Library › Local councils › Council of Constantinople under St Photius (879–880)
Council of Constantinople under St Photius (879–880)
Local councils, Greek, Mansi 17, 1902
4. Act 4 (Πρᾶξις δ΄)
ΠΡΑΞΙΣ Δ΄.
Μηνὶ Δεκεμβρίῳ, ἡμέρᾳ ε΄. ἐν τῇ παραμονῇ τῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν γεννήσεως, προκαθεσθέντος Φωτίου τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου ἐν τῷ εὐαγεῖ μεγάλῳ σεκρέτῳ· καὶ συγκαθεσθέντων αὐτῷ τῶν ἁγιωτάτων τοποτηρητῶν τῆς τε πρεσβυτέρας Ῥώμης, καὶ τῶν ἀνατολικῶν θρόνων· ἔτι δὲ καὶ πάντων τῶν θεοφιλεστάτων μητροπολιτῶν, καὶ ἐπισκόπων·
Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος εἶπεν· ὁ μητροπολίτης τῆς Μαρτυροπόλεως ἄρτι παραγεγονὼς ἀπὸ τοῦ Θεουπόλεως ἤτοι Ἀντιοχείας πατριάρχου, τόντε τόπον ἐπέχων αὐτοῦ, συνεπιφερόμενος δὲ καὶ τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων γράμματα, πρὸ τῶν πυλῶν ἵσταται· καὶ εἰ κελεύει ἡ ἁγία σύνοδος ὑμῶν εἰσελθεῖν αὐτόν.
ἡ ἁγία σύνοδος εἶπεν· εἰσίτω. εἰσελθὼν οὖν, καὶ τὴν πρὸς ἔθος προσκύνησιν καὶ τὸ σέβας ποιησάμενος πρὸς Φώτιον τὸν ἁγιώτατον πατριάρχην, καὶ τῆς εἰθισμένης αὐτῷ εὐχῆς παρὰ τοῦ ἁγιωτάτου πατριάρχου Φωτίου γεγενημένης, ἠσπάσατό τε αὐτὸν, καὶ ἐπηρώτησε τὰς τοῦ πατριάρχου Ἀντιοχείας ὑγείας· ὡσαύτως δὲ καὶ τοῦ Ἱεροσολύμων. ἐκείνου δὲ ἐν ὑγείᾳ διαμένειν αὐτοὺς εἰπόντος, εἰ καὶ πολλοῖς περιστοιχίζονται πειρασμοῖς· Φώτιος ὁ ἁγιώτατος πατριάρχης ἐπήνεγκε πάλιν· ἡ κατ᾽ αὐτὸν ἁγία τοῦ Θεοῦ ἐκκλησία πῶς διάκειται; πῶς εἰρηνεύει; καὶ τούτου ἀποκριναμένου, ὡς διὰ τῶν ἁγίων εὐχῶν ὑμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ τελεῖ, ὁ ἀσπασμὸς αὐτῷ γίνεται παρὰ τῶν ἁγιωτάτων τοποτηρητῶν τῆς πρεσβυτέρης Ῥώμης· καὶ ἐν τῷ οἰκείῳ βαθμῷ ἐκαθέσθη.
Μετὰ ταῦτα ἐπηρωτήθη παρὰ τῶν ἁγιωτάτων τοποτηρητῶν, τίνος ἕνεκα παραγέγονε, καὶ παρὰ τίνος ἀπεσταλμένος εἴη.
Βασίλειος ὁ θεοφιλέστατος μητροπολίτης Μαρτυροπόλεως, καὶ τοποτηρητὴς Ἀντιοχείας εἶπεν· ἡ ἐμὴ ἀποστολὴ ἐγένετο παρὰ τοῦ ἁγιωτάτου μου πατριάρχου Θεουπόλεως, ἤτοι Ἀντιοχείας, Θεοδοσίου· οὐ μὴν δὲ ἀλλὰ καὶ παρὰ Ἠλία τοῦ νῦν τοῦ τῶν Ἱεροσολύμων θρόνου ἰθύνοντος τοὺς οἴακας, καὶ τοὺς μὲν πρόσωπον τοῦ ἁγιωτάτου μου πατριάρχου ἀναπληρώσων ἥκω. ἐπιφέρομαι δὲ καὶ ἐπιστολὰς αὐτοῦ τε καὶ τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων. ἡ δὲ αἰτία δι᾽ ἣν παρεγενόμην, αὐτὰ τὰ γράμματα μᾶλλον ἀκριβεστέρως τῆς ἐμῆς φωνῆς δηλώσει. πλὴν καὶ ἀπὸ στόματος οὐδὲν κωλύει βραχέα εἰπεῖν.
ὁ ἁγιωτατός μου πατριάρχης Θεοδόσιος οὐδέποτε [μὴ γένοιτο] οὔτε δι᾽ ἑαυτοῦ, οὔτε δι᾽ ἑτέρου, εἰς τὴν ἄθεσμον πρᾶξιν τὴν κατὰ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου Φωτίου κατ᾽ οὐδένα τρόπον ἐκοινώνησεν. ἀλλ᾽ ἐξ ἀρχῆς καὶ ἄνωθεν ἀεὶ οὐ πρὸς τοὺς τῆς ἀρχιερωσύνης ὄρους ἀνέδραμε· καὶ ἐν τῇ τοῦ κλήρου κατειλεγμένος τάξει, ὕστερον τῶν τῆς Ἀντιοχείας θείων οἰάκων ἐπειλημμένος, ἀρχιερέα Θεοῦ καὶ συλλειτουργὸν καὶ ἔχει καὶ ὀνομάζει, καὶ τοὺς μὴ οὕτως ἔχοντας ἀποστρέφεται. ἐπεὶ δὲ γράμματα ἐδέξατο, ἀποστεῖλαι τινὰς ἐπὶ τῇ κοινῇ συνελεύσει καὶ εὐφροσύνῃ συνεορτάσοντας τῶν ἀδελφῶν, ἐπὶ τῷ αὐτῷ τούτῳ ἡ ἐμὴ ἀποστολὴ γέγονε. καὶ ὁ ἁγιώτατος δὲ Ἠλίας, ὁ ἄρτι τῶν Ἱεροσολύμων ἀρχιερεὺς καταστὰς, κατὰ πάντα ἐπόμενος Θεοδοσίῳ τῷ προηγησαμένῳ τοῦ αὐτοῦ θρόνου, οὐδέποτε μὲν ταῖς κατὰ τοῦ ἁγιωτάτου πατριάρχου παροινίαις οὐδαμῶς ἐκοινώνησεν. ἀλλὰ καὶ τοὺς γεγονότας ἀποκρισιαρίους τῶν Σαρακηνῶν, καὶ πλασαμένους αὐτοῦ τὸ πρόσωπον ὑποδῦναι, τῷ ἀναθέματι παρεπέμψατο. ἀπεσάλην γοῦν καὶ παρ᾽ ἐκείνου, ὥστε τὰ τῆς αὐτοῦ γνώμης, ὡς εἶχε τὰ ἀπ᾽ ἀρχῆς, καὶ ἔχει, καὶ ἕξει, ἐμφανῆ τῇ ἁγίᾳ ταύτῃ καταστήσω συνόδῳ. καὶ μετὰ ταῦτα ἀναστὰς, πρὸς Φώτιον τὸν ἁγιώτατον πατριάρχην εἶπεν· εἰ κελεύει ἡ ἁγιωσύνη ὑμῶν τὰς ἐπιστολὰς ἀποδέξασθαι, ἰδοὺ παρ᾽ ἐμοί εἰσι.
Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· συνεπινευόντων τῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἡμῶν τῶν τιμιωτάτων τοποτηρητῶν, ἐπιδότω ἡ ἁγιωσύνη ὑμῶν τὰς τῶν ἁγιωτάτων πατριαρχῶν ἐπιστολάς. ἐπιδοθεισῶν δὲ αὐτῶν, λαβὼν Πέτρος ὁ θεοφιλέστατος καὶ πρωτονοτάριος ἀνέγνω.
Οὐκ ἔστιν εὐχαριστία, ἣν προσάγειν οὐκ ὀφείλομεν Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, ἐν ῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. καὶ γὰρ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τιμῇ τῆς ὁμοιώσεως αὐτοῦ τετιμήμεθα, καὶ γινόμεθα κατὰ χάριν, ὅπερ αὐτὸς ὑπάρχει κατὰ φύσιν. ὑπὲρ τούτων ἁπάντων ἄλλων ἄλλης εὐεργεσίας τετυχηκότων, καὶ ἡμεῖς τῆς εἰς τὴν ὑμετέραν ἀξιότητα φθασάσης εὐεργεσίας, τὴν εὐχαριστίαν ἀναπέμπομεν, καὶ τὸν ἀσπασμὸν ἀλλήλοις χρεωστικῶς, ὡς ἀδελφοί ἀδελφοῖς, ἀπονέμομεν. τῇ μὲν ἐλπίδι τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς διὰ Χριστὸν πειραζομένοις χαίροντες ἀδιαλείπτως· τὰ δὲ ἄλλα πάντα τῷ κυβερνήτῃ τῶν ὅλων ἀνατιθέντες Θεῷ. διὸ προσαγορεύοντές σου τὴν πανίερον ἀδελφότητα, θεοτίμητε πάτερ, καὶ εἰς ἀδελφὸν ἡμέτερον καὶ συλλειτουργὸν ἐγκαταλεγῆναι ποτνιώμενοι, διαγγέλλομεν τὰ μὲν ἄλλα ὅσα περὶ τὴν εὐημερίαν τοῦ βίου νεκροῖς ἐοίκαμεν, ἀφορήτοις περιαντλούμενοι περιστάσεων κύμασι· μόνῳ δὲ Θεῷ καὶ τῇ ἐλπίδι πνέομεν, καὶ σαλεύομεν· τὰ δὲ τῆς καθ᾽ ἡμᾶς ἁγιωτάτης ἐκκλησίας ὀρθοδοξεῖ. καὶ τὴν ἡμετέραν εὐτέλειαν εἰς ποιμένα καὶ πατριάρχην τῆς Θεουπόλεως προεχειρίσαντο. ὅπερ δὲ εἶχεν ἄλγος ἐκ πολλοῦ ἡ καθ᾽ ἡμᾶς ἁγία τῶν Ἀντιοχέων ἐκκλησία, περὶ τῶν σχισμάτων τῆς ἁγίας τῶν Κωνσταντινουπολιτῶν ἐκκλησίας, καὶ μάλιστα διὰ τὴν ἔλευσιν τοῦ κυρίου Θωμᾶ τοῦ ἐκ Βηρυτοῦ τὴν Τῦρον ἐπισκοποῦντος· ὃν ἡ θεία χάρις δι᾽ εὐχῶν ὑμῶν ἁγίων οὐκ εἴασε συναπολέσθαι ταῖς ἀνοσίοις πράξεσιν ἐκείναις, ἃς κατὰ τῆς ὑμῶν ἀρχιερατικῆς κεφαλῆς συμπαρασυρεὶς τῷ τρισαθλίῳ Ἠλίᾳ παρηνέχθησαν κατεργάσασθαι. καὶ γὰρ διὰ τῆς αὐτοῦ θερμῆς ὑποπτώσεως τὴν κατ᾽ αὐτοῦ ἀπειλουμένην κατέσβεσε φλόγα. τίς γὰρ πλέον ἡμῶν ἐπίσταται, ἀγαπητὲ ἀδελφὲ, ὅτι ἡ Ἀντιοχέων ἐκκλησία οὐδέποτε κατὰ τῆς σῆς ἁγιωσύνης ἀηδές τι ἢ ἐδέξατο ἢ ἐφρόνησεν; ἀπὸ γὰρ τῶν ἡμερῶν ἐκείνων, ἀφ᾽ ῶν ἄχρι καὶ δεῦρο ὑπὲρ τοὺς εἴκοσι χρόνοι διέδραμον, τὰ τῆς σῆς ἀρετῆς τε καὶ γνώσεως καὶ ἀρχιερατικῆς τελειώσεως ἐνηχηθέντες, καὶ κοινωνὸν καὶ συλλειτουργὸν καὶ ἀπεδεξάμεθα, καὶ ἀποδεχόμεθα, ἀρχιερεῖς τε καὶ ἱερεῖς, καὶ ἅπαν τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας τὸ σύνταγμα· καὶ τοὺς οὕτω μὴ φρονοῦντας ἐχθροὺς ἡγούμεθα καὶ πολεμίους τῆς ἐκκλησιαστικῆς καταστάσεως. οὐ γὰρ μικρῶς ἡνιάθημεν καὶ ἐπὶ τοῖς συμβεβηκόσι τῇ σῇ ἀγάπῃ θλιβεροῖς, ὅτε ἂν καὶ ἕκαστα ἀνεμάθομεν, ἅπερ ἡ τοῦ πονηροῦ σοι συνεσκευάσατο μηχανὴ, κἂν ἦν τὸ ἐπαμνύειν οὐκ εὔκαιρον. νῦν δὲ ἀξιωθέντες παρά τε τοῦ θεοφρουρήτου καὶ εἰρηνοποιοῦ βασιλέως, παρά τε τῆς σῆς ἀδελφικῆς ἀγάπης σκυλῆναι πρὸς τὰ αὐτόθι, ἠλγήσαμεν διὰ τὸ φορτικὸν τῆς αἰτήσεως, μήποτε ὑπόδικοι τοῖς ἐπηρεάζουσι γενώμεθα. καὶ τέως μὲν οὕτω διακείμεθα. εἰ δ᾽ ὁ πάντα κατασκευάζων πρὸς τὸ λυσιτελέστερον κύριος, εὐγερές ποιήσει τὸ δοκοῦν δυσχερὲς, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ γένοιτο. τέως οὖν ἐφ᾽ ῷ παριστάμεθα νῦν ἑνὶ τῶν εὐλαβεστάτων ἡμῶν ἐπισκόπων τὴν τῶν Μαρτύρων Χριστοῦ πόλιν ἰθύνοντι, τότε παρὸν ἡμῶν ἐνεχειρίσαμεν γράμμα· καὶ πρὸς τὴν ὑμῶν πατριαρχικὴν κεφαλὴν, τὸ ἡμέτερον ἐμπιστεύσαντες πρόσωπον, ἀπεστείλαμεν, ὅς τις ἀνθ᾽ ἡμῶν καὶ τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας, ἅμα ὑμῖν, τὰ ὑπὲρ τῆς εἰρήνης τοῦ Θεοῦ, καὶ τῆς ἐκκλησιαστικῆς ἑνώσεώς τε καὶ καταστάσεως, καὶ ὅσα ἂν εὐσεβῆ τῇ καθ᾽ ὑμᾶς ἁγιωτάτῃ δόξει συνόδῳ, ἅπαντα σὺν ὑμῖν ἐκπερατώσει. ὅσα γὰρ τελέσει, καὶ εἴ τι τῶν εἰς τὴν ἐκκλησιαστικὴν κατάστασιν συντεινόντων διαπράξεται, ἅπαντα ἄσμενοι ἀποδεξόμεθα. χάριτας δὲ ἡμῖν τῶν ὑπὲρ τῆς σῆς ἀρχιερατικῆς κεφαλῆς εὐχῶν ἀποδοίης, εἰ τὸν φιλόχριστον βασιλέα παρακαλέσεις, τοὺς αἰχμαλώτους Σαρακηνοὺς ἀγαθοποιῆσαι. πολλῶν γὰρ ἡμᾶς διὰ τούτου συμφορῶν ἀποσπάσεις· καὶ εὐχὰς μὲν ἀλήκτους ἀφ᾽ ἡμῶν, μισθὸν δὲ ἀναφαίρετον παρὰ Θεοῦ κληρονομήσεις. ὑγίαινε ἐν Χριστῷ, ἱερώτατε καὶ σεβασμιώτατε ἀδελφὲ καὶ συλλειτουργέ.
Καὶ μετὰ τὴν ἀνάγνωσιν τῆς ἐπιστολῆς, Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· πάντες γινώσκετε, τιμιώτατοι ἀδελφοὶ καὶ συλλειτουργοὶ, ὅτι ἕνεκεν εἰρήνης καὶ ἑνώσεως τῆς ἁγίας ταύτης τῶν Κωνσταντινουπολιτῶν ἐκκλησίας, καὶ ἀποδοχῆς Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, ἤλθομεν ἐνταῦθα. καὶ ἰδοὺ θεωροῦμεν ὅτι καὶ οἱ ἀνατολικοὶ θρόνοι, τὸ αὐτὸ ὡς ἐκ συνθήματος φρονοῦντες, ἀπέστειλαν συστατικὰς ἐπιστολάς. καὶ χαίρομεν ἐπὶ τούτῳ, ὅτι εἰς τὴν τοιαύτην ὁμόνοιαν οἱ ἀρχιερατικοὶ ἅπαντες συνηυδόκησαν θρόνοι, μετὰ τοῦ κυρίου καὶ δεσπότου ἡμῶν τοῦ οἰκουμενικοῦ πάπα. καὶ γὰρ ἐκείνη ἐστὶ κεφαλὴ πασῶν τῶν ἐκκλησιῶν. καὶ ὅπερ ὥφειλον ποιῆσαι, καὶ ἐξακολουθεῖν τῇ ἁγιωτάτῃ τῶν Ῥωμαίων ἐκκλησίᾳ, πεποιήκασι, τοῦ πνεύματος τοῦ ἁγίου εἰς τοῦτο συνευδοκήσαντος.
Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ὅταν θεία ψῆφος ἄνωθεν ἐνεχθῇ, πάντες οἱ τοῦ παναγίου πνεύματος μετασχόντες συντρέχουσι καὶ συνευδοκοῦσι, καὶ συγχαίρουσι τῇ ἄνωθεν ψήφῳ. διὸ καὶ ἡμεῖς ἐπὶ τῇ πάντων ὁμονοίᾳ καὶ ὁμοφροσύνῃ χαίρομεν.
ἡ ἁγία σύνοδος ἐξεβόησεν· εἴ τις ἐπὶ τούτῳ οὐ χαίρει, καὶ εὐχαριστεῖ τῷ Θεῷ, ἀνάξιος ἐστὶ καὶ χαρᾶς καὶ σωτηρίας. εἴ τις οὐκ ἀσπάζεται καὶ ἀποδέχεται τὴν ὁμοφωνίαν ταύτην, ἐχθρός ἐστι τῆς εἰρήνης, καὶ αὐτοῦ τοῦ εἰρηνάρχου Χριστοῦ. εἴ τις οὐκ ἀποδέχεται Φώτιον ἐννομώτατον καὶ κεκανονισμένον ἀρχιερέα Θεοῦ, ὡς ἐννόμως τε καὶ κανονικῶς προαχθέντα, καθὼς οἱ ἀρχιερατικοὶ θρόνοι ἅπαντες βοῶσιν, ἔστω ὁ τοιοῦτος ἀνάθεμα ἀπὸ Χριστοῦ.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· εἰ κελεύει ἡ ἁγιωσύνη ὑμῶν, ἀναγνωσθήτω καὶ ἡ τοῦ Ἱεροσολύμων ἐπιστολή.
ἡ ἁγία σύνοδος εἶπεν· ἀναγνωσθήτω. καὶ λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος ἀνέγνω.
Καλῶς ποιοῦσα ἡ ἐξοχωτάτη καὶ θεόθεν πρυτανευθεῖσα ὑμῶν ἀρχιερατικὴ κεφαλὴ τὸ ἐπὶ τὴν ἁγίαν τοῦ Χριστοῦ ἀνάστασιν πάθος τοῦ πτώματος ἀπέστειλεν ἰατρεῦσαι. τὸ δὲ πάθος οὐκ ἀρνούμεθα κοινὸν εἶναι τῆς ὅλης ἐκκλησίας τοῦ Θεοῦ ἡμῶν. κἂν πλέον ἡ μήτηρ ἀλγῇ πασῶν τῶν ἐκκλησιῶν, ἡ ἁγία αὕτη Σιών. καὶ οὐ νῦν τὸ ἄλγος ἐν ἡμῖν ἐξεκαλύφθη. ἀλλ᾽ ἐξ ὅτου ὁ ἅγιος ἀνήρ Θεοδόσιος ὁ πρὸ ἡμῶν τῆς ἁγίας τοῦ Θεοῦ ἐπισκοπῶν ἀναστάσεως. οὖτος γὰρ ἐν πολλῇ ἀγωνίᾳ καὶ θλίψει γενόμενος ἐπὶ τοῖς τρέφουσιν ὡς φλόγα, διὰ τῆς οἰκείας κακίας, τῆς ἐκκλησίας τὰ σχίσματα, καὶ κατὰ τῆς σῆς πατριαρχείας, ἁγιώτατε καὶ συλλειτουργὲ ἡμῶν, ἐξυλακτοῦσι. πλέον δὲ τοῦ ταπεινοῦ καὶ ἀθλίου Ἠλία πτούμενος τὰς μαγγανείας, ἐξαπέστειλε τὸν κύριον Ἠλίαν τὸν καλὸν καὶ πιστὸν δοῦλον Χριστοῦ τοῦ Θεοῦ, δυνατὸν ὄντα πολλοὺς ὑπὲρ εὐσεβείας ἀνατλῆναι κινδύνους· ὃν καὶ πάλιν διαφόρως δι᾽ ἐπιστολῶν αὐτοῦ αἰδεσίμων πρός τε τὸν εὐσεβέστατον βασιλέα, καὶ πρὸς τὴν σὴν ἀδελφικὴν ἀγάπην παρέθετο, ἄξιον ὄντα τοιούτου ἀνδρὸς πληρῶσαι διατάξεις. ὃν δὴ νῦν καὶ ἡμεῖς ἐπικυροῦμεν πιστὸν ἀνθ᾽ ἡμῶν καὶ τῆς καθ᾽ ἡμᾶς ἁγίας ἐκκλησίας ἐπικυρωτὴν τῆς φωνῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς δοθείσης τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐν τῇ ἁγίᾳ πόλει ἡμῶν, τῆς λεγούσης· εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. καὶ πάλιν μετὰ τὴν ἁγίαν αὐτοῦ ἐκ νεκρῶν ἀνάστασιν· εἰρήνη ὑμῖν. ταύτην καὶ ἡμεῖς οἱ ἀνάξιοι, τὸν αὐτὸν θρόνον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρακαθήμενοι, ἀποφαινόμεθα. εἰρήνη ὑμῖν πᾶσι, τοῖς τὰ ὀρθὰ δόγματα τῆς ἐκκλησίας πρεσβεύουσι. καὶ εἴτις τῷ κανόνι τούτῳ στοιχεῖ, εἰρήνη ἐπ᾽ αὐτὸν καὶ ἔλεος. εἴτις δὲ πρὸς ἔριδας ἀποβλέπει καὶ στάσεις, καὶ ἑαυτὸν ἀπομερίζειν πειρᾶται τῆς ἀρχιερατικῆς τελειότητος, καὶ κοινωνίας καὶ ἑνώσεως, ἔστω ἀλλότριος καὶ ἀνάθεμα ἀπὸ τοῦ Θεοῦ τοῦ εἰπόντος· ὃν ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένος καὶ ἐν τῷ οὐρανῷ. καὶ ὃν ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένος καὶ ἐν τῷ οὐρανῷ. ταύτην τὴν πληγὴν ἐνσκήψασαν ἐκ μακροῦ τοῦ χρόνου εἰς τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν, ἀδελφὲ ἀγαπητὲ, ἐλπίζω νῦν ἐγὼ ὁ ταπεινὸς διὰ σοῦ, καὶ διὰ τῆς ἁγίας Σιὼν, τῆς μητρὸς πασῶν τῶν ἐκκλησιῶν, ἰατρευθῆναι. ἐφ᾽ ῷ καὶ τὸν θεοσεβέστατον Ἠλίαν ἀνθ᾽ ἡμῶν συνιστῶμεν, καθὼς ὁ πρὸ ἡμῶν Θεοδόσιος ὁ ἐν ἁγίοις πατριάρχης Ἱεροσολύμων, ὡς ἂν παρουσιάζοντος αὐτοῦ, εἴγε βούλοισθε καὶ αὐτοὶ, συνοδικῶς τὰ τῆς εἰρηνικῆς καταστάσεως τῆς ἐκκλησίας τοῦ Θεοῦ βεβαιωθῇ. ἔτι δὲ καὶ πάντα ὅσα δοκεῖ ὑμῖν εὐσεβῶς καὶ θεαρέστως ἐκθεῖναι, ἀνθ᾽ ἡμῶν βεβαιώσῃ καὶ ἐπισφραγίσῃ, ὥστε Θεοῦ εὐδοκοῦντος πάντα περιαρθῆναι τὰ σκάνδαλα. καὶ γὰρ οἱ τῆς ὀρθοδόξου μερίδος ὑπάρχοντες ὀφείλουσιν ὀρθοδόξοις πατράσι πείθεσθαι, μᾶλλον δὲ τῷ θείῳ Παύλῳ τῆς ἐκκλησίας τῷ κήρυκι· ὥστε εἶναι πάντας ἓν σῶμα ἐν Χριστῷ Ἰησοῦ, τῇ πάντων κεφαλῇ.
Οὐκ ἐπαισχυνθησόμεθα δὲ τὰς ἡμετέρας ἐκτραγωδεῖν συμφορὰς πρὸς τὴν ἡμῶν ἀδελφότητα. ἔχεις σύνηθες τὸ φιλανθρώπινον. ἔχεις ἀρχαῖον τὸ εὐσυμπάθητον. μνήσθητι καὶ νεκρῶν ὁ ζῶν· καὶ προβάτων ἀπεσχοινισμένων μακρὰν, ὁ μέγας ποιμήν. οἰκτείρησον τὴν Σιὼν, ὡς Θεοῦ μιμητής· καὶ αὐτὸς ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. καὶ μνησθεὶς πάσης θυσίας σου, δῴη σοι πάντα κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλὴν σου πληρώσαι.
Καὶ μετὰ τὴν ἀνάγνωσιν τῆς ἐπιστολῆς, Γρηγόριος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Ἐφέσου εἶπε· καὶ ταύτην τὴν ἐπιστολὴν ἀρχιερεῖς καὶ συλλειτουργοὶ ἠκούσαμεν.
ἡ ἁγία σύνοδος εἶπεν· ἡμεῖς καὶ πρὸ τῆς ἐπιστολῆς ταύτης, οὐ μόνον δὲ πρὸ ταύτης, ἀλλὰ καὶ πρὸ τῆς ἐλθούσης δι᾽ Ἀνδρέου, ἥτις ἔμπροσθεν ἐπανεγνώσθη, πᾶσαν ἔχομεν πληροφορίαν, ὅτι οὐδέποτε διέστησαν οἱ ἀνατολικοὶ θρόνοι ἀπὸ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου. ἀλλ᾽ ἀεὶ καὶ συναρχιερέα καὶ συλλειτουργὸν εἶχον καὶ ἀνεκήρυττον. καὶ ἐπὶ πᾶσι τούτοις εὐχαριστία τῷ Θεῷ τῷ τοσαύτην καὶ τηλικαύτην εἰς τὰ πέρατα τῆς οἰκουμένης ὁμόνοιαν καὶ ὁμοφροσύνην πρυτανεύσαντι. ὁ Θεὸς, δέσποτα ἡμῶν ἅγιε, διαφυλάξαι τὴν ἀρχιερωσύνην σου εἰς ἔτη πολλά. ὁ Θεὸς κρατύναι τοὺς χρόνους σου εἰς δόξαν τῆς ἐκκλησίας αὐτοῦ. καὶ γὰρ διὰ τῆς ἐνθέου ἐπιμελείας τῶν μεγάλων καὶ ὑψηλῶν βασιλέων ἡμῶν, καὶ διὰ τῆς σῆς ἀνυπερβλήτου φιλανθρωπίας, καὶ ἀμνησικακίας ἡνώθημεν πάντες, καὶ ἐπέγνωμεν πάντα τὰ τῆς ἀληθείας. ἐξεδιώχθη τὰ σκάνδαλα, κατηργήθη ὁ πονηρὸς, ἡ εἰρήνη ἐβράβευσεν, ἡ ὁμόνοια κρατεῖ. ὁ Θεὸς εἰς πολλοὺς χρόνους τὴν σὴν ἁγίαν παρατείναι ζωὴν, εἰς δόξαν καὶ καύχημα τῆς ἐκκλησίας αὐτοῦ. ἡμεῖς οὐκ ἐδεήθημεν τῶν ἐπιστολῶν εἰς τὸ τὴν σὴν ἀρχιερωσύνην ἀποδέξασθαι. ἡμεῖς καὶ πρὸ αὐτῶν ἡνώθημεν καὶ συνεδέθημεν πνευματικῶς· πλὴν χαίρομεν καὶ συνευφραινόμεθα, ὅτι τὴν ἡμετέραν ὁμοφροσύνην καὶ πάντες οἱ ἀρχιερατικοὶ ἐπικυροῦσί τε καὶ ἐπικρατύνουσι θρόνοι.
Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπε· πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων. τίς γὰρ δύναται ἀρνήσασθαι ἢ τολμήσει προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, ὅτι τὸ πρᾶγμα τοῦτο οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἢ ὅτι αὐτὸς ὁ Θεὸς οὐκ ἐνέπνευσεν εἰς τὰς καρδίας τῶν ἁγιωτάτων πατριαρχῶν· καὶ οὐ μόνον εἰς ἐκείνων, ἀλλὰ καὶ παντὸς τοῦ φιλοχρίστου λαοῦ, τοῦ ἀνὰ πᾶσαν τὴν ἀνατολικὴν διατρίβοντος χώραν; τί δὲ λέγω, ὅτι ἐνέπνευσεν εἰς τὰς καρδίας τῶν ἁγιωτάτων πατριαρχῶν; τοσοῦτον ἡ ἀρετὴ τοῦ ἁγιωτάτου ἡμῶν καὶ οἰκουμενικοῦ πατριάρχου περιήστραψεν εἰς τὰ μέρη τῆς ἀνατολῆς, ὥς τε καὶ αὐτοὶ οἱ Σαρακηνοὶ οἱ τῇ ἀπιστίᾳ κατεχόμενοι, ἀπέστειλαν πρὸς τὸν ἁγιώτατον ἡμῶν δεσπότην γράμματα. οἱ μὲν διδασκαλίαν αἰτούμενοι καὶ τοῦ σωτηρίου βαπτίσματος ἀξιωθῆναι· καὶ εἰς τὴν δουλείαν καὶ ὑποταγὴν τῶν ἁγίων βασιλέων ἡμῶν ἑαυτοὺς παραδοῦναι· οἱ δὲ καὶ τέως οὕπω μὲν τὴν πίστιν μεταβαλεῖν ὁμολογοῦντες, δοῦλοι δὲ καὶ ὑποτελεσταὶ παρακαλοῦντες γενέσθαι τοῦ θεοπροβλήτου ἡμῶν βασιλέως, διὰ μεσιτείας τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου. καὶ, ὡς ὁρᾶτε, ἰδοὺ αὖται αἱ ἐπιστολαὶ τῶν Ἀμηράδων εἰσὶ τῆς ἀνατολῆς. ἢ οὐκ ἔστιν αὕτη ἐπὶ τὸ κρεῖττον ἀλλοίωσις; καὶ ἡ τοιαύτη μεταβολὴ ἐκ τοῦ Θεοῦ;
ἡ ἁγία σύνοδος εἶπε· πᾶσι τοῦτο φανερὸν γέγονε, καὶ ὅτι ὁ Θεὸς οἰκεῖ ἐν αὐτῷ, οὐδεὶς ἀγνοεῖ.
Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· τὸ ἔλεος τοῦ Θεοῦ καὶ ἡ ἔμπνευσις αὐτοῦ τοιοῦτον φῶς δέδωκεν εἰς τὴν καθαρὰν ψυχὴν τοῦ ἁγιωτάτου πατριάρχου, ὅτι λαμπρύνει καὶ φωτίζει πᾶσαν τὴν κτίσιν. ὥσπερ γὰρ ὁ ἥλιος, κἂν εἰς μόνον τὸν οὐρανὸν περιέχηται, ὅμως ὅλον τὸν περίγειον κόσμον φωτίζει· οὕτω καὶ ὁ δεσπότης ἡμῶν ὁ κύριος Φώτιος, κἂν καθέζηται εἰς Κωνσταντινουπόλιν, ἀλλὰ καὶ τὴν σύμπασαν κτίσιν δαδουχεῖ, καὶ καταλάμπει. καὶ χαίρομεν ἐπὶ τῇ ἑνώσει πασῶν τῶν ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ ἀνατολῇ· τουτέστι, τῆς Ἀλεξανδρείας, Ἀντιοχείας, καὶ τῶν Ἱεροσολύμων. καθότι γὰρ ἠκούσαμεν πρῶτον δι᾽ ἀποκρισιαρίων καὶ διὰ γραμμάτων, ἀρτίως θεωροῦμεν τοῖς οἰκείοις ὀφθαλμοῖς, καὶ τοῦτον τὸν ἁγιώτατον ἐπίσκοπον Μαρτυροπόλεως ἐλθόντα εἰς τὴν ἁγίαν σύνοδον.
Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· εὐλογητὸς ὁ Θεὸς ὁ διὰ τῆς καλοκἀγαθίας καὶ ἀπλέτου συμπαθείας τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου ἐπισυνάξας ἔκ τε τῶν ἑσπερίων καὶ τῆς ἀνατολῆς τιμιωτάτους ἄνδρας, εἰς τὸ ἐπισυναγαγεῖν πάντα τὰ διεσκορπισμένα μέλη τῆς ἐκκλησίας. καὶ γὰρ αὐτὸς οὗτος ὁ ἁγιώτατος ἡμῶν δεσπότης Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν μιμούμενος, τὸν τὸ ἀπολωλὸς πρόβατον ἐπὶ τῶν ὤμων ἀράμενον, οὐδένα ἀπωθεῖται, οὐδένα βδελύσσεται· ἀλλὰ πάντας προσκαλεῖται εἰς τὴν κοινὴν ὁμόνοιαν καὶ ἀποκατάστασιν τῆς τοῦ θεοῦ ἐκκλησίας. διὰ τί δὲ προσκαλεῖται πάντας; ὅτι ὁ τῆς εἰρήνης κύριος ἐπαναπέπαυται αὐτῷ.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἡμεῖς ὁμοίως ὡς ἐπ᾽ αὐτῷ τούτῳ παραγενόμενοι, θέλομεν πάντας εἰς μίαν ἕνωσιν καὶ ὁμόνοιαν ἐλθεῖν. ὃ καὶ χάριτι Θεοῦ ἑκάστης ἡμέρας γίνεται. σήμερον γὰρ διὰ τῶν πρεσβειῶν τῶν ἁγίων ἀποστόλων, οἱ τῆς ἐκκλησίας ἑαυτοὺς χωρίσαντες δύο πατρίκιοι, μετανοοῦντες προσῆλθον αἰτούμενοι συγγνώμης ἀξιωθῆναι. τὴν γὰρ ἡμετέραν ἄνοδον, ὡς ἔφασαν, περιέμενον. καὶ διὰ τοῦτο τῇ ἐκκλησίᾳ οὐ προσήρχοντο. ἐπειδὴ δὲ παρ᾽ ἡμῶν πεπληροφόρηνται, ὅτι ἡ τῶν Ῥωμαίων ἐκκλησία ἐννομώτατον ἀρχιερέα ἔχει τὸν κύριον Φώτιον, καὶ τὴν τῆς ἐκκλησίας ἕνωσιν ἀποδέχεται, προσῆλθον ὁλοψύχως μετὰ πάσης προθυμίας. εἴδετε αὐτοὺς, καὶ ἀπεδέξασθε.
Ἡ ἁγία σύνοδος εἶπεν· εἴδομεν αὐτοὺς, καὶ ἀπεδεξάμεθα. καὶ ἄλλην αἰτίαν οὐδεμίαν προεφασίζοντο, ὡς παρ᾽ αὐτῶν ἐκείνων ἠκούσαμεν, εἰ μὴ ὅτι συνηρπάγημεν καὶ ἠπατήθημεν, ποιήσαντες ἰδιόχειρα, ἐκ τῶν ψευδοαποκρισιαρίων καὶ ἄλλων τινῶν προσώπων. καὶ εἰ μὴ κατ᾽ αὐτοῦ τοῦ ἁγιωτάτου πατριάρχου ἡμῶν ποιήσαντες ἰδιόχειρα, ἐξ αὐτοῦ μόνου τὴν λύσιν εἴχομεν δέξασθαι. ἐπειδὴ δὲ ἡ γενομένη παρανομία κατ᾽ αὐτοῦ ἦν, ἐξεδεχόμεθα ἕτερον θρόνον, ἵνα ἐκεῖνοι λύσωσι τὸ κατάκριμα, καὶ ἡμεῖς ὦμεν ἀκατάκριτοι. ἐπεὶ ἄλλο τί ποτε οὐκ εἴχομεν. ἐπεὶ οὖν αὐτοὶ τὴν λύσιν ἐδώκατε, ὡς φασὶ, μετὰ πάσης χαρᾶς καὶ εὐφροσύνης, καὶ ἀποδεχόμεθα, καὶ συγγνώμην αἰτούμεθα καὶ τοὺς μὴ ἀποδεχομένους ἀποβαλλόμεθα. διὰ τοῦτο καὶ ἡμεῖς ἀπεδεξάμεθα αὐτοὺς ὡς οἰκεῖα τέκνα καὶ μέλη.
Οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· ἐὰν ὑμεῖς τούτους ἀπεδέξασθε, καὶ πρὸ πάντων ὁ ἁγιώτατος πατριάρχης, καὶ ἡμεῖς τούτους ἀποδεχόμεθα. καὶ γὰρ οὓς αὐτὸς οὗτος ὁ ἁγιώτατος πατριάρχης ἀποδέχεται, καὶ ἡμεῖς συναποδεχόμεθα, καὶ οὓς ἀποβάλλεται, συναποβαλλόμεθα, κατὰ τὴν φωνὴν Ἰννοκεντίου τοῦ πάπα. λέγει γὰρ οὕτως· ῷ τινι χεῖρα ὀρέγετε, καὶ ἐγὼ μεθ᾽ ὑμῶν ὀρέγω. ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία ὥσπερ λυπεῖται ἐπὶ τῇ διχονοίᾳ τῶν ταύτης τέκνων, οὕτως ἐπὶ τῇ τούτων ὁμονοίᾳ καὶ συμφωνίᾳ χαίρει.
ἀναμνησθήτω δὲ ἡ ἁγία αὕτη καὶ οἰκουμενικὴ σύνοδος, ὅτι ἐν τῇ ἐπιστολῇ ἣν ἀπέστειλεν ὁ ἁγιώτατος πάπας πρὸς τὸν βασιλέα ἡμῶν τὸν ἅγιον, ἐνεφέρετό τινα κεφάλαια, ἅτινα βουλόμεθα καὶ πάλιν κατενώπιον τῆς ἁγιωσύνης ὑμῶν ἀναγνωσθῆναι, καὶ ὁμονοῆσαι εἰς τὰ εἰρημένα κεφάλαια τὴν ὑμῶν ἁγίαν συνέλευσιν. ἡ ἁγία σύνοδος εἶπεν· ἀναγνωσθήτωσαν. καὶ λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος, ἀνέγνω.
Κεφάλ. α΄. Ὥστε μηκέτι εἰς Βουλγαρίαν χειροτονεῖν τὸν Κωνσταντινουπόλεως, μήτε ὡμόφορον ἀποστέλλειν· μήτε εἰ δεσμήσομεν αὐτοὺς, καὶ καταφύγωσι πρὸς τὴν ὑμετέραν ἁγιωσύνην, συμπαθείας ἀξιοῦσθαι.
Ἡ ἁγία σύνοδος εἶπεν· ἡμεῖς καὶ προείπομεν τῇ ὑμῶν ἁγιότητι, καὶ πάλιν λέγομεν, ὅτι ὁ περὶ ἐνορίας λόγος τῆς παρούσης διέστηκεν ὑποθέσεως, καὶ καιρὸν ἴδιον ἐπιζητεῖ. ὅμως οὖν μεθ᾽ ὑμῶν συμπαρακαλοῦμεν τὸν εὐσεβέστατον ἡμῶν βασιλέα περὶ τούτου, καὶ ὡς ἂν ὁδηγήσῃ αὐτὸν ὁ Θεὸς καὶ ποιήσῃ, τῶν θείων καὶ ἱερῶν κανόνων συμπνεόντων καὶ διασωζομένων ἡμῖν, στέργομεν καὶ συνευδοκοῦμεν καὶ ἡμεῖς.
Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· εἴπομεν καὶ πάλαι, εἴτι μέμνηται ἡ ὑμῶν ἁγιωσύνη, ὅτι τὸ κεφάλαιον τοῦτο καιρὸν ἴδιον ἐπιζητεῖ. ἐλπίζομεν γὰρ εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, καὶ εἰς τὴν εὐσέβειαν τῶν βασιλέων ἡμῶν τῶν ἁγίων, καὶ τὴν εὐχὴν τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου, καθὼς καὶ αὐτὰ τὰ πράγματα προκόπτοντα ὁρῶμεν, ὅτι ὁ Θεὸς ἀποκαταστῆσαι ἔχει τῇ βασιλείᾳ αὐτοῦ τὰ ἀρχαῖα ὅρια, καὶ πάσης τῆς ὑφ᾽ ἡλίῳ τὴν ἡνιοχείαν. καὶ ἐπειδὰν τοῦτο γένηται, τότε καθὼς ἂν τὸ κράτος αὐτοῦ βουληθῇ, διαστελεῖ τὰς ἐνορίας τῶν ἀρχιερατικῶν θρόνων, ὥς τε μηκέτι ἔριδας ἐν αὐτοῖς ἀναφύεσθαι. ἀλλὰ καὶ ἐν τούτῳ, ὡς καὶ ἐν τοῖς ἄλλοις, βαθεῖαν ἐμπολιτεῦεσθαι τὴν εἰρήνην.
Θεόφιλος ὁ θεοφιλέστατος μητροπολίτης Ἰκονίου εἶπεν· οὕτως ἐλπίζομεν ὅτι ἔχει γενέσθαι· καὶ τότε πλέον ὧν ἐπιθυμεῖ ὁ ἁγιώτατος πάπας Ῥώμης ἔχει προσλαβέσθαι, μάλιστα τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου κυρίου Φωτίου, τοσαύτην πρὸς αὐτὸν τὴν αἰδῶ καὶ τὸ σέβας κεκτημένου, καὶ ἑτοίμου ὄντος, εἰ δυνατὸν, καὶ τὰ οἰκεῖα μέλη παρασχεῖν αὐτῷ.
Νικήτας ὁ θεοφιλέστατος μητροπολίτης Σμύρνης εἶπε· τοσαύτης οὔσης ἀγάπης καὶ φιλίας πνευματικῆς ἀναμεταξὺ τοῦ τε ἁγιωτάτου πάπα Ῥώμης, καὶ τοῦ ἁγιωτάτου πατριάρχου ἡμῶν Φωτίου, τίς οὐκ οἶδεν ἀκριβῶς, ὅτι ὥσπερ τὴν ψυχὴν ἔχουσι μίαν, οὕτω καὶ τὸν ὑπὸ χεῖρα λαὸν, καὶ τὰς ὑποχειρίους χώρας κοινὰς ἡγοῦνται, καὶ ἑκάτερος αὐτῶν οἰκεῖον κέρδος ἐν τῷ τοῦ πλησίου καὶ φίλου τίθεται κέρδει;
ἡ ἁγία σύνοδος εἶπε· τὰ αὐτὰ πάντες καὶ ἡμεῖς συνεπιστάμεθα, καὶ λέγομεν.
Κεφάλ. β΄. Ὥστε μηκέτι ἀπὸ λαϊκῶν προάγεσθαι εἰς τὸν Κωνσταντινουπόλεως θρόνον. τὰ γὰρ γινόμενα σπάνια, εἰ καὶ λίαν ἀγαθὰ εἴη, νόμος τοῖς μετέπειτα καθίστασθαι οὐ δύναται.
Βασίλειος ὁ θεοφιλέστατος μητροπολίτης Μαρτυροπόλεως καὶ τοποτηρητὴς, καὶ Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς, ἔτι δὲ καὶ Κοσμᾶς ἀποκρισιάριος Ἀλεξανδρείας εἶπον· τοῦτο κατ᾽ οὐδὲν ἐναντιοῦται τῷ ἐκκλησιαστικῷ θεσμῷ. καὶ γὰρ ἡ Ἀλεξάνδρεια, καὶ ὁ πατριαρχικὸς τῆς Ἀντιοχείας θρόνος, ἀλλὰ μὴν καὶ ὁ τῆς ἁγίας πόλεως, ἐν οἵῳ δ᾽ ἂν τάγματι, εἴτε λαϊκῶν, εἴτε μοναχῶν, εἴτε κληρικῶν εὕρωσιν ἀρετῇ τοὺς λοιποὺς πλεονεκτοῦντα, ἐπὶ τὸν ἀρχιερατικὸν θρόνον ἀναβιβάζειν οὐ παραιτοῦνται. οὐ γὰρ διὰ μόνους κληρικοὺς κατῆλθεν ἐπὶ γῆς ὁ Χριστὸς, οὐδὲ τούτοις μόνοις ἀπέκλεισε τὰ τῆς ἀρετῆς ἆθλα, ἀλλὰ παντὶ τῷ χριστιανικῷ πληρώματι. τοῦτο οὖν εἰ δοκιμασθείη παραδεχθῆναι, πάντες οἱ ἀρχιερατικοὶ θρόνοι εἰς ἐρήμωσιν καὶ ἀπώλειαν ἔχουσι καταστῆναι. οἱ γὰρ πλείος τῶν διαλαμψάντων ἐν ἡμῖν, ἀπὸ λαϊκοῦ τάγματος τοὺς ἀρχιερατικοὺς κατεπιστεύθησαν θρόνους. ἡμεῖς ἐπὶ τούτῳ συναινέσαι οὐ δυνάμεθα, ἵνα μὴ κατὰ τῶν ἀρχιερέων ἡμῶν φωραθῶμεν ψῆφον ἐξάγοντες.
Ἡ ἁγία σύνοδος εἶπεν· ἕκαστος θρόνος ἔσχεν ἀρχαῖά τινα παραδεδομένα ἔθη. καὶ οὐ χρὴ περὶ τούτων πρὸς ἀλλήλους διαφιλονεικεῖν, καὶ ἐρίζειν. φυλάττει μὲν γὰρ ἡ τῶν Ῥωμαίων ἐκκλησία τὰ ἔθη αὐτῆς, καὶ προσῆκόν ἐστι. φυλάττει δὲ καὶ ἡ Κωνσταντινουπολιτῶν ἐκκλησία ἴδιά τινα ἔθη ἄνωθεν παραλαβοῦσα· ὡσαύτως καὶ οἱ τῆς ἀνατολῆς θρόνοι. εἰ μὲν οὖν ἡ τῶν Ῥωμαίων ἐκκλησία οὐδέποτε ἀπὸ τῶν λαϊκῶν παρεδέξατο εἰς ἀρχιερέα, φυλαττέτω ταῦτα. προσῆκον γάρ ἐστιν ὅρια πατρώα μὴ παραλυμαίνειν. ἐπεὶ δὲ οὔτε οἱ ἀνατολικοὶ τοῦτο παρεφυλάξαντο, οὔτε ἡ καθ᾽ ἡμᾶς ἁγία Κωνσταντινουπολιτῶν ἐκκλησία, εὐχόμεθα μὲν ἀεὶ ἀπὸ τῶν κληρικῶν καὶ λαϊκῶν τοιούτους ἀναδείκνυσθαι, ὥς τε τὴν ψῆφον τῆς ἀρχιερωσύνης ἐπ᾽ αὐτοὺς ἔρχεσθαι. ἂν δὲ ἐν αὐτοῖς μὴ ὦσι τοιοῦτοι, ἐν δὲ τῷ λαϊκῷ τάγματι ἐπιτηδειότεροι φανῶσιν, οὐδεὶς τοὺς ἐπιτηδειοτέρους καταλιμπάνων, οὐδὲ τοὺς ἀξιωτέρους, εἰς τοὺς ἀνεπιτηδείους καὶ ἐλάττους κατὰ τὴν ἀξίαν τὴν αὐτοῦ παρελκύσει ψῆφον.
Κεφάλ. γ΄. Ὥστε μὴ ἐξ ἄλλης ἐκκλησίας προάγεσθαι εἰς ἀρχιερέα τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας, ἀλλ᾽ ἐκ τῶν καρδηναλίων πρεσβυτέρων καὶ διακόνων.
Ἡ ἁγία σύνοδος εἶπε· τοῦτο τὸ κεφάλαιον συμπεριλαμβάνεται τῷ προτέρῳ. καὶ δῴη μὲν ὁ Θεὸς τὴν Κωνσταντινουπόλεως ἁγίαν ἐκκλησίαν οὕτως ἐξευγενισθῆναι καὶ περιφανῆ γενέσθαι, ὥς τε τοὺς ἐν αὐτῇ πρεσβυτέρους καὶ διακόνους προλάμπειν ἁπάντων τῶν ὑπὸ τὴν Ῥωμαϊκὴν ἀρχὴν καὶ ἐξουσίαν ἱερέων καὶ διακόνων, ἵνα καὶ ἐξ αὐτῶν μόνον ἐπὶ τὸν μέγιστον θρόνον τῆς ἀρχιερωσύνης ἀναβιβάζωνται. ἂν δ᾽ ὁ καιρὸς τοιούτους οὐ δείξῃ, ἐξ ὧν ἔχει ἡ ἐκκλησία, ὁ προλάμπων καὶ προέχων κατ᾽ ἀρετὴν, ἐκεῖνος καὶ τῆς βασιλευούσης πόλεως τὸ ἀρχιερατικὸν ἀξίωμα κοινῇ πάντων ψήφῳ ἀναδέξεται, τῶν προκρίνειν εἰδότων τὸν ἐν ταῖς μείζοσιν ἀρεταῖς ἐξεταζόμενον τοῦ ἐν ταῖς ἐλάττοσι.
Κεφ. δ΄. Τὴν γενομένην σύνοδον κατὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου ἐν Ῥώμῃ ἐπὶ Ἀδριανοῦ τοῦ μακαριωτάτου πάπα, καὶ τὴν γενομένην σύνοδον ἐν Κωνσταντινουπόλει κατὰ τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου, ὁρίζομεν παντελῶς ἐξωστρακισμένην καὶ ἀποκεκηρυγμένην εἶναι, καὶ μήτε μετὰ ἁγίων συνόδων συναριθμεῖσθαι, ἢ συγκαταλέγεσθαι· μήτε μὴν σύνοδον ὅλως καλεῖσθαι, ἢ ὀνομάζεσθαι. μὴ γένοιτο.
Βασίλειος ὁ θεοφιλέστατος μητροπολίτης Μαρτυροπόλεως καὶ τοποτηρητὴς Ἀντιοχείας εἶπεν· ὁ ἁγιώτατος πάπας Μιχαὴλ Ἀλεξανδρείας ἅμα τοῖς σὺν αὐτῷ ἀρχιερεῦσι Θεοῦ πάλαι ἅπαντα τὰ κατὰ τοῦ ἁγιωτάτου πατριάρχου Φωτίου πεπραγμένα καὶ ἀπεκήρυξε καὶ ἀνεθεμάτισε, καὶ τοὺς ἀποδεχομένους αὐτὰ τῷ ὁμοίῳ ἀναθέματι καθυπέβαλεν. ὁμοίως καὶ ὁ ἐμὸς πατριάρχης ὁ ἁγιώτατος Θεοδόσιος καὶ αὐτὰ, καὶ τοὺς ἀποδεχομένους αὐτὰ, καὶ τοὺς ὀνομάζοντας αὐτὴν σύνοδον, τῷ αὐτῷ κρίματι κατέκρινέ τε, καὶ κατεδίκασε.
Κοσμᾶς ὁ θεοσεβέστατος πρεσβύτερος, καὶ ἀποκρισιάριος Ἀλεξανδρείας εἶπε· τὸ φρόνημα αὐτοῦ ὁ ἁγιώτατος πάπας Ἀλεξανδρείας ἐν τοῖς τιμίοις αὐτοῦ γράμμασι τρανῶς πᾶσιν ἀνεκήρυξε, καὶ ὡς πάσῃ ἀρᾷ καθυποβάλλει καὶ αὐτὰ καὶ τοὺς ἀποδεχομένους αὐτά.
Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπε· τοὺς μὴ ἀποδεχομένους Φώτιον τὸν ἁγιώτατον πατριάρχην ἕννομον καὶ κεκανονισμένον ἀρχιερέα Θεοῦ, τῷ ἀναθέματι καθυποβάλλω· ὥσπερ πάλαι μὲν ὁ ἐν ἁγίοις Θεοδόσιος, ὀ τῶν Ἱεροσολύμων ἀρχιερεὺς, νῦν δὲ καὶ ὁ αὐτοῦ διάδοχος Ἠλίας οὕτω συναναθεματίζει, καὶ ἀποβάλλεται, καὶ πάντα τὰ κατ᾽ αὐτοῦ ἔμπροσθεν πεπραγμένα· ἐν οἷς μάλιστα οἱ Σαρακηνῶν ἀποκρισιάριοι, κριταὶ καὶ νομοθέται παράνομοι προεκαθέζοντο.
Ἡ ἁγία σύνοδος ἐξεβόησε· πάντες οὕτως δοξάζομεν, πάντες οὕτω κηρύττομεν, πάντες ἐν τούτοις ἀσμενίζομεν. ἐν τούτῳ τῷ κεφαλαίῳ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου, τῶν ἄλλων ἁπάντων μᾶλλον εὐφράνθημεν. ἡμεῖς γὰρ, ὡς πολλάκις ἔφημεν, καὶ πρὸ τοῦ ἐπιψηφίσασθαι τὸν ἁγιώτατον πάπαν Ἰωάννην τὴν τῶν ἀθέσμων ἐκείνων ἀναίρεσιν, πάντα τὰ κατὰ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου γραφέντα, καὶ λαληθέντα, καὶ ἀνεθεματίσαμεν, καὶ ἀπεβαλόμεθα, ἑνωθέντες αὐτῷ καὶ κοινωνήσαντες, καὶ συλλειτουργοὶ γενόμενοι. καὶ νῦν δὲ πάλιν θερμότερόν τε καὶ σπουδαιότερον ἅπαντα τὰ κατ᾽ αὐτοῦ καὶ ἀναθεματίζομεν, καὶ ἀποβαλλόμεθα· καὶ τοὺς ἀπὸ τοῦ νῦν δεχομένους αὐτὰ τῷ αὐτῷ παραπέμπομεν ἀναθέματι.
Κεφάλ. ε΄. Τοὺς μέχρι τοῦ νῦν ἑαυτοὺς ἀποστήσαντας τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, καὶ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, καὶ τῇ σχισματικῇ πλάνῃ ἑαυτοὺς ἐκδεδωκότας, ὁρίζομεν ἀκοινωνήτους εἶναι τοῦ σώματος καὶ αἵματος Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ τῆς τῶν πιστῶν συνάξεώς τε καὶ συναυλίας, ἕως ἂν ἐπιμένωσι τῇ ἀποστασίᾳ.
Ἡ ἁγία σύνοδος εἶπεν· ἀρέσκει πᾶσι, καὶ δικαίως κεκρίκατε. πλὴν, ὡς πολλάκις εἴπομεν, αὐτοὶ εὐαρίθμητοί εἰσι· καὶ αὐτοὶ ἕτοιμοι, ὡς καὶ ὑμεῖς ἀκούετε, προσελθεῖν τοῖς ποσὶ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, καὶ μετάνοιαν τῶν ἔμπροσθεν ἡμαρτημένων ἐξαιτήσασθαι.
Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ἐπειδήπερ χάριτι Θεοῦ πάντα τὰ σκάνδαλα ἐκ μέσου γεγόνασι, καὶ ἡ ἀλήθεια ἐξετασθεῖσα λαμπροτέρα γέγονε, καὶ τῷ φωτὶ τοῦ Θεοῦ ἡ ἐκκλησία πεφώτισται, τὴν εἰρήνην καὶ ὁμόνοιαν ἀπολαβοῦσα· ἔπεστι δὲ τανῦν καὶ ὁ καιρὸς τῆς συνάξεως, καὶ τὰ τῆς ἱερᾶς μυσταγωγίας ὀφείλει τελεσθῆναι, εἰ δοκεῖ τῇ ὑμῶν ἁγιωσύνῃ, ἅπαν τὸ συνειλεγμένον ἱερώτατον ἀθροισμα σὺν τῇ ἡμετέρᾳ μετριότητι τὰ τῆς ἱερᾶς καὶ θείας λειτουργίας μετὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου ἐπιτελέσωμεν μυστήρια.
ἡ ἁγία σύνοδος εἶπε· τοῦτο ἀγαθὸν καὶ Θεῷ ἀποδεκτόν. γενέσθω καὶ τὸ ῥῆμα ὑμῶν. ὁ Θεὸς φυλάξαι τὸν δεσπότην ἡμῶν τὸν ἅγιον, καὶ μακροημερεύσαι τοὺς χρόνους αὐτοῦ εἰς σωτηρίαν τῆς ἐκκλησίας αὐτοῦ. πολλὰ τὰ ἔτη τῶν βασιλέων.