Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Local councils › Council of Constantinople under St Photius (879–880)

Council of Constantinople under St Photius (879–880)

Local councils, Greek, Mansi 17, 1902

5. Act 5 (Πρᾶξις ε΄)

ΠΡΑΞΙΣ Ε΄.

Μηνὶ Ἰανουαρίῳ κϛ΄. ἡμέρᾳ γ΄. ἰνδικτιῶνος ιγ΄. προκαθεσθέντος Φωτίου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου ἐν τῷ δεξιῷ μέρει τῶν κατηχουμενείων τῆς μεγάλης ἐκκλησίας, καὶ συγκαθεσθέντων αὐτῷ Παύλου καὶ Εὐγενίου τῶν θεοφιλεστάτων ἐπισκόπων καὶ τοποτηρητῶν τῆς πρεσβυτέρας Ῥώμης· ἔτι δὲ Πέτρου τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ καρδηνάλεως· οὐ μὴν ἀλλὰ καὶ Βασιλείου τοῦ θεοφιλεστάτου ἐπισκόπου Μαρτυροπόλεως καὶ τοποτηρητοῦ τῆς Ἀντιοχείας ἐκκλησίας· καὶ Ἠλία τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ τοποτηρητοῦ Ἱεροσολύμων. καὶ Κοσμᾶ τοῦ θεοσεβεστάτου πρεσβυτέρου καὶ ἀποκρισιαρίου Ἀλεξανδρείας. καὶ τῶν θεοφιλεστάτων μητροπολιτῶν.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἡ τις ἐν τῇ κατὰ Βιθυνίαν Νικαίᾳ τὸ δεύτερον συνέστη, ἐπί τε Ἀδριανοῦ τοῦ μακαριωτάτου πάπα Ῥώμης, καὶ Ταρασίου τοῦ ἐν ἁγίοις πατριάρχου Κωνσταντινουπόλεως, ἡ μὲν καθ᾽ ἡμᾶς ἐκκλησία ἀεὶ μὲν ἑβδόμην ὀνομάζει τε καὶ ἀνακηρύττει, καὶ ταῖς λοιπαῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ συνόδοις τοῖς ἴσοις αὐτοῖς πρεσβείοις γεραίρει. ἡ δέ γε τῶν Ῥωμαίων ἐκκλησία, ὡσαύτως δὲ καὶ οἱ τῆς ἀνατολῆς θρόνοι, τὰ μὲν δόγματα αὐτῆς παραπλησίως ἀποδέχονται καὶ περιέπουσι, περὶ δὲ τοῦ συναριθμεῖν αὐτὴν ταῖς λοιπαῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ συνόδοις, καὶ ἑβδόμην αὐτὴν ἀνακηρύττειν, ἴσως παρά τισιν ἐστὶν ἀμφιβολία. φήμη μὲν γὰρ τοιαύτη περιαγγέλλεται. τὸ δὲ ἀληθὲς οὕπω καὶ μέχρι νῦν ἐπιστάμεθα· νῦν δὲ, ὦ ἱερῶν ἀδελφῶν χορὸς ἁγιόλεκτος, ἐπειδὴ πάντα τὰ καλὰ δηλονότι συνεφαπτομένου τοῦ ἁγιωτάτου πάπα Ἰωάννου τοῦ ἀδελφοῦ καὶ πνευματικοῦ πατρὸς ἡμῶν εἰς ἀναμφίβολον πέρας κατέστη, τῶν αὐτῶν τιμιωτάτων τοποτηρητῶν τὸν ἐκείνου πληρούντων θρόνον, καὶ τῶν ἄλλων ἀρχιερατικῶν συνεδρευόντων θρόνων· εἰ δοκεῖ καὶ ὑμῖν ἅπασι, κραταιωθήτω καὶ κυρωθήτω, μὴ μόνον αὐτῆς ὡς παρὰ πᾶσι τὰ δόγματα, καὶ θεσπίσματα· ἀλλὰ καὶ τὸ συναριθμεῖσθαι αὐτὴν ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ συνόδοις ἑβδόμην μετ᾽ ἐκείνας καὶ γενομένην, καὶ λεγομένην, καὶ τὰ ἴσα ταύταις ἀποφέρουσαν πρεσβεῖα.

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπε· βουλόμεθα τὴν ὑμετέραν ἁγιωσύνην ὑπομνῆσαι περὶ τῆς ἁγίας συνόδου τῆς γενομένης ἐπὶ τοῦ ἁγιωτάτου πάπα Ἀδριανοῦ καὶ Ταρασίου τοῦ ἐν ἁγίοις πατριάρχου Κωνσταντινουπόλεως, περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων· ὅτι ὥσπερ ἐξ ἀρχαίων τῶν χρόνων ὁμοφώνως ταῖς ἁπανταχοῦ ἁγίαις ἐκκλησίαις, καὶ ἡ ἁγία τῶν Ῥωμαίων ἐκκλησία τὰ τε δόγματα αὐτῆς καὶ θεσπίσματα ἠσπάζετο καὶ ἀπεδέχετο, οὕτω καὶ τανῦν ἑβδόμην αὐτὴν καλεῖν καὶ ταῖς λοιπαῖς ἓξ ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις καταριθμεῖν ἐδικαίωσε. καὶ ὁ μὴ οὕτως ἔχων καὶ ὀνομάζων τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἐν Νικαίᾳ τὸ δεύτερον ἑβδόμην σύνοδον, ἔστω ἀνάθεμα.

Ἡ ἁγία σύνοδος εἶπε· πρέπον ἐστὶ μετὰ πάσης τῆς γενομένης ἀποδοχῆς καὶ ἑνώσεως τῆς τῶν Ῥωμαίων ἐκκλησίας διὰ μεσιτείας τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου Φωτίου, καὶ ἐπὶ τῇ ὑποθέσει ταύτῃ συμφωνῆσαι ἡμῖν, ὡς ἂν μηδὲ ἐν τούτῳ εἴη ἐν ἡμῖν διαφωνία. καὶ ὁ μὴ οὕτω φρονῶν καὶ ὀνομάζων τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἐν Νικαίᾳ τὸ β΄. ἑβδόμην σύνοδον, ὡς καὶ ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις προεῖπεν, ἔστω ἀνάθεμα.

Εὐγένιος ὁ θεοφιλέστατος ἐπίσκοπος καὶ τοποτηρητὴς τῆς πρεσβυτέρας Ῥώμης εἶπεν· ὁ μὴ ἔχων τὴν γενομένην οἰκουμενικὴν σύνοδον ἐν Νικαίᾳ τὸ β΄. ἐπὶ τοῦ ἁγιωτάτου πάπα Ἀδριανοῦ καὶ Ταρασίου τοῦ ἐν ἁγίοις πατριάρχου Κωνσταντινουπόλεως, ἁγίαν καὶ ζ΄. σύνοδον, καὶ τιμῶν αὐτὴν ὡς τὰς λοιπὰς οἰκουμενικὰς ἓξ συνόδους, ἔστω ἀνάθεμα.

Βασίλειος ὁ θεοφιλέστατος ἐπίσκοπος Μαρτυροπόλεως καὶ τοποτηρητὴς Ἀντιοχείας εἶπεν· ἡμεῖς καὶ προαπεδεξάμεθα, καὶ νῦν συμφωνοῦντες τῇ ὑμετέρᾳ ἁγιωσύνῃ, ἀποδεχόμεθα τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἐν Νικαίᾳ τὸ β΄. σύνοδον, ζ΄. αὐτὴν καὶ ἁγίαν ἀποκαλοῦντες, ταῖς πρὸ αὐτῆς ϛ΄. καὶ οἰκουμενικαῖς ἁγίαις συνόδοις συναριθμοῦντες τε καὶ συνανακηρύττοντες· καὶ τοὺς μὴ οὕτω φρονοῦντας τῷ ἀναθέματι παραπέμπομεν.

Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπεν· ὅστις τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον τὴν ἐν Νικαίᾳ συστᾶσαν τὸ β΄. οὐκ ἀποδέχεται, οὗτος οὐδὲ τὰς ἄλλας ϛ΄. συνόδους ἀποδέχεται. ὥσπερ γὰρ ἐν ἐκείναις οἱ ἀρχιερατικοὶ πάντες συνδραμόντες θρόνοι, οἱ μὲν δι᾽ ἑαυτῶν, οἱ δὲ διὰ τοποτηρητῶν τὸ πιστὸν βέβαιον τῶν δογμάτων παρεστήσαντο, οὕτω καὶ αὐτὴ, καὶ ἐκ τοῦ ἁγιωτάτου πάπα Ῥώμης τοποτηρητὰς ἦξεν· ὁμοίως δὲ καὶ ἐκ τῶν τῆς καθ᾽ ἡμᾶς ἀνατολῆς θρόνων· καὶ τὰ δόγματα αὐτῆς συγγενῆ καὶ οἰκεῖα καὶ ὁμόδοξα τῶν οἰκουμενικῶν ϛ΄. συνόδων ὑπῆρχον. ὁ οὖν ταύτην μὴ δεχόμενος, μηδὲ ὀνομάζων οἰκουμενικὴν καὶ ζ΄. σύνοδον, τὰς ἄλλας, κἂν οὐ τολμᾷ λέγειν, παραγράφεται. διὸ εἴ τις ταύτην οὐκ ἀποδέχεται ὡς ἐκείνας τὰς ἁγίας καὶ οἰκουμενικὰς ϛ΄. συνόδους, ἀνάθεμα ἔστω.

ἡ ἁγία σύνοδος εἶπεν· ἀνάθεμα.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· παρακαλοῦμεν τὴν ὑμετέραν ἁγιωσύνην, ἀπελθεῖν πρὸς τὸν Μητροφάνην, καὶ εἰπεῖν αὐτῷ προσκαλεῖταί σε ἅμα τοῖς ἁγίοις τοποτηρηταῖς ἡ προκαθεζομένη αὕτη ἁγία σύνοδος, ἀναμαθεῖν βουλομένη τὸν σκοπὸν καὶ τὴν βούλησιν, ἣν περὶ τῆς ἐνώσεως τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας ἔχεις. καὶ δὴ προσκληθέντες Βασίλειος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Κρήτης, καὶ Νικήτας ὁ θεοφιλέστατος μητροπολίτης Σμύρνης, καὶ Γρηγόριος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Σέλγης, ἀπεστάλησαν παρά τε τῶν ἁγιωτάτων τοποτηρητῶν καὶ τῆς ἐνδημούσης συνόδου. οἱ καὶ παραγενόμενοι πρὸς Μητροφάνην τὸν εὐλαβέστατον, εἶπον αὐτῷ· οἱ ἁγιώτατοι ἐπίσκοποι καὶ τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης ἅμα τῇ προκαθεζομένῃ συνόδῳ τάδε δι᾽ ἡμῶν δηλοποιοῦσί σοι· καθαροποίησον ἡμῖν τὰ τῆς γνώμης σου, καὶ πρὸς τὴν ἁγίαν καὶ οἰκουμενικὴν ταύτην σύνοδον ἀπολόγησαι, δι᾽ ἢν αἰτίαν σεαυτὸν τῆς ἐκκλησίας ἀποδιϊστᾶς.

Μητροφάνης ὁ εὐλαβέστατος εἶπεν· ἀσθενῶ, καὶ διὰ τοῦτο οὐ δύναμαι πολλὰ λέγειν. τοῦτο δὲ λέγω συντόμως, τὴν αἰτίαν δι᾽ ἢν διίσταμαι ἐξ ὑμῶν. πρόθυμος ἂν ἦλθον, καὶ ἀπελογησάμην ἅπερ δίκαιον ἦν. ἀλλὰ μαρτυρεῖ μοι τὸ συνειδὸς, ὅτι ἀσθενῶ σφόδρα, καὶ οὔτε δύναμαι περιπατῆσαι, οὔτε στῆναι κατενώπιον ὑμῶν. τούτου ἕνεκεν, εἰ δυνατόν ἐστι, παρακαλῶ ἵνα ἐάσητέ με, ἕως ἂν γένηται ῥῶσις ἐν ἐμοὶ τῆς φύσεως· καὶ εἶθ᾽ οὕτως ἀπολογοῦμαι.

Οἱ μὲν οὖν ἀπεσταλμένοι πρὸς τὸν εὐλαβέστατον Μητροφάνην, τοιαύτας αὐτοῦ τὰς φωνὰς πρὸς τὴν σύνοδον ἀπεκόμισαν. οἱ δὲ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης ἀπεκρίθησαν· ἡμεῖς κατὰ τὴν ἐντολὴν ἢν ἐλάβομεν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις καὶ παρηνέσαμεν, καὶ ἐνουθετήσαμεν, καὶ παρεκαλέσαμεν αὐτὸν, ἀποστῆναι τῆς πλάνης αὐτοῦ, καὶ προσελθεῖν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ. ἐπεὶ δὲ καὶ νῦν ἀποσταλέντων ἡμῶν προφάσεις ἐκεῖνος ἐν ἁμαρτίαις προφασίζεται, καὶ ματαίας μὲν φλυαρίας καὶ ἀποστασίας λόγους δύναται λέγειν, ἓν δὲ ῥῆμα ὀρθὸν καὶ σωτήριον οὐ δύναται εἰπεῖν, τὸ, ἰδοὺ ἐγὼ ἑνοῦμαι τῇ ἐκκλησίᾳ κατὰ τὴν ἐντολὴν τοῦ ἁγιωτάτου πάπα Ἰωάννου· ἀλλὰ τὰς μακρὰς μὲν φλυαρίας λέγειν αὐτὸν ἡ νόσος οὐδὲν ἐμποδίζει, τὴν δὲ σωτήριον ὁμολογίαν μὴ βουλόμενος εἰπεῖν, αἰτιᾶται τὴν νόσον· ἰδοὺ κατὰ τὴν ἐντολὴν τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πάπα Ἰωάννου, καὶ κατὰ τοὺς παραδεδομένους ἡμῖν ἐκκλησιαστικοὺς θεσμοὺς, χωρίζομεν αὐτὸν ἀπὸ πάσης ἐκκλησιαστικῆς καὶ κοινωνίας καὶ συναυλίας, ἕως ἂν ἐπιστρέψῃ εἰς τὸν ἴδιον ποιμένα. θέλομεν γὰρ ὑμᾶς εἰδέναι ὡς ὁ ἀποστολικὸς πάπας Ἰωάννης προσέταξεν ἡμῖν ταῦτα, ἃ προανηγγείλαμεν τε καὶ προανεκηρύξαμεν· δηλονότι ἵνα καὶ συγκαθαιρῶμεν καὶ συναθωῶμεν οὓς ἂν Φώτιος ὁ ἁγιώτατος πατριάρχης ἢ καθαιρέσει ἢ ἀθωώσει καθυποβάλῃ, αὐτοῦ τε καὶ ὑμῶν ὁμογνωμονούντων ἡμῖν· καὶ ἵνα οὓς ἂν ἔχῃ ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πάπας Ἰωάννης κανονικῶς καθηρημένους ἐν οἵῳ δήποτε τάγματι ἢ τόπῳ, ἔχῃ αὐτοὺς καὶ Φώτιος ὁ ἁγιώτατος πατριάρχης καθηρημένους· ὁμοίως καὶ οὓς ἂν ἔχῃ Φώτιος ὁ ἁγιώτατος πατριάρχης καθηρημένους ἢ ἠθωωμένους, ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πάπας Ἰωάννης κατακεκριμένους ἢ ἠθωωμένους. πλὴν εἰ δοκεῖ τῇ ἁγιωσύνῃ ὑμῶν, καὶ εἰς κανόνος τάξιν ἡ προκειμένη ὑπόθεσις ἀναληφθήτω.

ἡ ἁγία σύνοδος εἶπεν· ἀναληφθήτω. καὶ τοῦ κανόνος ἐκδοθέντος, λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος, ἀνέγνω.

Κεφάλ. α΄. Ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὥς τε εἴ τινες τῶν ἐξ Ἰταλίας κληρικῶν ἢ λαῖκῶν ἢ ἐπισκόπων ἐν τῇ Ἀσίᾳ ἢ Εὐρώπῃ ἢ Λιβύῃ διατρίβοντες, ὑπὸ δεσμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐγένοντο, ἵνα ὦσιν οἱ τοιοῦτοι καὶ παρὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας ὅρῳ· τουτέστιν ἢ καθηρημένοι, ἢ ἁναθέματι καθυποβεβλημένοι, ἢ ἀφωρισμένοι. οὓς μέν τοι Φώτιος ὁ ἁγιώτατος ἡμῶν πατριάρχης κληρικοὺς, ἢ λαϊκοὺς, ἢ τοῦ ἀρχιερατικοῦ καὶ ἱερατικοῦ τάγματος, ἐν οἵᾳ δήποτε παροικίᾳ, ὑπὸ ἀφορισμὸν καὶ καθαίρεσιν καὶ ἀναθεματισμὸν ποιήσῃ, ἵνα ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης καὶ ἡ κατ᾽ αὐτὸν ἁγία τοῦ Θεοῦ τῶν Ῥωμαίων ἐκκλησία ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν πρεσβείων τῶν προσόντων τῷ ἁγιωτάτῳ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας, μὴ δὲ τῷ ταύτης προέδρῳ τὸ σύνολον καινοτομουμένων, μήτε νῦν, μήτε εἰς τὸ μετέπειτα.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ἀρέσκει;

ἡ ἁγία σύνοδος εἶπεν· ἀρέσκει.

Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων εἶπεν· ὁ Θεὸς οὕτω ἐποίησεν, ἵνα καὶ οἱ τῆς ἀνατολῆς θρόνοι, καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης μετὰ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου Φωτίου μία ψυχὴ ὦσι, καὶ μία σύμπνοια, καὶ τὸ θέλημα αὐτὸν κοινὸν καὶ ἀδιάσπαστον ᾖ.

Βασίλειος ὁ θεοφιλέστατος ἐπίσκοπος Μαρτυροπόλεως καὶ τοποτηρητὴς Ἀντιοχείας εἶπεν· οἱ τῶν καθ᾽ ἡμᾶς θρόνων μέγιστοι ἀρχιερεῖς ἐπὶ πλεῖον ἀδιάσπαστον τὴν πρὸς τὸν ἁγιώτατον πατριάρχην Φώτιον γνώμην ἔχοντες, ἀφ᾽ οὗ καὶ εἰς τὸν ἀρχιερατικὸν ἀνηνέχθη βαθμὸν, ἐπὶ τούτῳ καὶ ἡμᾶς ἀπέστειλαν, δόντες ἐξουσίαν καὶ αὐθεντίαν Φωτίῳ τῷ ἀγιωτάτῳ πατριάρχῃ, ἵνα εἰ τις κἂν τε τοῦ ἱερατικοῦ καταλόγου εἴη, κἂν τε τοῦ λαϊκοῦ τάγματος εὐρεθείη, ἑαυτὸν τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας χωρίζων, τὸ δοκοῦν τῇ ἁγιωσύνῃ αὐτοῦ εἰς τοὺς τοιούτους διαπράττηται. ὡς οὖν καὶ τὴν τῶν ἀνατολικῶν θρόνων ἐξουσίαν εἰληφὼς, καὶ τῆς τῶν Ῥωμαίων αὐθεντίας τὸ κῦρος προσλαβόμενος, καθὼς ἀρτίως ἠκούσαμεν, μᾶλλον δὲ προέχων ἐκ Θεοῦ ὡς ἀρχιερεὺς μέγιστος, οὓς ἂν δήσῃ τῷ τοῦ παναγίου πνεύματος ἀλύτῳ δεσμῶ, ἔχομεν καὶ ἡμεῖς δεδεμένους· καὶ οὓς ἂν λύσῃ, ἔχομεν καὶ ἡμεῖς λελυμένους.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· εὐλογητὸς ὁ Θεὸς, ὅτι οὕτως αἱ γνῶμαι καὶ θελήσεις πάντων τῶν ἁγιωτάτων πατριαρχῶν εἰς ἓν συνῆλθον, καὶ διὰ τῆς κοινῆς ὁμονοίας καὶ εἰρήνης εἰς ἀγαθὸν τέλος κατέληξε πάντα τὰ παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου ἐναρχθέντα τε καὶ πραχθέντα.

ἡ ἁγία σύνοδος εἶπεν· ὅτι μὲν ἀγαθὸν τέλος τὰ παρ᾽ ἡμῶν πραχθέντα ἐδέξατο, κἂν ἡμεῖς σιωπήσωμεν, οἱ λίθοι κεκράξονται. καὶ ὁ μὴ στοιχῶν τοῖς παρὰ τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς συνόδου πραχθεῖσι, κεχωρισμένος ἔσται τῆς ἁγίας καὶ οἰκουμενικῆς τριάδος. ἐρωτῶμεν δὲ τὴν ὑμετέραν ἁγιωσύνην περὶ τῶν ἑαυτοὺς ἀποδιϊστώντων τῆς ἐκκλησίας, ἐὰν μετὰ τὸ τελειωθῆναι τὴν σύνοδον ἐπιστρέψωσι μετανοοῦντες, τί ὑμῖν δοκεῖ; περὶ τούτου οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· καὶ ἤδη εἴπομεν, ὅτι ταύτην τὴν ἐξουσίαν ὁ ἁγιώτατος πάπας Ἰωάννης Φωτίῳ τῷ ἀγιωτάτῳ πατριάρχῃ προσανέθετο, ὥς τε ἔχειν αὐτὸν ἐξουσίαν καὶ ἐπιστρέφοντας δέχεσθαι, καὶ μὴ μετανοοῦντας ἀφορισμῷ κατακρίνειν. πλὴν ἀπελθέτωσαν οἱ ὁρισθέντες πρὸς Μητροφάνην τὸν εὐλαβέστατον, ἀποκομίζοντες τὰς ἡμῶν ἀποκρίσεις, καὶ τὸν πρὸς αὐτὸν γενόμενον δεσμόν.

ἡ ἁγία σύνοδος εἶπε· δικαιόν ἐστιν.

οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ὁρισθήτωσαν οἱ μέλλοντες ἀπέρχεσθαι. ἀπῆλθον Ἰωάννης ὁ θεοφιλέστατος μητροπολίτης Ἠρακλείας, Δανιὴλ Ἀγκύρων, καὶ Γεώργιος Νικομηδείας· καὶ ἀνήγγειλαν Μητροφάνει τὰ ἀνωτέρω περὶ αὐτοῦ εἰρημένα. καὶ ὑποστρέψαντες ἔδωκαν ἀπόκρισιν τοιαύτην· ὥσπερ δικαίων νόμος οὐ κεῖται, κατὰ τὸν ἀπόστολον, οὕτως οὐδὲ νοσοῦντι καὶ χαλεπῶς ἀσθενοῦντι. ἃ τοίνυν προβάλλεται ἡ ὑμετέρα ἁγιωσύνη, ὡς μετ᾽ ἐξουσίας τοῦ πάπα, τῇ ἡμῶν ταπεινώσει νῦν οὐχ ἁρμόττουσι. νοσηλευόμεθα γὰρ, ὥσπερ προείπομεν, καὶ οὐχ οἷοί τέ ἐσμεν ἐλθεῖν. ἐὰν δὲ θέλητε τελείαν ἀπόκρισιν λαβεῖν περὶ τῆς ἐκκλησιαστικῆς ἑνώσεως, κοπιάσατε μόνοι οἱ τρεῖς πρὸς τὴν ἡμετέραν ταπείνωσιν, καὶ ἵνα λαλήσω ὑμῖν· καὶ τηνικαῦτα τὸ ἀρεστὸν ἐνώπιον τοῦ Θεοῦ γενήσεται.

Ταύτης οὖν τῆς φωνῆς ἀποκομισθείσης, καὶ ἀναγνωσθείσης, οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· ἡ ἀσθένεια οὐδὲν αὐτὸν ἐνεπόδιζεν, ἵνα ἀντὶ τῶν πολλῶν λόγων ἓν ἐλλαμφθῇ ὑπὸ τοῦ Θεοῦ, καὶ ἐδήλωσεν ἡμῖν, ὅτι κοινωνός εἰμι τῆς ἐκκλησίας. διὸ οὐδὲν αὐτὸν ὠφελήσει τὸ ἀναβάλλεσθαι, οὐ δὲ δύναται αὐτὸν ἐξελέσθαι τῆς ἐπενεχθείσης αὐτῷ ἐπιτιμίας.

Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ἐκεῖνος πολλάκις μὲν προφασίζεται ἀσθένειαν, πολλάκις δὲ ἀδυναμίαν· καὶ πᾶσι τρόποις μεθοδεύεται τὴν ἐπὶ τῆς ὑμῶν ἀγιωσύνης κρίσιν διαφυγεῖν. οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· τὰ μὲν ἐπὶ αὐτοῦ, καθὼς καὶ ὁ ἁγιώτατος ἡμῶν καὶ οἰκουμενικός πάπας διετάξατο, ἀπεφηνάμεθα. ἀναμνησθήτω γὰρ ἡ ἡμετέρα ἁγιωσύνη, ὅτι κατενώπιον ὑμῶν ἀνέγνωμεν τὴν ἐπιστολὴν τοῦ ἁγιωτάτου πάπα Ἰωάννου. καὶ περιείχετο ἐν αὐτῇ περί τε τῆς ἐκκλησιαστικῆς εἰρήνης καὶ ἀποδοχῆς τῶν εἰλικρινῶς αὐτῇ προσερχομένων, καὶ μετανοούντων. καὶ ὅτι ὅσα εἰσὶ δεδεμένα, δύνανται οἱ ποιμένες λύειν.

Προκόπιος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας εἶπεν· ἐὰν τὰ δεδεμένα οὐ λύσωσι, τί δύνανται ἄλλο ποιεῖν;

Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις εἶπεν· ὁ οἰκουμενικὸς καὶ ἀποστολικὸς πάπας Ἰωάννης, ταύτην τὴν ἐξουσίαν ἐκ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου εἰληφὼς, δέδωκε καὶ τῷ ἁγιωτάτῳ πατριάρχη Φωτίῳ τὴν αὐτὴν ἐξουσίαν δεσμεῖν καὶ λύειν. ὁ δέ γε Μητροφάνης διὰ τῶν τοιούτων προφάσεων βούλεται διαφυγεῖν τὴν ἐπηρτημένην αὐτῷ καταδίκην, καὶ οὐ μὴ ἰσχύσει ταύτην διαδρᾶσαι. ἔχων γὰρ τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ὁ ἁγιώτατος πατριάρχης Φώτιος, καὶ ἄνευ τῆς ἡμετέρας παρουσίας τὴν ἁρμόζουσαν αὐτῷ καταδίκην ἐπάξει.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· πῶς ὑμῖν δοκεῖ περὶ τῶν ἀρχιερατικοῦ τάγματος, ἑαυτοὺς εἰς τὴν τῶν μοναχῶν καταλεγόντων χώραν; ἆρα εἰς ὑποταγὴν ἑαυτοὺς παραδιδόντες, δύνανται ἔτι οἱ αὐτοὶ τῆς αὐτῆς ποιμναρχίας ἔχεσθαι;

οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· τοῦτο παρ᾽ ἡμῖν οὐκ ἐστιν, οὐδὲ σώζεται. ὅστις γὰρ ἐὰν ἀπὸ ἀρχιερατικοῦ τάγματος εἰς τὴν τῶν μοναχῶν, τουτέστι τῶν μετανοούντων, καταριθμηθῇ χώραν, οὐ δύναται ἔτι τὸ τῆς ἀρχιερωσύνης ἑαυτῷ διεκδικεῖν ἀξίωμα.

Βασίλειος καὶ Ἠλίας οἱ ἁγιώτατοι τοποτηρηταὶ τῶν ἀνατολικῶν θρόνων εἶπον· οὐδὲ παρ᾽ ἡμῖν ἐφωράθη τοῦτο ποτὲ γενόμενον. τοὐναντίον μὲν οὖν μονάζοντες προέρχονται εἰς ἀρχιερέας· ἀπὸ δὲ ἀρχιερέων εἰς μοναχοὺς κατερχόμενοι, ἀρχιερεῖς μένειν οὐ δύνανται.

Ἡ ἁγία σύνοδος εἶπεν· ὁρισθήτω καὶ περὶ τούτου κανών. πολλάκις γὰρ καὶ ἐν ἡμῖν ἀμφιβολίαι γίνονται περὶ τῆς ὑποθέσεως ταύτης· τῶν μὲν λεγόντων μὴ κωλύεσθαι τοὺς ἀρχιερεῖς μοναχοὺς γεγενημένους τὰ τῶν ἀρχιερέων τελεῖν, τῶν δὲ οὐ συνευδοκούντων ἐπὶ τούτῳ.

οἱ ἁγιώτατοι τοποτηρηταὶ εἶπον· ἐκτεθήλω κανών.

ἡ ἁγία σύνοδος εἶπεν· ἔτι δὲ ἀξιοῦμεν ἐκτεθῆναι κανόνα, καὶ ἐπὶ τῶν εἰς τοῦτο μανίας καὶ ἀπονοίας ἐλθόντων λαϊκῶν, ὥς τε ἀρχιερεῖς ἢ ἱερεῖς Θεοῦ τύπτειν ἢ φυλακίζειν. εἰ γὰρ καὶ σπανιάκις τοῦτο γέγονεν, ἀλλ᾽ ὅμως οὖν ἴσμεν αὐτὸ οὐχὶ πρὸ πολλῶν χρόνων γεγενημένον. μὴ γὰρ οὔσης ὡρισμένης καὶ περιφανοῦς τῆς τιμωρίας τῶν τοῦτο τολμώντων, μᾶλλον ὁ πονηρὸς κατισχύσει εἰς τοῦτο τὸ ἄθεον ὑποσύρειν ἔργον.

Βασίλειος καὶ Ἠλίας οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς ἀνατολῆς εἶπον· ἄξιόν ἐστι τεθῆναι καὶ περὶ αὐτοῦ κανόνα. ἐκδοθέντων δὲ παραυτίκα.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· εἰ κελεύει ἡ ὑμετέρα ἁγιωσύνη, ἀναγνωσθήτωσαν οἱ κανόνες. καὶ λαβὼν Πέτρος ὁ θεοφιλέστατος διάκονος καὶ πρωτονοτάριος ἀνέγνω.

Εἰ καὶ μέχρι νῦν ἔνιοι τῶν ἀρχιερέων εἰς τὸ τῶν μοναχῶν κατιόντες σχῆμα, ἐπὶ τῷ τῆς ἀρχιερωσύνης ἐβιβάζοντο διαμένειν ὕψει, καὶ τοῦτο πράττοντες παρεωρῶντο· ἀλλ᾽ οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος καὶ τοῦτο ῥυθμίζουσα τὸ παρόραμα, καὶ πρὸς τοὺς τῆς ἐκκλησιαστικῆς καταστάσεως θεσμοὺς τὴν ἄτακτον ταύτην ἐπανάγουσα πρᾶξιν, ὥρισεν· ἵνα εἴ τις ἐπίσκοπος, ἢ εἴτις ἄλλος τοῦ ἀρχιερατικοῦ ἀξιώματος, πρὸς τὸν μοναδικὸν κατελθεῖν θελήσειε βίον, καὶ τὸν τῆς μετανοίας τόπον ἀναπληρῶσαι, μηκέτι τοῦτον τῆς ἀρχιερατικῆς ἀντιποιεῖσθαι ἀξίας. αἱ γὰρ τῶν μοναχῶν συνθῆκαι ὑποταγῆς ἔχουσι λόγον καὶ μαθητείας, ἀλλ᾽ οὐχὶ διδασκαλίας ἢ προεδρίας· οὐδὲ ποιμαίνειν ἄλλους, ἀλλὰ ποιμαίνεσθαι ἐπαγγέλλονται. διὸ καθ᾽ ἃ προείρηται θεσπίζομεν, μηκέτι τινὰ τῶν ἐν ἀρχιερατικῷ καταλόγῳ καὶ ποιμένων ἐξεταζομένων εἰς τὴν τῶν ποιμαινομένων καὶ μετανοούντων χώραν ἑαυτὸν καταβιβάζειν· εἰ δέ τις τοῦτο τολμήσειε πρᾶξαι μετὰ τὴν ἐκφώνησιν, καὶ διάγνωσιν τῆς νῦν ἐκπεφωνημένης ψήφου, αὐτὸς ἑαυτὸν τοῦ ἀρχιερατικοῦ ἀποστερήσας βαθμοῦ, οὐκέτι πρὸς τὸ πρότερον, ὅπερ διὰ τῶν ἔργων ἠθέτησεν, ἀξίωμα ἐπαναστρέψει.

Κεφάλ. Γ΄. Εἴ τις τῶν λαϊκῶν αὐθεντήσας, καὶ καταφρονήσας μὲν τῶν θείων καὶ βασιλικῶν προσταγμάτων, καταγελάσας δὲ καὶ τῶν φρικτῶν τῆς ἐκκλησίας θεσμῶν τε καὶ νόμων, τολμήσειεν ἐπίσκοπόν τινα τύψαι ἢ φυλακίσαι, ἢ χωρὶς αἰτίας, ἢ συμπλασάμενος αἰτίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

ἡ ἁγία σύνοδος εἶπεν· ἀνάθεμα.

Φώτιος ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς εἶπεν· ἐπειδὴ πάντα ὅσα ἔδει πραχθῆναι ἐν ταύτῃ τῇ ἀγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ, εὐδοκίᾳ μὲν Θεοῦ, συνεργίᾳ δὲ τῶν μεγάλων καὶ ὑψηλῶν βασιλέων ἡμῶν, ἐπινεύσει δὲ καὶ συναινέσει τοῦ ἁγιωτάτου πάπα Ῥώμης τοῦ πνευματικοῦ ἡμῶν ἀδελφοῦ καὶ πατρὸς, διὰ τῆς παρουσίας τῶν αὐτοῦ ἁγιωτάτων τοποτηρητῶν, καὶ τῶν λοιπῶν τριῶν ἀνατολικῶν θρόνων· ἐπεὶ ταῦτα πέρας αἴσιον καὶ οἷον εὐχῆς ἔργον γένοιτ᾽ ἂν εἴληφεν, εὐχαριστοῦμεν τῷ ὑπεραγάθῳ καὶ φιλανθρώπῳ Θεῷ, τῷ τὰ σκάνδαλα ἐκ μέσου ποιησαμένῳ τὴν χισματικὴν πλάνην, τὰ διεστῶτα συνάψαντι, τὴν ὁμόνοιαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις βραβεύσαντι. εἰ δέ τι ἐνδεῖ τῶν ὀφειλόντων συγκαταπραχθῆναι, καὶ τοῦτο ἡ ὑμετέρα φιλόχριστος ὁμήγυρις συνορᾷ, χρεών ἐστι καὶ τοῦτο διὰ τῆς πάντων εὐχῆς καὶ συνεργίας τὸ οἰκεῖον τέλος ἀπολαβεῖν.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης εἶπον· ἀναμνησθήτω ἡ ὑμετέρα ἁγιωσύνη, ὡς ἐν τῇ προλαβούση συνελεύσει τῆς ὑμῶν ὁσιότητος, κατ᾽ ἐνώπιον τῆς ὑμετέρας ἁγιωσύνης, τὸ ἐπιδοθὲν ἡμῖν κομμονιτόριον παρὰ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πάπα ἀναγνωσθὲν, περιεῖχε καὶ ὑπογραφὰς τῶν εὑρεθέντων ὁσιωτάτων ἐπισκόπων ἐν τῇ γενομένῃ ἀγίᾳ συνόδῳ παρὰ Ἰωάννου ἁγιωτάτου πάπα ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, ἐπὶ τῇ ἀποδοχῇ Φωτίου τοῦ ἀγιωτάτου πατριάρχου, καὶ ἐπὶ τῇ ἀποβολῇ τῶν κατ᾽ αὐτοῦ γραφέντων ἢ λαληθέντων· καὶ ἐπὶ ἀφορισμῷ μὲν τῶν ἑαυτοὺς ἀποδιϊστώντων τῆς κατὰ Κωνσταντινούπολιν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν. ἀποδοχῇ δὲ τῶν μετανοούντων, καὶ εἰλικρινῶς καταφευγόντων εἰς τὴν αὐτοῦ εὐσπλαγχνίαν. παρακαλοῦμεν τοίνυν τὴν ὑμῶν ἁγίαν συνέλευσιν μετὰ συναιρέσεως καὶ βουλῆς ἀπάντων τὰ αὐτὰ πραχθῆναι κἀνταῦθα. καὶ διὰ τῆς οἰκείας ἐξ ἰδιοχείρου γραφῆς ἕκαστον ὑμῶν ἐπικυρῶσαι καὶ ἐπιβεβαιῶσαι τὰ παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ταύτης συνόδου κοινῇ ψήφῳ πραχθέντα τε καὶ τελεσθέντα. ὅσον μὲν γὰρ ἦν εἰς δύναμιν ἡμῶν, διὰ πολλῆς σπουδῆς ἐθέμεθα, κατὰ τὴν πρόσταξιν τοῦ μεγάλου ἀρχιερέως Ἰωάννου τοῦ ἁγιωτάτου πάπα Ῥώμης, πάντα τὰ πρώην ἀναφυέντα ἐν τῇ τῶν Κωνσταντινουπολιτῶν ἐκκλησίᾳ σκάνδαλα καὶ ζιζάνια ἐξᾶραι· καὶ εἰρήνην ταύτῃ, Θεοῦ συνεργίᾳ, βραβεῦσαι. εἰ δέ ἔστι κεκριμένον, ὁ ἡμεῖς ἁγνοοῦμεν, καὶ ὑπελείφθη, γινώσκομεν δυνατὸν ὄντα ἔν τε λόγοις καὶ ἔργοις τὸν ἁγιώτατον πατριάρχην κύριον Φώτιον ταῦτα διορθώσασθαι, καὶ τοὺς ἔτι ἀποσχίζοντας ἐξ ἀφροσύνης παιδαγωγῆσαι, καὶ διδάξαι, καὶ νουθετῆσαι, καὶ τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ συμβιβάσαι· τοὺς δὲ ἀνίατα νοσοῦντας μετὰ δικαιοσύνης καὶ τῇ πρεπούσῃ ἐπιτιμίᾳ ὑπεξελθεῖν. ἣν γὰρ ἐξουσίαν καὶ πρὸ τῆς ἡμῶν ἐλεύσεως παρὰ Θεοῦ λαβὼν εἶχε, ταύτην διὰ τῆς ἐντολῆς τοῦ ἁγιωτάτου πάπα ἐδιπλασίασε. καὶ οὕτως αὐτὸν ἔχομεν καὶ θεωροῦμεν καὶ ἀποδεχόμεθα, ὡς αὐτὸν τὸν ἁγιώτατον πάπαν Ἰωάννην.

Φώτιος ὁ ἁγιώτατος πατριάρχης εἶπε· καὶ ἡμεῖς εἰς πατέρων ὑμᾶς ἀποδεχόμεθα μοῖραν, καὶ τοποτηρητὰς χρηματίζοντας τοῦ ἁγιωτάτου πάπα Ἰωάννου τοῦ πνευματικοῦ ἀδελφοῦ καὶ πατρὸς ἡμῶν. μάλιστα ὅτι καὶ πάσας τὰς ἐντολὰς αὐτοῦ σπουδὴν ἐκτελέσαι ἐπεδείξασθαι· καὶ ἀγῶνα καὶ μόχθον οὐ τὸν τυχόντα κατεβάλεσθε, ὥς τε ἐξάραι τὰ ζιζάνια καὶ τὰ σκάνδαλα παρὰ τοῦ πονηροῦ ἀναφυέντα ἐν ταύτῃ τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ. ἐν τοιαύτῃ οὖν ὑμᾶς τιμῇ καὶ τάξει ἔχοντές τε καὶ λογιζόμενοι, μετὰ βουλῆς καὶ συναινέσεως ὑμῶν, ὥσπερ καὶ μέχρι νῦν πάντα διεπραξάμεθα, οὕτω καὶ ἀπὸ τοῦ νῦν περὶ τῶν ὑπολοίπων τῆς ἡμετέρας βουλῆς καὶ παραινέσεως συνεφαπτομένης διαλογισόμεθάτε καὶ τελέσομεν.

Οἱ ἁγιώτατοι τοποτηρηταὶ τῶν ἀνατολικῶν θρόνων εἶπον· οὐδὲ ἡ ἡμετέρα πρὸς αὐτὸν ἐν πνεύματι ἁγίῳ σχέσις ἐλάττων τῆς ὑμῶν πρὸς αὐτὸν διαθέσεως εὑρεθείη ἄν. καὶ γὰρ ἡ ἁγία τῶν Ἱεροσολύμων ἐκκλησία, ἥτε τῶν Ἀντιοχέων καὶ Ἀλεξανδρέων οὐδέποτε ἀπεβάλετο ἢ ἀπηρνήσατο, μὴ ἔχειν αὐτὸν τοῦτον τὸν ἁγιώτατον Φώτιον ἐννομώτατον καὶ κεκανονισμένον πατριάρχην Κωνσταντινουπόλεως, ἐξότου καὶ εἰς τὸν ἱερὸν τοῦτον θρόνον ἀνεβιβάσθη. ἀλλὰ καὶ τοὺς τολμήσαντας ψευδῶς τοποτηρητῶν ὀνόματα ἑαυτοῖς ἐπιθεῖναι, καὶ κατὰ τοῦ ἀγίου τούτου ἀνδρὸς ἄθεσμα ἐνταῦθα πρᾶξαι, τούτους οἱ εἰρημένοι ἁγιώτατοι θρόνοι ἀποβαλόμενοι, τῷ ἀναθέματι παραδεδώκασι. καὶ ἐγὼ δὲ ὁ ταπεινὸς Ἠλίας, εἴτι τολμήσω καὶ περὶ ἐμαυτοῦ εἰπεῖν, πολλὰς φυλακὰς, καὶ ἐξορίας, καὶ κόπους, καὶ λιμοὺς, καὶ ἀτιμίας δι᾽ αὐτὸν ὑπομεμένηκα, τὴν ἐντολὴν μὲν τοῦ Θεοῦ ἀποπληρῶν, ἔπειτα δὲ καὶ τοῦ ἁγιωτάτου Πατριάρχου Ἱεροσολύμων τοῦ καὶ ἀποστείλαντός με ἐνταῦθα.

Ἡ ἁγία σύνοδος εἶπεν· εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι τοιοῦτον ἡμῖν ἀρχιερέα καὶ ἀρχιποίμενα διὰ μεσιτείας τῶν ὑψηλῶν καὶ μεγάλων βασιλέων ἡμῶν, καὶ συνεργίας τοῦ ἁγιωτάτου πάπα Ἰωάννου, καὶ τῆς ὑμετέρας ἁγιωσύνης, ὁ Θεὸς ἐχαρίσατο.

Εἶτα λαβόντες Παῦλος καὶ Εὐγένιος καὶ Πέτρος οἱ ἁγιώτατοι τοποτηρηταὶ τῆς πρεσβυτέρας Ῥώμης τὰς μεμβράνας, ὑπέγραψεν ἕκαστος αὐτῶν. ἔπειτα μετὰ τὸ ὑπογράψαι, δι᾽ ἑρμήνεως εἰς ἐπήκοον πάντων τὰς ὑπογραφὰς ἀνέγνων, περιεχούσας οὕτως.

Παῦλος ἐλάχιστος ἐπίσκοπος τῆς ἁγίας τῶν Ἀγκωνιτῶν ἐκκλησίας, καὶ πρέσβης τοῦ ἁγίου ἀποστολικοῦ θρόνου, καὶ τοῦ δεσπότου μου Ἰωάννου τοῦ τρισμακαρίστου τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τῶν Ῥωμαίων ἐκκλησίας τοῦ ἀκροτάτου ἀρχιερέως, καὶ οἰκουμενικοῦ πάπα, ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ. ἅπερ κατὰ τὴν ἐντολὴν, πρόσταξίν τε, καὶ συναίνεσιν τοῦ ἁγιωτάτου ἀποστολικοῦ καὶ οἰκουμενικοῦ ἡμῶν πάπα Ἰωάννου, καὶ συναινέσει τῆς ἁγίας τῶν Κωνσταντινουπολιτῶν ἐκκλησίας, καὶ συμφωνίᾳ τῶν τοποτηρητῶν τῶν ἑτέρων τριῶν ἀρχιερατικῶν θρόνων, καὶ σὺν ἐπιψηφίσει ταύτης τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου, ἀποδέχομαι τοῦτον τὸν σεβασμιώτατον Φώτιον ἔννομον καὶ κεκανονισμένον πατριάρχην εἰς τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα, καὶ συγκοινωνῷ αὐτῷ κατὰ τὴν τῶν ἐπιστολῶν ὑφὴν, ἀλλὰ μὴν καὶ τὸ τοῦ κομμονιτορίου ῥητόν. ἀποβάλλομαι δὲ καὶ ἀναθεματίζω τὴν κατ᾽ αὐτοῦ συστᾶσαν σύνοδον ἐν τῆ τῶν Κωνσταντινουπολιτῶν ἁγίᾳ ἐκκλησίᾳ· ὡσαύτως καὶ ἅπαντα τὰ πραχθέντα κατ᾽ αὐτοῦ ἐν τοῖς καιροῖς τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἀδριανοῦ τοῦ πάλαι πάπα Ῥώμης, κατὰ τὸ κεφάλαιον τοῦ κομμονιτορίου καταργῶ, ἀναθεματίζω, καὶ ἀποβάλλομαι, καὶ ἐν ἀριθμῷ συνόδων οὐδαμῶς ταύτην καταψηφίζω. ἔτι δὲ εἰ συμβῇ τινὰς ἀποσχίζειν τὴν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν, καὶ ἀποστρέφεσθαι τὸν ἴδιον ἀρχιποίμενα καὶ οἰκουμενικὸν πατριάρχην τὸν ἅγιον Φώτιον, εἶναι κεχωρισμένους ἀπὸ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, καὶ ἀκοινωνήτους διαμένειν, μέχρις ἂν ὑποστρέψωσιν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, καὶ συγκοινωνήσωσι τῷ ἁγιωτάτῳ καὶ οἰκουμενικῷ πατριάρχῃ, καὶ ὁμονοήσωσί τε καὶ ὁμόφρονες γένωνται τοῦ ἀποστολικοῦ θρόνου. ἔτι δὲ τὴν γενομένην ἐν Νικαίᾳ τὸ β΄. ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον περὶ τῶν ἱερῶν καὶ σεβασμίων εἰκόνων, ἐν τοῖς καιροῖς τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ Ἀδριανοῦ τοῦ προτέρου πάπα Ῥώμης, καὶ ἐπὶ Ταρασίου τοῦ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας ἁγιωτάτου πατριάρχου, ἀγίαν καὶ οἰκουμενικὴν ζ΄. ἀποκαλῶν, καὶ ταῖς ἁγίαις ϛ΄. συνόδοις ἀριθμῶν, ἰδιοχείρως ὑπέγραψα.

Τὰ αὐτὰ δὴ ταῦτα καὶ Εὐγένιος ὁ θεοφιλέστατος ἐπίσκοπος τῆς ἁγίας ἐκκλησίας Ὀστησίων· καὶ Πέτρος ὁ θεοσεβέστατος πρεσβύτερος καὶ καρδηνάλις ἰδιοχείρως ὑπέγραψεν. ἐπειδὴ δὲ εἰς βεβαίωσιν καὶ γνῶσιν τῶν γεγραμμένων, ὡς ἀνωτέρω λέλεκται, τὰ τῆς ὑπογραφῆς τῶν ἁγιωτάτων τοποτηρητῶν τῆς πρεσβυτέρας Ῥώμης ἀνεγνώσθη, μετὰ τὴν ἀνάγνωσιν ἡ ἁγία σύνοδος ἀπεκρίθη· εὐλογητὸς ὁ Θεὸς, ὁ συνεργίᾳ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου δι᾽ ὑμῶν ἑνώσας τὴν ἁγίαν αὐτοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. εἶτα λαβόντες καὶ οἱ τῶν ἀνατολικῶν θρόνων ἁγιώτατοι τοποτηρηταὶ, Βασίλειος ὁ θεοφιλέστατος μητροπολίτης Μαρτυροπόλεως, καὶ τὸν θρόνον τῆς Ἀντιοχείας ἐπέχων ἐκκλησίας· καὶ Ἠλίας ὁ θεοσεβέστατος πρεσβύτερος καὶ τοποτηρητὴς Ἱεροσολύμων· ἔτι δὲ καὶ Κοσμᾶς ὁ θεοσεβέστατος πρεσβύτερος καὶ ἀποκρισιάριος Ἀλεξανδρείας, ἰδιοχείρως ἕκαστος αὐτῶν ὑπέγραψαν οὕτως.

Βασίλειος ἐλέῳ Θεοῦ μητροπολίτης Μαρτυροπόλεως καὶ τοποτηρητὴς Ἀντιοχείας τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδῳ συμφωνῶν, μᾶλλον δὲ καὶ πρὸ ταύτης οὕτω φρονῶν, ἀποδέχομαι Φώτιον τὸν ἁγιώτατον ἀρχιερέα Θεοῦ πατριάρχην ἔννομον καὶ κεκανονισμένον, καθὼς ἀπεδέξατο αὐτὸν Θεοδόσιος ὁ ἀγιώτατος πατριάρχης Ἀντιοχείας, ὑφ᾽ οὖ καὶ ἀπεστάλην, καὶ οἱ λοιποὶ ἀρχιερατικοὶ θρόνοι. τοὺς δὲ μὴ ἀποδεχομένους αὐτὸν παραπλησίως ἡμῖν, ἢ τολμῶντας ἐξ αὐτοῦ ἀποσχίζειν, ἀναθεματίζων καὶ ἀποστρεφόμενος· καὶ πάντα τὰ κατ᾽ αὐτοῦ συστάντα ἐν οἵῳ δήποτε τόπῳ καὶ παρὰ οἵου δήποτε προσώπου, τῷ αὐτῷ καθυποβάλλων ἀναθέματι. ἔτι δὲ καὶ τὴν ἐν Νικαίᾳ τὸ β΄. κατὰ τῶν εἰκονομάχων συστᾶσαν σύνοδον ἁγίαν καὶ οἰκουμενικὴν ζ΄. σύνοδον ἀνακηρύττων, ἰδιοχείρως ὑπέγραψα.

Ἡλίας ἐλέῳ Θεοῦ μοναχὸς πρεσβύτερος καὶ τοποτηρητὴς τῆς τῶν Ἱεροσολύμων ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδῳ συμφωνῶν, μᾶλλον δὲ καὶ πρὸ ταύτης οὕτω φρονῶν, ἀποδέχομαι Φώτιον τὸν ἁγιώτατον ἀρχιερέα Θεοῦ πατριάρχην ἔννομον καὶ κεκανονισμένον, καθὼς ἀπεδέξατο αὐ τὸν ὅ τε ἐν ἁγίοις Θεοδόσιος πατριάρχης Ἱεροσολύμων, καὶ ὁ διάδοχος αὐτοῦ Ἡλίας ὁ ἁγιώτατος πατριάρχης τῆς αὐτῆς ἱεραρχίας, καὶ οἱ λοιποὶ ἀρχιερατικοὶ θρόνοι. τοὺς δὲ μὴ ἀποδεχομένους αὐτὸν παραπλησίως ἡμῖν, ἢ τολμῶντας ἐξ αὐτοῦ ἀποσχίζειν, ἀναθεματίζων καὶ ἀποστρεφόμενος. καὶ πάντα τὰ κατ᾽ αὐτοῦ συστάντα ἐν οἵῳ δήποτε τόπῳ καὶ παρὰ οἵου δήποτε προσώπου, τῷ αὐτῷ καθυποβάλλων ἀναθέματι. ἔτι δὲ καὶ τὴν ἐν Νικαίᾳ τὸ β΄. κατὰ τῶν εἰκονομάχων συστᾶσαν σύνοδον ἁγίαν καὶ οἰκουμενικὴν ζ΄. σύνοδον ἀνακηρύττων, ὑπέγραψα ἰδιοχείρως.

Κοσμᾶς ἐλέῳ Θεοῦ μοναχὸς πρεσβύτερος καὶ ἀποκρισιάριος Ἀλεξανδρείας τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδῳ συμφωνῶν, μᾶλλον δὲ καὶ πρὸ ταύτης οὕτω φρονῶν, ἀποδέχομαι Φώτιον τὸν ἁγιώτατον ἀρχιερέα Θεοῦ πατριάρχην ἔννομον καὶ κεκανονισμένον, καθὼς ἀπεδέξατο αὐτὸν ὅ τε ἐν ἁγίοις Μιχαὴλ πατριάρχης Ἀλεξανδρείας, καὶ ὁ διάδοχος αὐτοῦ καὶ ὁμώνυμος Μιχαὴλ ὁ ἁγιώτατος πατριάρχης τῆς αὐτῆς ἱεραρχίας, καὶ οἱ λοιποὶ ἀρχιερατικοὶ θρόνοι. τοὺς δὲ μὴ ἀποδεχομένους αὐτὸν παραπλησίως ἡμῖν, ἢ τολμῶντας ἐξ αὐτοῦ ἀποσχίζειν, ἀναθεματίζων καὶ ἀποστρεφόμενος. καὶ πάντα τὰ κατ᾽ αὐτοῦ συστάντα ἐν οἵῳ δήποτε τόπῳ καὶ παρὰ οἵου δήποτε προσώπου, τῷ αὐτῷ καθυποβάλλων ἀναθέματι. ἔτι δὲ καὶ τὴν ἐν Νικαίᾳ τὸ β΄. κατὰ τῶν εἰκονομάχων συστᾶσαν σύνοδον ἁγίαν καὶ οἰκουμενικὴν ζ΄. σύνοδον ἀνακηρύττων, ὑπέγραψα ἰδιοχείρως.

Ἐπὶ τούτοις καὶ οἱ θεοφιλέστατοι μητροπολῖταί τε καὶ ἐπίσκοποι οἰκείᾳ χειρὶ ὑπεσήμῃναν οὕτως.

Προκόπιος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Καισαρείας Καππαδοκίας κατὰ πάντα συμφωνῶν τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδῳ, ἐπί τε τῇ ἀποδοχῇ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, καὶ ἀποβολῇ πάντων τῶν κατ᾽ αὐτοῦ γραφέντων ἢ λαληθέντων· ἐπικυρῶν τε καὶ τὴν ἐν Νικαίᾳ τὸ β΄. γενομένην ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ὑπέγραψα ἰδιοχείρως.

Γρηγόριος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Ἐφέσου κατὰ πάντα συμφωνῶν τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδω, ἐπί τε τῇ ἀποδοχῇ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, καὶ ἀποβολῇ πάντων τῶν κατ᾽ αὐτοῦ γραφέντων ἢ λαληθέντων· ἐπικυρῶν τε καὶ τὴν ἐν Νικαίᾳ τὸ β΄. γενομένην ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ὑπέγραψα ἰδιοχείρως.

Ἰωάννης ἐλέῳ Θεοῦ μητροπολίτης Ἠρακλείας κατὰ πάντα συμφωνῶν τῇ ἁγίᾳ ταύτῃ καὶ οἰκουμενικῇ συνόδῳ, ἐπί τε τῇ ἀποδοχῇ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου, καὶ ἀποβολῇ πάντων τῶν κατ᾽ αὐτοῦ γραφέντων ἢ λαληθέντων· ἐπικυρῶν τε καὶ τὴν ἐν Νικαίᾳ τὸ β΄. γενομένην ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ὑπέγραψα ἰδιοχείρως.

Καὶ καθεξῆς ἅπαντες οἱ ἀρχιερεῖς κατ᾽ ὄνομα οἱ ἐν τῇ ἀρχῇ τῶν πρακτικῶν διαλαμβανόμενοι, ἕκαστος τὸ ὅμοιον ἰδιοχείρως ὑπέγραψε. καὶ μετὰ τὴν ὑπογραφὴν ἡ ἁγία σύνοδος πολλὰς εὐχαριστίας ὑπὲρ τῶν γεγενημένων Θεῷ τῷ τῶν ἀγαθῶν αἰτίῳ, καὶ βασιλεῦσιν, ἀναπέμψασα, ἐπευφήμισε. πολλὰ τὰ ἔτη τῶν βασιλέων. Βασιλείου, Λέοντος, καὶ Ἀλεξάνδρου μεγάλων βασιλέων καὶ αὐτοκρατόρων, πολλὰ τὰ ἔτη. Εὐδοκίας τῆς εὐσεβεστάτης Αὐγούστης. πολλὰ τὰ ἔτη. Στεφάνου τοῦ Πορφυρογεννήτου, καὶ θεοπροβλήτου συγκέλλου, πολλὰ τὰ ἔτη. Ἰωάννου καὶ Φωτίου τῶν ἁγιωτάτων πατριαρχῶν, πολλά.

· Contents ·