητῶν τῆς πρεσβυτέρας Ῥώμης, καὶ τῶν τῆς ἀνατολῆς ἀρχιερατικῶν θρόνων· οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν θεοφιλεστάτων μητροπολιτῶν· φημὶ δὴ Προκοπίου Καισαρείας, Γρηγορίου Ἐφέσου, Ἰωάννου Ἠρακλείας, καὶ πάντων τῶν ἐν τῇ προγεγενημένῃ πράξει μνημονευθέντων· Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις πρὸς τὴν ἁγίαν σύνοδον εἶπεν· ἁγιώτατοι ἀρχιερεῖς καὶ συλλειτουργοὶ, πάντως μνημονεύετε, ὡς ἐλαλήσαμεν τῇ παρελθούσῃ συνόδῳ, ὅπως τὴν πρὸς τὴν ὑμετέραν ἁγιωσύνην παρὰ τοῦ ἁγιωτάτου πάπα πεμφθεῖσαν ἐπιστολὴν ἐνώπιον ὑμῶν ἀγάγωμεν. ἰδοὺ οὖν τὰ τῆς ὑποσχέσεως πεπληρώκαμεν. καὶ εἰ συνευδοκεῖ ἡ ὑμετέρα ὁσιότης, κατ᾽ ἐνώπιον ὑμῶν ἀναγνωσθήτω. καὶ λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος ἀνέγνω.
Ἰωάννης δοῦλος τῶν δούλων τοῦ Θεοῦ, τοῖς εὐλαβεστάτοις ἁγιωτάτοις πᾶσιν ἐπισκόποις, ἀδελφοῖς καὶ συλλειτουργοῖς ἡμῶν, τῆς ἐκκλησίας τῶν Κωνσταντινουπολιτῶν, καὶ πᾶσι τοῖς αὐτὴν ἀποδεχομένοις, καὶ ταῖς λοιπαῖς ἄλλαις πρώταις ἐκκλησίαις Ἱεροσολύμων, Ἀντιοχείας, Ἀλεξανδρείας, καὶ τοῖς αὐτῶν τῶν ἀρχιερατικῶν θρόνων προεστῶσι.
Τὰ ὑγιαίνοντα ὑμῶν, ἀδελφοὶ ἀγαπητοὶ, δεξάμενοι τῆς ἑνώσεως καὶ ὁμονοίας ἐν τῷ μέρει Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου γράμματα, πάνυ ἐν αὐτοῖς ἐχάρημεν. ἵνα ὁμοίως πάντες ἐν κοινωνίᾳ πατρὸς καὶ οἰκουμενικοῦ συμφωνίᾳ τὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φρονῶμεν καὶ στέργωμεν, καὶ ἃ πρέπει τῇ ὑμετέρᾳ εὐσεβεῖ διαθέσει, καὶ ὁσιωτάτῃ ψυχῇ καθέστηκεν ἁρμόδια· ἵνα μὴ ὦσιν ἐν ὑμῖν σχίσματα· ἀλλ᾽ ἵνα γινώσκητε ζητεῖν, καὶ κρούειν, καὶ εὑρίσκειν. ἡμεῖς δὲ τῇ συμπαθείᾳ τοῦ ἀποστολικοῦ θρόνου κινούμενοι, ὥσπερ συμπάσχομεν καὶ συναλγοῦμεν ἐπὶ τοῖς διεστῶσι καὶ ἀπεσχοινισμένοις τοῦ σώματος τοῦ Χριστοῦ, καὶ φιλονεικοῦσι τὰ τῆς στάσεως καὶ πλάνης μᾶλλον ἢ τὰ τοῦ Χριστοῦ κρατεῖν, οὕτω χαίρομεν ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ ἀγάπης τῆς ἀδελφότητος ὑμῶν· καὶ εὐχόμεθα πάντοτε ἀδιαλείπτως, ἵνα ἄμεμπτοι καὶ ἀκέραιοι διαμένοιτε, κατὰ τὸν ἀπόστολον· καὶ ἵνα διαπαντὸς ὁ Θεὸς τῆς εἰρήνης εἴη μεθ᾽ ὑμῶν. τοιγαροῦν ἀληθῶς ἡ πολυφρόντιστος ὑμῶν ἐπ᾽ ἀγαθῷ φιλονεικία ἠτήσατο ἀγάπην δι᾽ ἀποδείξεως τοῦ μακαρίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου, ὥς τε Φώτιον τὸν ἁγιώτατον πατριάρχην ἐν τοῖς κλίμασι τῆς ἐπαρχίας τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας ἀποκαταστάντα ἀσμενίσωμέν τε καὶ συναποδεξώμεθα. τοῦτο δὲ προθύμῳ καὶ λαμπροτάτῃ ψυχῇ, κατέχοντες τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον τῷ πρωτοποιμένι, ᾧ ὁ κύριος λέγει· ἐγὼ παρεκάλεσα περὶ σοῦ, Πέτρε, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, καὶ σὺ ποτὲ ἐπιστρέψας στερέωσον τοὺς ἀδελφούς σου· ἀπεπληρώσαμεν. τούτοις γὰρ διαναστάντες τοῖς θείοις λογίοις, καὶ ἐξουσίαν ἔχοντες ἐνδυναμουμένην, ἐφόσον ἄμεμπτοι καὶ ἀκατάγνωστοι δυνάμεθα διαμεῖναι, βοήθειαν καὶ συνέργειαν φέρειν πᾶσι χριστιανοῖς, τὴν ἐξηχηθεῖσαν εἰς πάντα τὰ πέρατα· μάλιστα δὲ ἑπόμενοι τοῖς τῶν πρὸ ἡμῶν ἀρχιερέων Θεοῦ παραδείγμασι, λέγω δὴ Ἀδριανοῦ τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ πάπα, καθὼς ἐκεῖνος ἐποίησε συνεργήσας Ταρασίῳ τῷ ἐν ἁγίοις πατριάρχῃ, ὁπηνίκα τινὲς πρὸ αὐτὸν ταραχὰς καὶ στάσεις ἐποίουν. καὶ γὰρ ἐκεῖνος ὁ ἐν ἁγίοις πατριάρχης Κωνσταντινουπόλεως Ταράσιος ἀπέστειλε τότε συνοδικὰ γράμματα, πληρῶν τὸ κατ᾽ ἔθος· ἃ ἡμεῖς δεξάμενοι, καὶ τὸ ὀρθὸν τῆς αὐτοῦ πίστεως ὅπερ ἔχει περί τε τὰ ἄλλα δόγματα, καὶ περὶ τὰς εὐαγεῖς καὶ σεπτὰς εἰκόνας μαθόντες, καὶ εὑρόντες σύμφωνα τῶν ἁγίων ἕξ οἰκουμενικῶν συνόδων, ἠσμενίσαμέν τε καὶ συνεφρονήσαμεν· εἰ καὶ οὐκ ἀλύπως ἠνέγκαμεν, οὐδὲ ἀταράχως, ὅτι ἀπὸ κοσμικοῦ τάγματος καὶ βασιλικῆς ὑπηρεσίας, ἀπὸ καλίγων, καὶ οὐ κατὰ τοὺς παρ᾽ ἡμῖν, εἰς τὸν μέγαν θρόνον ἀνῆλθες, κανόνας κατέστη πατριάρχης. καὶ τὸ μὲν λαλῆσαι ἦν χαλεπὸν, τὸ δὲ σιωπῆσαι πάλιν ἐπικίνδυνον. δεῖ γὰρ τοὺς ποιμένας μὴ διδασκομένους εἶναι, μηδὲ πρὸ τοῦ μαθεῖν καλεῖσθαι διδασκάλους· ἀλλ᾽ ἵνα θεωρῶσιν, ὥστε μὴ θερίσαι αὐτοὺς ἁμαρτίαν ἐκ τῶν ψυχῶν ὧν ἐπιστεύθησαν, μηδὲ εἰς τὸν βαθμὸν τῆς σοφίας, οὗ τὴν ἄγνοιαν ἔχουσιν, ἀναπηδᾶν σπουδάζωσι. δεῖ γὰρ εἰδέναι ὅσον αὔθαδες καὶ φοβερόν ἐστι ἀμαθῆ τῶν θείων ὄντα, καὶ ἀνεπιστήμονα, ἐκ κοσμικῆς πραγματείας καὶ ἀγελαίας συναναστροφῆς εἰς διδασκαλίας ἀναβαίνειν βαθμόν. ποῖος γὰρ στρατηγὸς στρατοῦ καθηγεῖσθαι δύναται, ἐὰν μὴ μαρτυρηθῇ παρὰ πάντων, ὅτι δύναται μόχθῳ καὶ φροντίδι τὸν καταπιστευθέντα αὐτῷ λαὸν σώζειν; εἰ δὲ τοῦτο, πόσῳ μᾶλλον ψυχὰς ἐμπιστευθήσεται; καὶ εἰς τὸ ὕψος τῆς ἐπισκοπίας ἀνέλθοι, ὁ τὴν ἐκκλησιαστικὴν μάθησιν ἀγνοῶν· καὶ στρατείαις καὶ πολιτικοῖς συμφυρόμενος πράγμασιν, εὐθέως εἰς τὸ ὕψος τῆς ἐκκλησιαστικῆς τάξεως τῆς κορυφαίας ἀναδραμεῖται· εἶτα ἐκεῖ ἀναβὰς, καὶ μηδὲν ἐπιστάμενος τῶν ἐκκλησιαστικῶν θεσμῶν, πῶς ἄλλους δύναται διδάξαι; διὰ τοῦτο ἡ κανονικὴ πρᾶξις συνεστήσατο, καὶ παρήνεσεν, ἵνα μὴ οὕτως ὁ ἀμαθὴς, καὶ μὴ εἰδὼς ποιμαίνεσθαι, εἰς ποιμένας εὐθὺς καὶ διδασκάλους ἀναβαίνῃ. διὰ τοῦτο δὲ καὶ ὁ προῤῥηθεὶς ἁγιώτατος Ταράσιος ἀπὸ λαϊκοῦ εἰς ἀρχιερωσύνην ἐλθὼν, ἐθορύβησε τινάς. ἀλλὰ διὰ τοῦ πιστοτάτου αὐτοῦ δρόμου, τουτ᾽ ἔστι διὰ τὴν ἐπανόρθωσιν τῶν ἁγίων εἰκόνων, τούτου χάριν ἄπαντες, οἱ τηνικάδε, εἰς τὴν αὐτοῦ ἀρχιερωσύνην ὁμονοήσαντες συνευδοκήσαμεν καὶ ἡμεῖς μετ᾽ αὐτῶν· ὥσπερ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως, λέγομεν δὴ Φωτίου τοῦ ἁγιωτάτου ἀδελφοῦ ἡμῶν καὶ συλλειτουργοῦ. ἀλλ᾽ οὐ χρὴ τὸ σπάνιον, νόμον γίνεσθαι· οὐδὲ, διότι παραδόξως οὗτοι ἐξέλαμψαν, κανόνα τοῦτο ποιεῖσθαι καὶ εἰς τοὺς ἄλλους. ἀλλὰ πρέπον ἐστίν, ἀδελφοὶ ἀγαπητοὶ, τὸν παλαιὸν νόμον συσφίγγειν· ἵνα ἀπὸ τοῦ παρόντος εἰς τὴν καθ᾽ ὑμᾶς ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν τοῖς ὁμοίοις τρόποις μὴ παραβαίνωνται τῶν πατέρων οἱ κανόνες ἐν τούτῳ, μηδὲ αἰφνίδιον εἰς τὴν μεγάλην ἀξίαν τινὲς ἀνατρέχωσι.
Παρακαλοῦμεν δὲ καὶ τοῦτο τὴν ὑμετέραν ἀδελφότητα, ἵνα τὴν ἐπαρχίαν τῆς Βουλγαρίας, ἣν ὁ Θεὸς διὰ πρεσβείας τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, καὶ τοῦ κόπου καὶ μόχθου τοῦ προηγησαμένου ἡμῶν, εἰς Χριστὸν ἐπέστρεψεν, ἀποδώσητε ἡμῖν. θέλομεν δὲ καὶ τοῦτο· ἵνα ἐὰν ῇ τις δεδιωγμένος, ἢ ἀποσχίστης, διὰ τοῦ ὑμετέρου κόπου μοχθήσαντες ὑμεῖς μετὰ τοῦ ἁγιωτάτου πατριάρχου Φωτίου, ὑπὲρ οὗ καὶ τὸν πόθον ὑμῶν διεχαράξατε, μετὰ πάντων ὑμῶν τῶν εὐσεβῶν ἔργων καὶ αὐτοὺς κερδήσητε· ὡς ἂν καὶ ἐν τούτῳ ἄμεμπτοι ἐνώπιον τοῦ Θεοῦ εὑρεθείητε. ὁ δὲ ἁγιώτατος καὶ θεοσεβέστατος ἀδελφὸς ἡμῶν Φώτιος ὁ πατριάρχης μὴ ἀπαξιώσῃ ἐνώπιον τῆς συνόδου τὴν χάριν καὶ τὴν σπουδὴν ἡμῶν, μᾶλλον δὲ τὰ σπλάγχνα τῆς τῶν Ῥωμαίων ἐκκλησίας ἀνακηρύξαι· ὡς καὶ ἡμεῖς χάριτας αὐτῷ ἀδελφικὰς κατεθέμεθα, πατριάρχην αὐτὸν ἀποδεξάμενοι ἐννομώτατον καὶ κεκανονισμένον. συγκοινωνοῦντες τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου· καὶ πᾶσα ἡ ἐκκλησία τῶν Ῥωμαίων σπλάγχνα πατρικὰ ἐπεδείξατο εἰς αὐτὸν, παραδείγμασιν ἐπακολουθήσασα τῶν τε ἄλλων προηγησαμένων ἡμῶν, μάλιστα δὲ τοῦ μακαριωτάτου Ἰννοκεντίου, καὶ Γελασίου, καὶ πολλῶν ἁγίων ἀρχιερέων Ῥώμης. χρὴ γὰρ ὅσα εἰς κοινὴν σωτηρίαν συντελεῖ, πάντα προθύμως ποιεῖν. καὶ γὰρ πολλοὶ τῶν ἀρχιερέων τοὺς οἰκείους θρόνους ἀδίκως ἀποβαλόντες καὶ διωχθέντες ἐξ αὐτῶν, τῇ ἀποστολικῇ διαθέσει τοὺς ἰδίους θρόνους ἀπέλαβον. ὑμῶν δὲ ἀγαθῶν ὄντων, καὶ ἐπ᾽ ἀγαθοῖς τὴν αἴτησιν ποιουμένων, καὶ ἐπὶ συμφέροντι κοινῶς τῆς οἰκουμένης, τίς οὕτω σκληρὸς καὶ ὡμὸς εὑρεθείη, ἵνα πρὸς τὴν ὑμετέραν αἴτησιν, ἀδελφοὶ ἀγαπητοὶ, ἀπαυθαδειάσῃ, καὶ ἀποδοκιμάσῃ τὴν κοινὴν τῶν ἐκκλησιῶν σωτηρίαν;
Ἰδοὺ τοίνυν ὑπηκούσαμεν καὶ ὑπακούομεν τῇ ὑμετέρᾳ ἀξιώσει· ἐπικυροῦντες καὶ ἐπιβεβαιοῦντες τὸν ποιμένα ὑμῶν Φώτιον τὸν ἁγιώτατον πατριάρχην· καὶ δυσωποῦμεν τὴν ὑμετέραν εὐλάβειαν ἐν καλῇ ἀναστροφῇ διαμεῖναι, καὶ ἵνα μὴ ὦσιν ἐν ὑμῖν σχίσματα. ἀλλ᾽ ἀποδεξάμενοι αὐτὸν αἰσίως ἅπαντες σὺν εἰλικρινεῖ προθέσει, ἀδιστάκτῳ γνώμῃ, καὶ ἀδόλῳ καρδίᾳ, καθὼς καὶ διεσημάνατε, τὸν αὐτὸν σύνδεσμον καὶ τὴν αὐτὴν ἀγάπην ἐν Χριστῷ τῇ πάντων κορυφῇ συνάψητε, καὶ μηδεὶς μηκέτι ἐν ἡμῖν στασιάζῃ. ὁ γὰρ αὐτὸν μὴ ἀποδεχόμενος, οὐκ ἔχει μέρος μεθ᾽ ἡμῶν· ὥσπερ ὁ δεχόμενος αὐτὸν, καὶ ἡμᾶς δέχεται. δεῖ γὰρ ὑμᾶς ᾧτινι χεῖρα ἡμεῖς ὀρέγομεν, μεθ᾽ ἡμῶν ὀρέγειν· ἵνα καὶ ἡμεῖς ᾧτινι χεῖρα ὀρέγετε, μεθ᾽ ὑμῶν ὀρέγωμεν. οὕτω γὰρ πληροῦται καὶ τὸ ἐν ἑνὶ πνεύματι καὶ μιᾷ καρδίᾳ δοξάζειν τὸ πάντιμον ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Μετὰ τὸ ἀναγνωθῆναι τὴν ἐπιστολὴν, οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ἀποδέχεται τὴν ἐπιστολὴν ἡ ὑμετέρα ἁγιωσύνη, καὶ ἀσπάζεσθε τὴν πρὸς τὸν ἁγιώτατον πατριάρχην ἕνωσιν καὶ κοινωνίαν; ἡ ἁγία σύνοδος εἶπεν· ἡμεῖς οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις ἔφαμεν, ὡς καὶ πρὸ τῆς τιμιωτάτης ἐπιστολῆς ταύτης, καὶ ἡνώθημεν Φώτιον τὸν ἁγιώτατον ἡμῶν πατριάρχην· καὶ ἀχώριστοι αὐτοῦ διατελοῦμεν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. καὶ τοὺς μὴ ἀποδεχομένους τὴν ἀρχιερωσύνην αὐτοῦ ἁγίαν καὶ κανονικὴν καὶ ἔνθεσμον, ὡς ἀλλοτρίους τῆς εὐσεβείας καὶ τῶν κανονικῶν διατάξεων καὶ ἡγούμεθα καὶ λογιζόμεθα. καὶ νῦν δὲ εὐχαριστοῦμεν τῷ Θεῷ καὶ τῷ ἁγιωτάτῳ πάπα Ἰωάννῃ, ὡς ὁμονοοῦντι καὶ ὁμοφρονοῦντι ἡμῖν, καὶ ἀσπαζομένῳ τὴν ἕνωσιν τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ συνεργοῦντι ἡμῖν εἰς πᾶσαν τὴν τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας κατάστασιν, καὶ περιπτυσσομένῳ καὶ ἀσπαζομένῳ, καὶ ὁλοψύχῳ διαθέσει ἑνουμένῳ πρὸς Φώτιον τὸν ἁγιώτατον ἡμῶν δεσπότην καὶ ἀρχιερέα.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· καὶ ποιεῖτε ὅσα τῇ ἐπιστολῇ ἐμπεριέχεται;
ἡ ἁγία σύνοδος εἶπεν· ὅσα εἰσὶν εἰς δόξαν τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ ἐποιήσαμεν καὶ ἀπεδεξάμεθα, καὶ ἀποδεχόμεθα, καὶ ἀμετάθετοι ἐν ταύτῃ τῇ διαθέσει εἰς τὸν αἰῶνα διαμένομεν. ὅσα δέ εἰσιν ἕτερα, ἃ οὐκ ἀνήκουσιν εἰς τὴν ἡμετέραν γνώμην, ἀλλ᾽ εἰς τὴν τοῦ μεγάλου βασιλέως ἡμῶν καὶ ὑψηλοῦ διοίκησιν καὶ κρίσιν, ταῦτα ἐκείνου τῇ φροντίδι καὶ προνοίᾳ ἀνατίθεμεν.
οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· οὐδὲν περιέχει τὸ γράμμα ἔξω τοῦ προσήκοντος λόγου.
Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπε· περιέχεται τῇ ἐπιστολῇ, ὥστε ἀπὸ λαϊκῶν μὴ προάγεσθαι εἰς ἀρχιερατικὸν ἀξίωμα, καὶ ὅτι αἰσχύνη ἔστι τοῖς τοῦτο ποιοῦσιν. ἡμεῖς μὲν οὖν οὐκ ἀγνοοῦμεν, ὡς ἡ ἐν Σαρδικῇ σύνοδος κωλύει τοῦτο γίνεσθαι. πλὴν οὐδὲ αὐτὴ πάντα λαϊκὸν κωλύει, ἀλλ᾽ ὡρισμένα ἔχει πρόσωπα. τουτέστι τὸν ἀπὸ ἀγορᾶς πλούσιον, καὶ τὸν ἀπὸ ἀγορᾶς σχολαστικόν. τοιούτους δὲ ἡ ἐκκλησία αὕτη χάριτι Χριστοῦ οὐδέποτε ἐδέξατο. πλὴν εἰ καὶ κανὼν ἦν καθάπαξ ἅπαντα λαϊκὸν κωλύων, καὶ τότε οὐχὶ τοπικῆς συνόδου, ἀλλὰ οἰκουμενικῆς, εἰ μὲν οὐκ εἶχεν ἀντιμαχόμενον τὸ ἔθος, ἀνάγκη φυλάττεσθαι αὐτόν. ἐπεὶ δὲ πολλὰ τῷ ἐπιχωρίῳ ἔθει ὁρῶμεν κατακρατήσαντα πολλάκις κανονικῶν διατάξεων, οὐδεμίαν ἔχομεν αἰσχύνην προστριβομένην ἡμῖν. τί γὰρ ὄφελος, ἐάν τις ὢν κληρικὸς ἢ μοναχὸς, ἀλλότρια τοῦ ἐπαγγέλματος πολιτεύηται; τί δέ ἐστιν ἐμποδῶν, ἡ τῶν τριχῶν φυσικὴ περιβολὴ, ἐὰν ἐν τῷ τάγματι τῶν λαϊκῶν ἐξεταζόμενος κατὰ τὰς εὐαγγελικὰς διατάξεις πολιτεύηται, καὶ ἄξιον ἑαυτὸν παρασκευάζῃ, δι᾽ ὧν πράττει, καὶ τοῦ ἱερατικοῦ καὶ τοῦ ἀρχιερατικοῦ ἀξιώματος;
Ζαχαρίας ὁ θεοφιλέστατος μητροπολίτης Χαλκηδόνος εἶπε· τὸν ἁγιώτατον πάπαν Ἰωάννην, καὶ ὑμᾶς, ἀδελφοὶ καὶ πατέρες, τοὺς πρὸς τὴν ἡμετέραν ἐκκλησίαν σπουδῆς ἕνεκεν παραγενομένους, καὶ ὁ Θεὸς καὶ ἡ ἡμετέρα μετριότης ἀποδέχεται· καὶ γένοιτο καὶ ὑμῖν τυχεῖν τῶν ἴσων, τῆς χρείας ἀπαιτούσης. περὶ δὲ τοῦ ἀπὸ λαϊκῶν, βούλομαι εἰπεῖν ὀλίγα. ὁ κανὼν φανερῶς καὶ διαρῥήδην λέγει τὴν αἰτίαν, δι᾽ ἣν τινα κωλύει ἀπὸ λαϊκῶν εὐθὺς ἐπὶ τὸν μέγαν τοῦτον ἀναβιβάζεσθαι θρόνον. λέγει γὰρ οὕτως· ὡς ἐάν τις τῆς οἰκείας ἀρετῆς πεῖραν παράχοι, καὶ ὁ τρόπος αὐτοῦ δοκιμασθείη. ὥς τε ἐὰν ἢ ἱκανὰ τῆς οἰκείας ἀρετῆς ἔργα παρεσχηκὼς, καὶ τὸν τρόπον ἔχων δοκιμασθέντα, ὁ κανὼν τὸν τοιοῦτον οὐ κωλύει. μάρτυς τοῦ λεγομένου ἡ ἁγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος, οὐ λόγοις, πράγμασι δὲ μᾶλλον μαρτυροῦσα τοῖς ὑπ᾽ ἐμοῦ λεγομένοις. τὸν γὰρ Νεκτάριον ἄρτι τῷ θείῳ λουτρῷ προσελθόντα πατριάρχην Κωνσταντινουπόλεως ἀπέδειξεν. ἔχετε τούτου παράδειγμα Ἀμβρόσιον τὸν μέγαν, Ἐφραίμιον τὸν Ἀντιοχείας, Εὐσέβιον τὸν Καισαρείας, καὶ πολλοὺς, οὓς οὐδὲ ἐξαριθμήσασθαι διὰ τὸ πλῆθος δυνάμεθα. εἰ βούλεσθε δὲ καὶ γνώμην ἀνδρὸς διηγήσομαι, ὃν πατέρα καὶ καθηγητὴν ἡ τοῦ Θεοῦ ἐκκλησία ἐπιγράφεται, καὶ τοὺς ἐκείνου λόγους κανόνας ὀνομάζει, καὶ ἀποδέχεται. ἕνα οὖν τῶν ἐκείνου διηγήσομαι. περὶ γὰρ καταστάσεως ἐπισκόπων ἐπιστέλλων Ἀμφιλοχίῳ τῷ ἁγιωτάτῳ ἐπισκόπῳ Ἰκονίου, οὕτω πώς φησίν. εἰ δέ ἐστί τις τῶν νεοφωτίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ, κἂν μὴ, ἐκεῖνος προβληθήτω ἐπίσκοπος. τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον καὶ ἐν πᾶσι συνεργοῦντος, καὶ τὴν εἰς τοῦτο χάριν παρεχομένου. ὥς τε οὐ μόνον ἀπὸ λαϊκῶν δεῖ προβιβάζειν εἰς ἀρχιερατικὸν ἀξίωμα, ἀλλὰ καὶ ἀπὸ νεοφωτίστων, ὡς αὐτὴ ἡ λέξις τρανῶς ἐδήλωσεν· ἂν ἄρα δηλονότι τοῦ βίου δοκιμὴν ἔδωκεν, ἐν τῇ τῶν μυουμένων ἔτι καθιστάμενος χώρᾳ. πλὴν εἰ μὴ δὲ τοῦτο ἦν, ἀλλ᾽ οὖν οἱ ῥηθέντες ἅγιοι ἀρχιερεῖς, ἱκανοί εἰσι πᾶσαν αἰσχύνην καὶ πᾶσαν μέμψιν ἀφ᾽ ἡμῶν ἀφελεῖν. τούτους γὰρ ἅπαντας τοὺς εἰρημένους ἡ ἁγία τῶν Ῥωμαίων ἀποδεχομένη ἐκκλησία διαρῥήδην βοᾷ σήμερον, ὅτι οὐ δεῖ πείθεσθαι τοῖς ὑπ᾽ ἐμοῦ λεγομένοις, ἀλλὰ μᾶλλον τοῖς πραττομένοις. ἐγὼ δὲ νῦν λέγω· καὶ ἐν αὐτῇ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἐκ λαϊκῶν τινὲς εἰς ἀρχιερατικὸν θρόνον κατέστησαν, ὧν τὰ ὀνόματα ἡ ὑμετέρα ἁγιωσύνη ἡμῶν μᾶλλον ἐπίσταται. ἀλλὰ καὶ τὸ ἔθος αὐτὸ ἱκανόν ἐστι νικᾶν τὸν κανόνα. τοιαῦτα πολλὰ ὁρῶμεν σήμερον. ὑμεῖς οἱ φωστῆρες τῆς ἐκκλησίας, οἱ τὰς οἰκείας αὐγὰς πᾶσαν τὴν οἰκουμένην πέμποντες, ἐρεῖν ἔχετε, αὐτοὺς ψηλαφῶντες καὶ ἐρευνῶντες, πολλὰ ποιοῦντας παρὰ τὸν κανόνα τοῖς ἔθεσιν ἑπομένους. ἀλλὰ καὶ τὸ ἔθος πολλάκις νικᾷ τὸ ἔθος. εἰς τὴν ἀνατολὴν εἰ μή ἐστί τις κεκαρμένος ἐν Χριστῷ, ἐπίσκοπος ἢ πατριάρχης οὐ γίνεται. ἡ δὲ δύσις καὶ τοὺς ὄντας μοναχοὺς κληρικοὺς ποιεῖ. τοῦτο δὲ ἡμεῖς οὐ γνωρίζομεν. ἔπειτα δὲ καὶ ὁ κανὼν τὸν ἀπὸ ἀγορᾶς σχολαστικὸν λέγει, ὥσπερ προλαβὼν καὶ ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας εἶπε· τοιοῦτον δὲ οὐδέποτε ἡ καθ᾽ ἡμᾶς ἐκκλησία ἀπεδέξατο. τί γὰρ χρὴ λέγειν ἐπὶ τοῦ ἁγιωτάτου ἡμῶν ἀρχιερέως· ὃς τοσοῦτον ἀπεῖχε σχολῆς ἀγοραίου, ὡς οὐδ᾽ ἀτενέσιν ὀφθαλμοῖς ἐμβλέπειν αὐτῇ, ἢ τοιούτῳ τινὶ ἠδύνατο; καὶ γὰρ οὗτος διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετὴν ἐν τοῖς πρώτοις μὲν κατελέγετο τῆς συγκλήτου βουλῆς· εἰ καὶ τὴν ἀνθρωπίνην παρητεῖτο τιμήν. τοσοῦτον δὲ ἔφευγε τοὺς ἐν τῇ ἀγορᾷ θορύβους, ἐφέσει τῶν κρειττόνων, ὡς καὶ τοὺς ἐν τοῖς ὄρεσιν ὄντας ἀστικοὺς καὶ πολίτας ἢ οὐδὲν πρὸς τοῦτον νομίζεσθαι. ὅμως λέγω καὶ τοῦτο. πολλοὶ μετὰ τούτου ἐψηφίσθησαν, καὶ κληρικοὶ καὶ μοναχοὶ, καὶ πάντων προεκρίθη κατὰ τὸν καιρὸν. εἶτα οὐκ ἐστιν ἄτοπον καὶ παράλογον, ἵνα τοὺς τότε ὀπίσω γενομένους καὶ δευτέραν τάξιν λαβόντας, τοὺς αὐτοὺς πάλιν πρώτους νομισθῆναι· κἀκείνους μὲν τὴν ἐσχάτην ἔχοντας χώραν ταῖς ἀρεταῖς, εἰς τὸν ἀρχιερατικὸν ἀνέρχεσθαι θρόνον· τοῦτον δὲ ἁπάσαις ψήφοις κρατήσαντα ἐκείνων, ὡς τὴν ἐσχάτην χώραν ἀναπληροῦντα, βαθμοὺς καὶ καιροὺς ἀναμετρεῖν εἰς μάτην, τὸν ἤδη ταῖς ἀρεταῖς προδιαμετρήσαντα; περὶ δὲ τοῦ ἁγίου Ταρασίου ἐλέχθη παρ᾽ ὑμῶν, ὅτι πολλοὺς αἱρετικοὺς ἐπέστρεψε. καὶ ἀληθὴς ὁ λόγος. τούτου δὲ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ ὑπὲρ εὐσεβείας ἀθλοῦντες ἐναπέθανον. ὧν τὴν ὁδὸν ἐκ παίδων οὖτος ὁ δεσπότης ἡμῶν ὁ ἁγιώτατος πατριάρχης ἀκλινεστάτῃ πορείᾳ διήνυε, κἂν τῷ ἱερῷ τούτῳ ἀνεληλυθὼς θρόνῳ, τὸ αὐτὸ μὲν ποιεῖν οὐκ ἠμέλησεν. οὐκ ἐν ἑαυτῷ δὲ μόνῳ, οὐδὲ ἐν τῷ ὑπὸ χεῖρα λαῷ τὴν εὐσέβειαν περιέγραψεν· ἀλλὰ μικροῦ πᾶσαν ἐπῆλθε τοῖς λόγοις τὴν γῆν, τῆς πλάνης τοὺς ἀνθρώπους ἐπιστρεφόμενος. καὶ μάρτυς ἡ Ἀρμενίων χώρα, ἡ τε Μεσοποταμία, καὶ ἔθνη ὁλόκληρα βαρβαρικὸν καὶ ὡμὸν τὸ πρὶν διαζῶντα βίον ταῖς αὐτοῦ διδασκαλίαις τῆς παλαιᾶς ἀπαλλαγέντα πλάνης, καὶ πρὸς τὸ φῶς χειραγωγηθέντα δι᾽ αὐτοῦ τοῦ τῆς εὐσεβείας κηρύγματος. καὶ ὅσους ἄν τις τῷ λόγῳ παραστῆσαι βουληθείῃ, πολὺ τῶν ἔργων καταδεεστέρους ἀποδείξει.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· οἱ ἀπόστολοι ἐξελέξαντο Ἰωσὴφ, τὸν καὶ Βαρσαβᾶν, ἰσάριθμον αὐτῶν γενέσθαι· ἀλλ᾽ ἡ χάρις τοῦ παναγίου πνεύματος τὸν ἱερώτατον Ματθίαν τῆς ἀποστολικῆς ὁμηγύρεως τῷ χορῷ συγκαταλέξασα, συμψήφους αὐτοὺς γενέσθαι τῷ ἐπιπεσόντι αὐτῷ κλήρῳ παρεσκεύασεν. οὐδὲν οὖν ἀπεικὸς καὶ ἡ ὑμετέρα ἁγιωσύνη χάριτι θείᾳ Φώτιον τὸν ἁγιώτατον πατριάρχην ἐψηφίσατο. ὁ δὲ ἀποστολικὸς πάπας τὰ νῦν ἐλθὼν, καὶ ἐπεκύρωσε μεθ᾽ ὑμῶν, καὶ συναπεδέξατο. πλὴν εἰ κελεύει ἡ ὑμετέρα ἁγιωσύνη, ἐλθέτω καὶ ἡ πεμφθεῖσα πρότερον τοῦ Ἱεροσολύμων πρὸς τὸν βασιλέα ἐπιστολή. δίκαιον γάρ ἐστι κἀκείνην ἀναγνωσθεῖσαν μὲν πάλαι κατενώπιον ὑμῶν, καὶ νῦν κατενώπιον τῶν λοιπῶν ἀδελφῶν καὶ συνεπισκόπων ὑμῶν, τῶν μὴ τότε παραγενομένων, ἀναγνωσθῆναι, καὶ ἐνταγῆναι τοῖς πεπραγμένοις. καὶ δὴ προτραπεὶς Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος ἀνέγνω.
Τῷ ὑπὸ τῆς ἄνωθεν θείας προμηθείας ἐστεμμένῳ, ὁδηγουμένῳ, καὶ διακυβερνωμένῳ δεσπότῃ, ἀγαθοποιῷ, εἰρηνικῷ, νικοποιῷ, θεοσυμμάχῳ, σεβαστῷ, φιλοχρίστῳ, χριστιανικωτάτῳ, ἐπιεικεῖ, καὶ πραοτάτῳ Βασιλείῳ, βασιλεῖ Ῥωμαίων, Θεοδόσιος ἐλάχιστος Θεοῦ ἐλέει πατριάρχης Ἱεροσολύμων, τετολμηκὼς γράφω.
Μέγας ὁ κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. κατὰ τὸ μέγα αὐτοῦ ἔλεος καὶ ἀνέκφραστον, μεγάλην σωτηρίαν εἰργάσατο τοῖς ἐν οἰκουμένῃ χριστιανοῖς προσδοκῶσι τὴν ἀνεκδιήγητον παράκλησιν, ἀναστήσας τὸ μέγα κράτος καὶ ἀσύγκριτον τῆς βασιλείας ὑμῶν· ἐν ῇ κέρατα ἁμαρτωλῶν πολεμίων πάντων συνθλῶνται, καὶ τὸ μετολίγον καὶ τὸ κατάλοιπον εἰς τὸ παντελὲς θλασθήσεσθαι μέλλει· καὶ κέρας δικαίων καὶ εὐσεβῶν σὺν εὐδαιμονίᾳ ὑπερυψωθήσεται, τροπαιοφόροις νίκαις καὶ μεγαλοπρεπέσι σκηπτουχίαις ὑμῶν· ἐν ῇ τὸ παμποίκιλον τῆς ὀρθοδόξου πίστεως σεμνολόγημα, ὡς κρίνον ἐξανθεῖ· καὶ πᾶς κατηφὴς ἐν χρονίῳ ἀθυμίᾳ, θάλλει τῇ ψυχῇ αὐτοῦ, ἐπ᾽ ἐλπίδι τῶν χαρμονικῶν προοιμίων, ὡς ἤδη ἐν αὐτοῖς εὐωχούμενος· καὶ λύπη πᾶσα ἀφανισμῷ παραδίδοται. εἰς τέλειον δὲ ἔργον ἐλθεῖν τοῦτο, ἡμεῖς οἱ ἀνόμων χερσὶ κατασχεθέντες διὰ τὰς ἡμῶν ἁμαρτίας, ἐνδελεχῶς λιτανεύομεν. ὅτι πάνυ, προφητικῶς εἰπεῖν, ἐπτωχεύσαμεν· καὶ ἡ ὀδυνηρὰ ἡμῶν ζωὴ τῷ ᾅδῃ προσήγγισε· βοηθήσαι ἡμῖν κύριος ὁ Θεὸς, ὁ τὴν ἁγίαν βασιλείαν ὑμῶν ἀναστήσας, δι᾽ ἧς τὸ μνημόσυνον τῶν ἐπαχθεστάτων ἐχθρῶν καὶ πικρῶν τυράννων ἐκ γῆς ἐξολοθρεύσειε, καὶ τὰς ψυχὰς ἡμῶν τῶν ἐσχάτῃ ταπεινώσει πενητευόντων διασώσειε, καὶ ἐξ ἀδικίας αὐτῶν λυτρώσαιτο. ἐπεὶ ὡς ἡ ἀκαταίσχυντος ἐλπίς, θεόστεπτοι βασιλεῖς, τοῖς ἁπανταχοῦ χριστιανοῖς εὐαγγελίζεται ἐξ ἀστραπῆς τῶν ἀριστευμάτων τῆς ὑμῶν δεσποτείας, τὰ τῆς ἀπολυτρώσεως ἡμῖν εἰς πέρας ἥξει· καὶ ἡμεῖς οἱ ἐλεεινοὶ οὕπω τυχόντες αὐτῆς, τῆς θείας προνοίας ἀγούσης τὰ καθ᾽ ἡμᾶς, δι᾽ ὑμῶν εὐπλοήσομεν. τὸ δὲ νῦν ἔχον ἱκετικῶς ἐν συνοχῇ οἰμωγῶν, μετὰ συντριμμοῦ ἀλγινῆς καρδίας, προσκύνησιν δουλικὴν προσάγω τῇ θεοψηφίστῳ ὑμῶν βασιλείᾳ, ἐλεῆσαι τὴν ἐκκλησίαν τῆς ἁγίας ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ κατοικτειρῆσαι Σιὼν τὴν μητέρα τῶν ἁγίων ἐκκλησιῶν· καὶ ἐν καιρῷ ἐπισκοπῆς τῆς ἀσυγκρίτου βασιλείας ὑμῶν μὴ ἀποπέσωσι κινδύνῳ ἀφανισμοῦ. οὐ γὰρ ῥητῶς ἐξικνούμεθα σαφηνίσαι τὰς προσγινομένας αὐταῖς θαμινῶς ἀφορήτους ζημίας. οἱ γὰρ κίνδυνοι ἄπειροι, καὶ οἱ πειρασμοὶ ἄστεκτοι ὄντες οὐχ ὑποπίπτουσι διηγήματι. διὸ ἀξιωθείημεν θεομιμήτου ἐλέους ἐκ τῆς βασιλείας ὑμῶν. ὅταν γὰρ ἤλθομεν εἰς ἐσχάτην ταπείνωσιν, ἀπώλειαν ἀπειλοῦσαν ἡμῖν, τότε ὑπὸ τῆς κατεχούσης βίας ἠξιώσαμεν τὸν εὐλαβέστατον κύριον Ἀνδρέαν τὸν κασίγνητον τοῦ ὁσίου ἡμῶν τοποτηρητοῦ τοῦ κυρίου Ἠλία τοῦ στυλίτου, ἀπάραι πρὸς τὸ ὑμέτερον θεόδμητον κράτος, ἐπιφερόμενον καὶ τὸ ψιλὸν ἡμῶν ἱκετικὸν τοῦτο γράμμα. ὃς βεβαιώσει ἐνώπιον τῆς ὑμετέρας ἁγίας βασιλείας τὰ καθ᾽ ἡμῶν δεινὰ καὶ τυραννικὰ, ἐν ὅσῳ ὁ προῤῥηθεὶς βέλτιστος ὁμαίμων αὐτοῦ αὐτόθι πρὸς τὴν ὑμετέραν βασιλείαν προσκαρτερεῖ, χάριν καταστάσεως τῶν ἐκκλησιαστικῶν θεσμῶν τε καὶ βαθμῶν, καθαίρεσιν δὲ καὶ ἀφανισμῶν τῶν τοῦ ἐχθροῦ πονηρευμάτων. ἐν ἄλλῳ γὰρ τὸ πιστὸν οὐκ ἔχομεν, ὥς τε τούτῳ ὑπηρετῆσαι, πλὴν Ἀνδρέου τοῦ προῤῥηθέντος αὐταδέλφου τοῦ ἡμῶν τοποτηρητοῦ Ἠλία· ὅτι ἡ ἀνάγκη ἡμᾶς τοσοῦτον κεκίνηκεν, ὥστε αὐτὸν ἐκλέξασθαι διακονῆσαι τὴν τοιαύτην ἐλπιδηφόρον διακονίαν. ἐν τούτοις οὖν πᾶσι τοῖς ταῖς ἁγίαις ἐκκλησίαις συμβεβηκόσι, δεκτικῶς τολμῶντες ἀνηγγείλαμεν τῇ φιλοσυμπαθεστάτῃ ἡμῶν βασιλείᾳ, ἀξιῶσαι αὐτὰς ἐλέους, καὶ τὸν δυνατὸν τρόπον βοηθῆσαι αὐταῖς. τοῦτο δὲ θεσπίζομεν, μᾶλλον δὲ συνοδικῶς ἐθεσπίσαμεν διὰ τῶν καθ᾽ ἡμᾶς ἀποστολικῶν θρόνων, καὶ πᾶσι διαγγέλλομεν, καὶ κηρύττομεν, ὡς κανόνα ἀπαράτρωτον. εἴτις οὐκ ἀποδέχεται τὸν ὅσιον καὶ περιβόητον συλλειτουργὸν ἡμῶν ἀδελφὸν κύριον Φώτιον, τὸν τῆς βασιλίδος πατριάρχην, καὶ αὐτῷ οὐ συνιερατεύει, ἤτω ἀνάθεμα, καὶ ἔστω καθῃρημένος ἐξ αὐθεντίας τῶν ἁγίων ἀποστολικῶν θρόνων. εὐχαῖς δὲ αὐτῶν κατάσχοι τὸ ἅγιον κράτος ὑμῶν ἄκρα γῆς πάσης, εἰς ἓν συνάγον τὰ διεσκορπισμένα τέκνα τῆς καθολικῆς ἐκκλησίας. σὺ γὰρ ἀνέστης οἰκτειρῆσαι τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν.
Ἡ ἁγία σύνοδος ἀπεκρίθη· τὰ συνοδικῶς παρὰ τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων θεσπισθέντα, καὶ ἡ ἡμετέρα μετριότης ἀποδεχομένη, τοὺς μὴ οὕτω φρονοῦντας τῷ ἀναθέματι παραπέμπει.
οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον πρὸς Ἠλίαν τὸν θεοσεβέστατον πρεσβύτερον, καὶ τοποτηρητὴν τῆς ἀνατολῆς· πότε ἦλθεν ἡ ἐπιστολὴ αὕτη, καὶ παρὰ τίνος ἀπεκομίσθη;
Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς τῆς ἀνατολῆς εἶπε· ταύτην ἀπέστειλε Θεοδόσιος ὁ ἁγιώτατος πατριάρχης Ἱεροσολύμων, συνοδικῶς μὲν προαποδεξάμενος Φώτιον τὸν ἁγιώτατον πατριάρχην, παρούσης καὶ τῆς εὐτελείας μου ἐκεῖσε, μᾶλλον δὲ ἦν εἶχε περὶ αὐτοῦ ἀρχαίαν ὑψηλὴν καὶ μεγάλην ὑπόληψιν ἐβεβαίωσε. μετέπειτα δὲ ἡνίκα ὁ καιρὸς ἐκάλει, ἀπέστειλε ταύτην δι᾽ Ἀνδρέου τοῦ εὐλαβεστάτου μοναχοῦ καὶ ἐμοῦ γνησίου ἀδελφοῦ, οὐ μόνον τοῦ Ἱεροσολύμων, ἀλλὰ καὶ τοῦ τῆς Ἀντιοχείας προέδρου συμψήφου γενομένου τῇ συνοδικῇ ταύτῃ ἐπικρίσει.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἰδοὺ νῦν καθὼς οἱ τῆς ἀνατολῆς ἁγιώτατοι πατριάρχαι προαπέστειλαν συνοδικὰς ἐπιστολὰς ἐπικυροῦντες, καὶ ἀποδεχόμενοι Φώτιον τὸν ἁγιώτατον πατριάρχην, ὡσαύτως καὶ ὁ δεσπότης ἡμῶν ὁ οἰκουμενικὸς πάπας ἀπέστειλεν ἐπιστολὴν, ἣν καὶ προηκούσατε ὁμοφωνοῦσαν μὲν κατὰ πάντα τοῖς εἰρημένοις ἁγιωτάτοις πατριάρχαις, ἐπὶ τῇ ἀποδοχῇ καὶ ἀποκαταστάσει τοῦ εἰρημένου ἁγιωτάτου πατριάρχου· καὶ ἔχει αὐτὸν ἀδελφὸν καὶ συλλειτουργόν. ἀλλ᾽ ἐπειδὴ οἱ πάλαι παραγενόμενοι ἀπὸ τῆς ἀνατολῆς, οἱ περὶ Θωμᾶν καὶ Ἠλίαν, ὡς ὁμοφώνως παρὰ πάντων ἀκούομεν, Σαρακηνοὺς μὲν αἰχμαλώτους ἐπεζήτουν, καὶ παρὰ Σαρακηνῶν ἐπὶ τῇ τῶν συγγενῶν αὐτῶν ἀναῤῥήσει· ἀπεστάλησαν, καὶ Σαρακηνῶν ἀποκρισιάριοι ἐχρημάτιζον· παρ᾽ οὐδενὸς δὲ τῶν πατριαρχῶν ἀπεσταλμένοι ἦσαν, οὐδεμίαν ἐκκλησιαστικὴν ἐμπεπιστευμένοι δουλείαν· ἀλλὰ καὶ ἐξ αὐτῶν ὁ Ἠλίας πάλαι κατακεκριμένος ἦν, καὶ ἀπόβλητος τοῦ χοροῦ τῶν χριστιανῶν· διὰ τοῦτο ἐξετάζομεν περὶ τῶν ἀρτίως παραγεγονότων ἀδελφῶν, καὶ τὰς ἀρχιερατικὰς ἐπιστολὰς ἐπικομιζομένων, καὶ τὸ πρόσωπον ἐπέχοντας τῶν τῆς ἀνατολῆς ἀρχιερατικῶν θρόνων. γέγραπται γὰρ, ὅτι ἀλήθεια ἐξεταζομένη καθαρωτέρα γίνεται. ἠκούσατε τοίνυν τὰς ἀποκρίσεις τῶν ἀδελφῶν τούτων, καὶ πῶς ὁμονοῦσι τῶν ἀνατολικῶν αἱ ἐκκλησίαι;
Παῦλος καὶ Εὐγένιος οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· οὐ μόνον τὰς ἐπιστολὰς, ἀλλὰ καὶ αὐτὸν τὸν ἐπιστοληφόρον κύριον Ἀνδρέαν τὸν εὐλαβέστατον μοναχὸν εἴδομεν, ποιήσαντα μεθ᾽ ἡμῶν ἡμέρας ἱκανὰς, οὗ καὶ τὴν πίστιν ἀκριβῶς ἀνακρίναντες εὕρομεν αὐτὸν καθαρῶς τὰ τῆς ἐκκλησίας πρεσβεύοντα δόγματα, ἐξ οὗ καὶ τῆς πίστεως ἐδεξάμεθα λίβελλον.
ἡ ἁγία σύνοδος εἶπεν· ἔδει μὲν ἐκείνους ἀθεμίτου κατάρξαντας ἔργου, καὶ Σαρακηνῶν φρονήματα ἔχειν, καὶ Σαρακηνῶν ὑπηρέτας εἶναι, καὶ τῆς ἐκκλησίας ἀπωσμένους. οὗς δὲ ἀπέλυσαν οἱ ἁγιώτατοι πατριάρχαι, ἀληθῶς οὗτοι τοποτηρηταὶ αὐτῶν εἰσὶ, καὶ τῶν ἀποστόλων μαθηταὶ, καὶ τῆς ἐκκλησίας θρέμματα, καὶ ἐκκλησιαστικὴν καταπεπιστευμένοι διακονίαν.
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· τὰ μὲν τότε γεγονότα, Θεὸς λήθῃ βαθείᾳ παραδοίη, καὶ ἡμᾶς αὐτῶν ἀμνηστίαν τε καὶ ἀμνησικακίαν διατηρεῖν ἐνισχύσαι. πολλῷ γὰρ ἀμείνονα ταῦτα ποιεῖ ἡ σιγὴ, ἢ καὶ βραχεῖά τις καὶ συντετμημένη περὶ τούτων διάλεξις. πλὴν κατὰ τὸν καιρὸν ἐκεῖνον ἡνίκα ἡμεῖς μὲν ἠλαυνόμεθα τοῦ θρόνου, ἅπας δὲ τῶν ἀρχιερέων Θεοῦ καὶ ἱερέων ὁ κατάλογος μετὰ τὴν στέρησιν τῶν οἰκείων θρόνων πικραῖς ἐνεταλαιπωρεῖτο κακουχείαις, εἶπον πρὸς τοὺς τότε παρόντας· ὡς εἰ μὲν κατ᾽ ἐμοῦ τὴν πᾶσαν ὀργὴν ἔχετε, ἄφετε μὲν τούτους ὑπάγειν· κατ᾽ ἐμοῦ δὲ οἷον ἂν καὶ τὸ θέλημα ὑμῖν ἐπιτάσσοι ἔγκλημα ἀναπλάσαντες προενέγκατε. κἀντὶ τῆς τούτων ἁπάντων ἐλευθερίας τε καὶ ἀφέσεως, ἕτοιμός εἰμι καὶ κατ᾽ ἐμοῦ τὸ ἔγκλημα ἀνομολογεῖν· πλὴν εἰ μὴ ἀσέβειαν περιέχει· καὶ ὑμᾶς εἰς κόρον ἐμπλῆσαι τοῦ ὑμετέρου θελήματος. παραδίδωμι γὰρ ἐμαυτὸν συνομολογῶν ὑμῖν τὴν κατ᾽ ἐμοῦ κατηγορίαν, ποιεῖν εἰς ἐμὲ ἅπερ ἂν ἡ ὁρμὴ βούλοιτο. μόνον τοῦτο τὸ ἐλεεινὸν καὶ τραγικὸν διήγημα εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν μὴ παρεισαγάγητε, μὴ δὲ τοσοῦτον καὶ τηλικοῦτον λαὸν ὀρθοδοξίᾳ τε ἀνέκαθεν ἀνακείμενον, καὶ Θεῷ καθιερωμένον ὅσον ἧκεν εἰς τὴν ἡμετέραν γνώμην, μὴ θανάτῳ, καὶ λιμῷ, καὶ ὑπερορίᾳ, καὶ πᾶσι κακοῖς παραδώσετε· μὴ δὲ τὰ χριστιανῶν ὄργια γέλωτα πᾶσιν ἕλλησί τε καὶ βαρβάροις, μήτε χριστιανοῖς προθήσετε· μὴ δὲ τηλικαύτῃ αἰσχύνῃ τὰ χριστιανῶν περιβάλητε νόμιμα. ἀλλ᾽ ἐγὼ μὲν ἐβόων ταῦτα, καὶ διεμαρτυρόμην, καὶ πράττειν ἕτοιμος ἦν τὴν ὑπόσχεσιν· τὴν τῶν πολλῶν καὶ ἀθώων καὶ ἀνευθύνων σωτηρίαν τῆς ἐμῆς, ὡς ἂν ἐκεῖνοι φαῖεν, ἀπωλείας ἀνταλλασσόμενος. ἀλλ᾽ ὁ μὲν τῆς ὁρμῆς αὐτῶν πρόλογος ἦν καθ᾽ ἡμῶν· ἡ δὲ τῆς ὀργῆς ῥύμη συνελαύνει καὶ πάντας, οὐ μόνον ὅσος ὁ ἱερὸς θεσμὸς εἰς τὸν προκεκριμένον ἔφερε κατάλογον, ἀλλὰ καὶ ἁπλῶς πάντας, ὅσοι δήποτε ἱερωσύνης καὶ θεοσεβείας γνωρίσματα ἔφερον. ἀλλ᾽ ἐκεῖνα μὲν, ὥσπερ ἔφημεν, ἔχει σιγὴ καὶ ἐχέτω. ὁ δὲ τῶν ἀνεξιχνιάστων κριμάτων κύριος, καὶ τῶν ἀνελπίστων ἀγαθὸς χορηγὸς, πρὸς μόνην ἡμῶν τὴν τότε προαίρεσιν ἐπιδῶν, παραδόξως καὶ παρ᾽ ἐλπίδα πᾶσαν ἀνθρωπίνην, ἅπαντα μὲν ἐκεῖνα τὰ τολμήθια καταστροφῇ δικαίου παρέδωκε· τὴν δὲ τοῦ ὑψηλοῦ καὶ μεγάλου βασιλέως ἡμῶν καρδίαν, ἅτε δὴ τῇ χειρὶ αὐτοῦ περικρατουμένην τε καὶ περιφρουρουμένην, ἀνεκίνησεν ἀναλαβεῖν τὰ ἐλέη αὐτοῦ ἐφ᾽ ἡμᾶς· καὶ ἃ προώρισεν, ὡς ἔδειξε, ταῦτα καὶ εἰς τέλος ὑπὲρ λόγον, ὡς ὁρᾶτε, παρεστήσατο.
Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς τῆς ἀνατολῆς εἶπε· Γινώσκει ἡ ἀγαθότης τοῦ Θεοῦ, ὅτι οὔτε τὸν πατριάρχην κύριον Φώτιον προεῖδον, οὔτε γράμμα παρ᾽ αὐτοῦ ἐδεξάμην, οὔτε συνέτυχον αὐτῷ ἐν ἐκείναις ταῖς ἡμέραις· ἀλλὰ διὰ τὴν ἐκκλησίαν, καὶ τὴν ἀρετὴν αὐτοῦ, καὶ τὴν ἀθέμιτον εἰς αὐτὸν γεγενημένην ἀπόνοιαν, καὶ τοὺς ψευδοτοποτηρητὰς τοὺς ἀθέους ἐκείνους, διὰ ταῦτα παραγέγονα.
Παῦλος καὶ Εὐγένιος οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ὡς αὐτὴ ἡ ἀλήθεια μαρτυρεῖ, οὔτε κατὰ προσπάθειαν, οὔτε κατὰ δωροδοκίαν λέγομεν· ἀλλ᾽ ὡς ὁ Θεὸς ἐπίσταται, καὶ αὐτὸς ὁ ἅγιος βασιλεὺς ἐμαρτύρησε τήν τε συμπάθειαν, καὶ τὴν ἐλεημοσύνην, καὶ τὸ ὑπεραναβεβηκὸς τῆς ἀρετῆς τοῦ ἀνδρὸς, ὅτι τοιοῦτον ἄνθρωπον πολλὰ ἔτη ἔχει ἡ Κωνσταντινουπολιτῶν ἐκκλησία μὴ δεξαμένη.
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ἡμεῖς ἁμαρτωλοὶ καὶ ταπεινοὶ ἐσμέν· αὐτοί δὲ τὸν ἄξιον μισθὸν τῆς πρὸς ἡμᾶς διαθέσεως ἀπολήψεσθε. εἰ μὲν οὖν περὶ ἄλλου τινὸς ὁ λόγος καὶ ἡ προκειμένη ὑπόθεσις, πολλὰ ἂν εἶχον λέγειν. ἐπειδὴ δὲ περὶ ἐμαυτοῦ ἐστὶ, τὸ ἀνεπαχθὲς τῶν τοιούτων διευλαβούμενος λόγων, ἄμεινον τὸ σιγᾶν, εἰ μήτις κατεπάγει μεγάλη ἀνάγκη πρὸς τὸ λέγειν, ἡγοῦμαι.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· τὸ εὐαγγελικὸν ἀποπληροῖς λόγιον τὸ φάσκον· ὅτι ἐγὼ τὴν δόξαν μου οὐ ζητῶ. ἔστιν ὁ ζητῶν καὶ κρίνων. ἀλλὰ τὰ μὲν περὶ τούτων ὁ καὶ ρὸς ἐδοκίμασεν. εἰ δοκεῖ δὲ τῇ ἁγίᾳ ταύτῃ καὶ εἰρηνικωτάτῃ συνόδῳ, ἀναγνωσθήτω καὶ τὸ ἐπιδοθὲν ἡμῖν κομμονιτόριον, ἤτοι ἔνταλμα, παρὰ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πάπα Ἰωάννου. ἐν ῷ καὶ πάντες οἱ καθ᾽ ἡμᾶς ἀρχιερεῖς καὶ ἐπίσκοποι ὑπέγραψαν.
ἡ ἁγία σύνοδος εἶπεν· ἀναγνωσθήτω. καὶ δὴ ἀναστὰς Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις, διὰ Λέοντος πρωτοσπαθαρίου καὶ ἑρμηνέως ἀνέγνω.
Κομμονιτόριον τοῖς ἀδελφοῖς Παύλῳ καὶ Εὐγενίῳ τοῖς ἐπισκόποις· ὡσαύτως καὶ Πέτρῳ πρεσβυτέρῳ καὶ καρδηνάλι ἡμῶν τοῖς ἐν Κωνσταντινουπόλει ἀ- πεσταλμένοις.
Κεφάλαιον α. Μετὰ τῆς Θεοῦ βοηθείας καὶ τῶν πρεσβειῶν τῶν ἁγίων ἀποστόλων ἐν Κωνσταντινουπόλει εἰσερχομένων ὑμῶν, ὅπου προστάξει ὁ βασιλεὺς ἐκεῖσε μετατεύθητε· καὶ πρὸ τοῦ τὸν βασιλέα θεάσασθαι, ἄλλῳ τινὶ τὰς ἀποστολικὰς ἐπιστολὰς μὴ θελήσητε δοῦναι. παραστάντων δὲ ὑμῶν ἐνώπιον τοῦ βασιλέως, τὰς ἐπιστολὰς παράσχετε, τοιούτοις ῥήμασιν αὐτῷ προσφθεγγόμενοι· προσκυνεῖ τὴν ὑμετέραν ἐκ Θεοῦ βασιλείαν ὁ πνευματικὸς ἡμῶν πατὴρ ὁ κύριος Ἰωάννης ὁ ἀποστολικὸς πάπας. τὸ ὑμέτερον ἐκ Θεοῦ κράτος ταῖς αὐτοῦ καθ᾽ ἑκάστην ἱκεσίαις παρατιθέμενος τῷ ἁγίῳ Θεῷ· ἵνα ὁ τοιαύτην ὑμῖν ἐπιθυμίαν δοὺς, διὰ τὸ πρᾶγμα τῆς ἐκκλησιαστικῆς εἰρήνης, ἀντικαταπέμψῃ ὑμῖν τὴν χάριν αὐτοῦ, καὶ παραμυθήσηται ὑμᾶς τῇ αὐτοῦ κατευοδώσει, καὶ τελειώσαι ἐν ἀγαθοῖς τὸ θέλημα ὑμῶν.
Κεφάλ. β΄. Ἐὰν θελήσει ὁ βασιλεὺς, πρὸ τοῦ τὰς ἐπιστολὰς ἀναγνῶναι, τὰ τῆς ἀποκρίσεως ἡμῶν ἀναμαθεῖν κεφάλαια, τοιούτοις ῥήμασιν αὐτῷ προσείπατε· εἰ κελεύει ἡ βασιλεία ὑμῶν, ἰδέτω τὰς ἐπιστολάς· καὶ ἐὰν εἴπῃ· τί περιέχουσιν αἱ ἐπιστολαί; ἀποκρίθητε αὐτῷ· προσκυνήσεις πρὸς τὴν ὑμετέραν εὐσέβειαν, καὶ λόγους τῆς ἐκκλησιαστικῆς εἰρήνης συγκροτοῦντας τὸν σύνδεσμον, καὶ παντὶ τρόπῳ καλῶς ἀποπληροῦντας.
Κεφάλ. γ΄. Τῇ δὲ ἑτέρᾳ ἡμέρᾳ προσαγορεύοντες Φωτίῳ τῷ ἁγιωτάτῳ, ἐπίδοτε καὶ τὴν ἐπιστολὴν, ἀσπαζόμενοι αὐτὸν πρεπόντως τοιούτοις ῥήμασι· προσκυνεῖ σε ὁ κύριος ἡμῶν Ἰωάννης ὁ ἀποστολικὸς πάπας, καὶ θέλει ἔχειν σε ἀδελφὸν καὶ συλλειτουργόν.
Κεφάλ. δ΄. Καθὼς ἀπέστειλεν ὁ βασιλεὺς, ἵνα διὰ τὴν εἰρήνην τῆς ἐκκλησίας ἀποδεξώμεθα τὸν ἁγιώτατον πατριάρχην Φώτιον ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν, εἰσηκούσαμεν τῆς δεήσεως ὑμῶν. καὶ κελεύομεν ἵνα ἐνώπιον ὑμῶν ἔλθῃ εἰς τὴν σύνοδον, καὶ ἀποδέξηται αὐτὸν πᾶσα ἡ ἐκκλησία κατὰ τὴν διάταξιν τῶν γραμμάτων ἡμῶν· ἀποδέξησθε αὐτὸν καὶ ὑμεῖς συγκοινωνὸν καὶ συλλειτουργόν. καὶ ἵνα εὐχαριστίαν καὶ ἔλεος τῆς ἐκκλησίας τῶν Ῥωμαίων προσφέρῃ.
Κεφάλ. ε΄. Ἀναστάντες εἴπατε αὐτῷ· κελεύει ὁ κύριος ἡμῶν ὁ ἁγιώτατος πάπας, ἵνα πάντες οἱ ἐν διαφόροις ὄντες τόποις ὑπερόριοι, εἴτε ἐπίσκοποι, εἴτε πρεσβύτεροι, εἴτε ἄλλοι τινὲς, καὶ οὐκ ἠθέλησαν ἕως τοῦ παρόντος κοινωνῆσαι μεθ᾽ ὑμῶν, διὰ τοῦ μόχθου ὑμῶν ἑνωθῶσι τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ γένωνται ἐν μεθ᾽ ὑμῶν. ἐρχομένων δὲ αὐτῶν ἀποδέξεται αὐτοὺς, ὡς πατὴρ τέκνα· καὶ νουθετήσει αὐτοὺς πολλάκις, ἵνα διὰ τὴν εἰρήνην τῆς τοῦ Θεοῦ ἐκκλησίας ὁμονοήσωσι μετὰ τοῦ ἀποστολικοῦ, καὶ κρατήσωσι μετ᾽ αὐτοῦ ἓν θέλημα, ἀποδεχόμενοι Φώτιον τὸν ἁγιώτατον πατριάρχην, καὶ γινόμενοι αὐτοῦ συγκοινωνοί. οἱ δὲ ἀρχόμενοι, ὅσοι μὲν προεχειροτονήθησαν, ἵνα ἀπολάβωσι τοὺς θρόνους αὐτῶν. οἱ δὲ ἐσχάτως χειροτονηθέντες, ἵνα ἔχωσιν ἐκ τῶν αὐτῶν ἐπισκόπων διατροφὰς καὶ σκεπάσματα ἀρκοῦντα.
Κεφάλ. ϛ΄. Καθεσθέντων ὑμῶν ἐπὶ τῆς συνόδου μετὰ τοῦ προῤῥηθέντος ἁγιωτάτου πατριάρχου, καὶ τῶν τῆς ἀνατολῆς τοποτηρητῶν, ἅμα τοῖς λοιποῖς ἀρχιεπισκόποις καὶ μητροπολίταις, καὶ πᾶσι τοῖς ἱερεῦσι τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας, πρῶτον ἀναγνωσθήτωσαν αἱ ἐπιστολαί, αἱ πρὸς τὸν βασιλέα ἀποσταλεῖσαι· καὶ ἐρωτηθήτω ἡ σύνοδος, εἰ ἀποδέχεται αὐτὰς, καὶ ἐὰν φυλάττωσι τὰς μαρτυρίας ἃς περιέχει ἡ ἐπιστολή. ἀποκριναμένων αὐτῶν εἴπατε· ὁ κύριος ἡμῶν ὁ ἁγιώτατος πάπας πασῶν τῶν ἐκκλησιῶν φροντίδα ποιούμενος, καὶ τῆς ὑμετέρας σωτηρίας, καὶ ἑνώσεως, καὶ εἰρήνης προμηθούμενος, ἀπέστειλεν ἡμᾶς τοὺς δούλους αὐτοῦ, ἵνα τοὺς διεσκορπισμένους συναγάγωμεν, καὶ τοὺς διεστῶτας εἰρηνεύσωμεν, καὶ τῷ ἐλέει τῆς ἐκκλησίας χεῖρα ὀρέξωμεν, τοὺς κατεῤῥαγμένους ἀνορθώσωμεν· ἵνα πάντες ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι. ἔστι τοῦτο καλὸν, εἰ οὐχί;
ἡ ἁγία σύνοδος εἶπεν· ὅσα πρὸς εἰρήνην καὶ ὁμόνοιαν τῆς ἐκκλησίας εἰσὶ, καὶ καλὰ καὶ ἀποδεκτὰ ἡγούμεθα.
Κεφάλ. ζ΄. Τοὺς δὲ διαμένοντας ἐν τῇ αὐτῶν αὐθαδείᾳ καὶ ταραχῇ, καὶ εἰς τὴν ἑνότητα τῆς ἐκκλησίας καὶ τῶν ἀδελφῶν μὴ θέλοντας συνελθεῖν, μηδὲ τὸν σύνδεσμον τῆς ἀγάπης διαφυλάξαι, μετὰ β΄. καὶ γ΄. νουθεσίαν ὑμῶν τε καὶ τῆς ἁγίας συνόδου, ποιήσατε αὐτοὺς ἀκοινωνήτους, καὶ παντὸς τάγματος ἐκκλησιαστικοῦ ἀφορίσατε, ἕως ἂν ἑνωθῶσι τῷ οἰκείῳ πατριάρχῃ, καὶ τῇ κατ᾽ αὐτὸν ἐκκλησίᾳ.
Κεφάλ. η΄. Ἐξακολουθοῦντες τοῖς κανόσι τῶν ἁγίων πατέρων λέγομεν, ἵνα μετὰ τὴν ἀποβίωσιν Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου μηδεὶς ἀπὸ κοσμικοῦ ἀξιώματος εἰς τὸν θρόνον Κωνσταντινουπόλεως ἀνέλθῃ, καθὼς καὶ αἱ ἐπιστολαὶ ἡμῶν μαρτυροῦσι.
Κεφάλ. θ΄. Θέλομεν ἐνώπιον τῆς συνόδου ἵνα τὸν προῤῥηθέντα Φώτιον τὸν ἁγιώτατον πατριάρχην παρακαλέσητε, μήτε ὡμόφορον εἰς Βουλγαρίαν ἀποστεῖλαι, μήτε χειροτονῆσαι ἐν τῇ αὐτῇ ἐπαρχίᾳ. ἐὰν γὰρ τοῦτο ποιήσῃ, ἐλέγξαι αὐτὸν ἔχομεν κανονικῶς.
Κεφάλ. ι΄. Θέλομεν ἐνώπιον τῆς ἐνδημούσης συνόδου ἀνακηρυχθῆναι, ἵνα ἡ σύνοδος ἡ γεγονυῖα κατὰ τοῦ προῤῥηθέντος πατριάρχου Φωτίου ἐν τοῖς καιροῖς τοῦ Ἀδριανοῦ τοῦ ἁγιωτάτου πάπα ἐν τῇ Ῥώμῃ, καὶ ἐν Κωνσταντινουπόλει, ἀπὸ τοῦ παρόντος ᾖ ἐξωστρακισμένη καὶ ἄκυρος καὶ ἀβέβαιος, καὶ μὴ συναριθμῆται αὕτη μεθ᾽ ἑτέρας ἁγίας συνόδου.
ἡ ἁγία σύνοδος ἀπεκρίθη· ἡμεῖς δι᾽ ἔργων ἀπεκηρύξαμεν καὶ ἀπεβαλόμεθα καὶ ἀνεθεματίσαμεν τὴν παρ᾽ ὑμῶν λεγομένην σύνοδον, ἑνωθέντες Φωτίῳ τῷ ἁγιωτάτῳ ἡμῶν πατριάρχῃ· καὶ τοὺς μὴ ἀποβαλλομένους τὰ κατ᾽ αὐτοῦ γραφέντα ἢ λαληθέντα ἐν αὐτῇ τῇ ῥηθείσῃ παρ᾽ ὑμῶν συνόδῳ, τῷ ἀναθέματι παραπέμπομεν.
Ἠλίας μητροπολίτης Μαρτυροπόλεως, καὶ Ἠλίας Ἱεροσολύμων τοποτηρητὴς, εἶπον· καὶ πῶς γὰρ ἂν σύνοδος ῥηθείη ἡ μυρίων σχισμάτων ἐκκλησίαν πληρώσασα; τίς ὀνομάσειε σύνοδον τὴν Σαρακηνῶν ἀποκρισιαρίους κριτὰς καὶ νομοθέτας καθίσασαν; ποίαις συνόδοις ἀριθμηθείη ἡ πάντων τῶν ἁγίων συνόδων ἐναντία τολμήσασα; ἡ τοὺς ἀνευθύνους καὶ χωρὶς τῆς οἵας δήποτε ἐξετάσεως καταδικάσασα; ἡ πάντας θεσμοὺς ἐκκλησιαστικοὺς καὶ πολιτικοὺς συγχέασα, καὶ καταστρέψασα; διὰ ταῦτα γὰρ οἱ τῆς ἀνατολῆς ἁγιώτατοι θρόνοι ἀποκηρύκτους τὰς πράξεις αὐτῆς καὶ ἀποβλήτους ἐποιήσαντο, καὶ τῷ ἀναθέματι παρεπέμψαντο.
Κεφάλ. ια΄. Βλέπετε ἵνα κατὰ τὸ ἔνταλμα ἡμῶν οὕτως περιπατήσητε, καὶ μήτε δώροις συναπαχθῆτε, μήτε διὰ κολακείαν ἢ φόβον ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά· ἀλλὰ βασιλικῇ ὁδῷ πορεύθητε, ὡς τὸν τόπον καὶ τὴν ἐξουσίαν ἡμῶν, ἣν ὑμῖν διὰ τὴν εἰρήνην τῆς ἐκκλησίας δεδώκαμεν, ἔχοντες· ἵνα διὰ τοῦ ὑμετέρου κόπου καὶ ἀξίου ὑμῶν μόχθου τὴν χάριν ἡμῶν καὶ τοῦ ἀποστολικοῦ θρόνου ἔχητε, καὶ τῆς ἡμετέρας κοινωνίας γένησθε συγκληρονόμοι.
Ἡ ἁγία σύνοδος εἶπεν· ἰδοὺ ὁρῶμεν ὑμᾶς κατὰ πάντα τῷ ἐντάλματι τοῦ ἁγιωτάτου πάπα ἐξακολουθοῦντας. ἐπ᾽ ἀληθείας γὰρ τοιούτου ἀρχιερέως μεγάλου, τοιούτους ἔδει εἶναι καὶ τοὺς τοποτηρητάς.
Νικήτας ὁ θεοφιλέστατος μητροπολίτης Σμύρνης εἶπεν· ὁ Θεὸς οὕτως ἐποίησεν εὑρεῖν ὑμᾶς τὰ πράγματα, ἵνα κἂν θέλῃ τις ἔξωθεν τῆς ἐντολῆς τοῦ Θεοῦ, καὶ τῶν παραγγελμάτων τοῦ ἁγιωτάτου πάπα περιπατῆσαι, μὴ εὑρίσκῃ πρόφασιν· καὶ ὅπου τὰ πράγματα καὶ αὐτὰ ἐκεῖνα ἀναγκάζουσι κατὰ τὴν ὁδὸν τοῦ Θεοῦ πορεύεσθαι, οὐδὲ οἱ ἔχοντες φαύλας γνώμας δύνανται ἐναντία τῶν πραγμάτων ἐλθεῖν· πόσῳ οὖν μᾶλλον οἱ ἔχοντες τὴν διάνοιαν αὐτῶν πάσῃ ἀρετῇ κατηρτισμένους, οὐ δύναιντο οὕτως παντελῶς ἐκκλῖναι· δεξιὰ ἢ ἀριστερὰ τοῦ θελήματος τοῦ Θεοῦ, εἴτε τῶν ἐνταλμάτων τοῦ ἀρχιερέως τῆς Ῥώμης;
Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ὁ προφήτης λέγει· εἰς πάντα ὅσα ἀποστέλλω ὑμᾶς, πορεύεσθε. οὐκ ἤλθομεν πληρῶσαι εἰ μὴ τὸ θέλημα τοῦ Θεοῦ, καὶ τοῦ κυρίου ἡμῶν τοῦ ἁγιωτάτου πάπα.
ἡ ἁγία σύνοδος εἶπεν· ἐναργῶς βλέπομεν, ὅτι τὸ θέλημα τοῦ Θεοῦ καὶ τοῦ ἀποστείλαντος ὑμᾶς ἀρχιερέως πληροῦτε.
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· θεῖον θέλημά ἐστι τοῦ κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβόντος, ἵνα καταλλάξῃ τὸ ἀνθρώπινον γένος πρὸς τὸν πατέρα αὐτοῦ, ἐκπεπολεμημένον χρόνοις πολλοῖς ἔμπροσθεν. καὶ νῦν ὁρᾷ σὺν ἡμῖν ἡ ὑμετέρα ἁγιωσύνη, ὅτι κατὰ τὸ θέλημα καὶ τὴν ἐντολὴν τοῦ ἁγιωτάτου πάπα πάντα συνῆλθον, καὶ τὸ ἀντιπίπτον οὐδέν ἐστι· καὶ συνέδραμε τῇ ἐκείνου γνώμῃ καὶ ἡ τῶν πραγμάτων φύσις.
οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· τὸ ἔργον ἡμῶν τοῦτό ἐστιν, ἵνα δι᾽ ἀγῶνος καὶ μόχθου ἑνώσωμεν τὴν καθ᾽ ὑμᾶς ἐκκλησίαν. διὰ τοῦτο καὶ πολλοὺς κόπους ἐν τῇ ὁδῷ ὑπεμείναμεν. ὅμως οἱ ἅγιοι ἄνδρες διὰ κόπου ἤρεσαν τῷ Χριστῷ.
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ἔστι μισθαποδότης ὁ Θεὸς ὁ τοὺς μεγάλους μισθοὺς καὶ ἀκενώτους ταμιευόμενος ὑμῖν ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἰδοὺ καὶ αἱ ὑπογραφαὶ τῶν ἐπισκόπων, ὅπως ὡμονόησαν καὶ ἀπεδέξαντο Φώτιον τὸν ἁγιώτατον πατριάρχην σὺν πάσῃ τῇ ἁγίᾳ τῶν Ῥωμαίων ἐκκλησίᾳ.
Ζαχαρίας ἐπίσκοπος τῆς ἐκκλησίας Ἀναγνήνων, καὶ βιβλιοθηκάριος τοῦ ἀποστολικοῦ θρόνου, ἐν τούτῳ κομμονιτορίῳ ὑπὲρ τῆς ἀποδοχῆς Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου ἰδιοχείρως ὑπέγρ.
Μαρτῖνος ἐπίσκοπος τῆς ἐκκλησίας Ναρικόνσου, ὁμοίως ὑπέγραψε.
Δομίνικος ἐπίσκοπος τῆς ἐκκλησίας Τειβένσου, ὁμοίως.
Φλῶρος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Μανδουριένσου, ὁμοίως ἰδιοχείρως ὑπέγραψε.
Γαυδερίχος ἐπίσκοπος Βελιτέρνου, ὁμοίως.
Στέφανος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φερεντίνης, ὁμοίως.
Λέων ἐπίσκοπος Γαβένσης, μύσος καὶ ἀποκρισιάριος ἀποστολικοῦ θρόνου, ὁμοίως ἰδιοχείρως ὑπέγρ.
Πέτρος ἐπίσκοπος Φοροσιφρονένσου, ὁμοίως.
Οὐαλπέρτος τῆς ἁγίας Πέτρου ἐκκλησίας, ὁμοίως.
Συμεὼν ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Φουνδάρων, ὁμοίως.
Ἰωάννης ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σινίνων, ὁμοίως.
Βενέδικτος ἐπίσκοπος, ὁμοίως.
Γρηγόριος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Σολβοκανδίδου, ὁμοίως.
Βονιφάτιος ἐπίσκοπος τῆς ἁγίας τῶν Βλεράνων ἐκκλησίας, ὁμοίως.
Στέφανος ἐπίσκοπος τῆς ἁγίας τῶν Νεπεσήνων ἐκκλησίας, ὁμοίως.
Γερμανὸς πρεσβύτερος τοῦ ἁγίου Παύλου καὶ Ἰωάννου, ὁμοίως.
Πέτρος πρεσβύτερος τοῦ ἁγίου Χρυσογόνου, ὁμοίως.
Βενέδικτος πρεσβύτερος τῆς ἁγίας Βαλβίνης, ὁμ.
Ἀδρανὸς πρεσβύτερος τοῦ ἁγίου Λαυρεντίου, ὁμοίως.
Λέων πρεσβύτερος, ὁμοίως.
Ἰωάννης πρεσβύτερος τῆς ἁγίας Κικιλίας, ὁμοίως.
Παῦλος διάκονος, ὁμοίως ὑπέγραψε.
Λέων διάκονος, ὁμοίως.
Μετὰ τὴν συμπλήρωσιν τοῦ κομμονιτορίου, Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἀρέσκει τῇ ὑμετέρᾳ ἁγιωσύνῃ; καὶ ἡ ἁγία σύνοδος ἀπεκρίθη· ἀρέσκει. καὶ μάλιστα αἱ γενόμεναι ὑπογραφαὶ ὑπὲρ τῆς κοινῆς εἰρήνης καὶ ὁμονοίας τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, καὶ ὑπὲρ τῆς ἀποδοχῆς Φωτίου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου. καὶ ταῦτα εἰπόντες ἐπευφήμησαν· πολλὰ τὰ ἔτη τῶν βασιλέων.